proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παρακλητικός κανών εις τον Άγιο Μάρτυρα Βονιφάτιο

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1164

ΔημοσίευσηΘέμα: Παρακλητικός κανών εις τον Άγιο Μάρτυρα Βονιφάτιο   Τρι Δεκ 18, 2012 12:23 pm

ΒΟΝΙΦΑΤΙΟΣ ΜΑΡΤΥΣ ΠΑΡΑΚΛΗΣΙΣ


(Χαράλαμπος Μπούσιας, Νεκτάριος Μαμαλοῦγκος, nektarios.gr)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).


Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ὡς Ἀθλητὴς Τροπαιοφόρος Κυρίου, καὶ πρεσβευτὴς ἡμῶν ἀνύστακτος ὄντως, τρισμάκαρ Βονιφάτιε ταῖς σαῖς ἐκτενῶς, ἱκεσίαις λύτρωσαι συμφορῶν καὶ κινδύνων, πάντας τοὺς τιμῶντάς σε καὶ ἐκ πάσης δολίας, ἐπιβουλῆς τοῦ πλάνου ἀσινεῖς, ἡμᾶς συντήρει, Μαρτύρων ἀκρώρεια.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ ἀκροστιχίς: Γενοῦ μοι ἀρωγός, Βονιφάτιε. Χαραλάμπους.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.


Γηθόμενος πέμπω σοι νῦν ᾠδήν, κραυγάζων μὴ παύσῃ, ἱκετεύειν τὸν Λυτρωτήν, διδόναι μοι λόγους σε γεραίρειν, καὶ μεγαλύνειν Αὐτὸν Βονιφάτιε.

Ἐξ ὕψους κατάπεμψον ἐφ’ ἡμᾶς, Χριστοῦ τὰ ἐλέη, Βονιφάτιε ἱερέ, λιταῖς σου ταῖς θείαις καρτερόφρον, ἵνα τοῦ πλάνου πατήσωμεν φρύαγμα.

Νοός μου ἐκδίωξον σκοτασμόν, παθῶν ὁ ἐλάσας, σκοτομήνην καὶ Ἀθλητῶν, χοροῖς συναφθεὶς σῇ ὁλοτρόπῳ, ψυχῆς ἐφέσει κλεινὲ Βονιφάτιε.

Ὁρῶν ἐν σταδίῳ τοὺς Ἀθλητάς, Χριστοῦ λελουσμένους, τῶν αἱμάτων τοῖς ὀχετοῖς, ἐκτήσω τὸν πόθον μαρτυρίου, πιστῶν θερμὲ πρεσβευτὰ Βονιφάτιε.

Θεοτοκίον.

Ὑπέραγνε Μῆτερ τοῦ Λυτρωτοῦ, ἁγνείας δοχεῖα, δεῖξον πάντας τοὺς εὐλαβῶς, τιμῶντάς Σε ὕμνοις μελιῤῥύτοις, καὶ μυστικαῖς μελῳδίαις ἑκάστοτε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Ματαιότητα πάντων τῶν γεηρῶν Ἅγιε, καὶ τοῦ τρυφηλοῦ ἐννοήσας βίου ἐπόθησας, ὑπὲρ Κυρίου θανεῖν, ἵνα ἡμῖν δείξῃς τρίβους, πολιτείας κρείττονος, ὦ Βονιφάτιε.

Ὀφθαλμοὺς ἀκαθάρτους τοῦ χοϊκοῦ σώματος, κλείσας Βονιφάτιε τάχος ὄμματα ἤνοιξας, τὰ τῆς ψυχῆς τοῦ ὁρᾶν, δόξαν τὴν ὄντως ἀγήρω, ἣν ἰδεῖν ἀξίωσον, καὶ τοὺς τιμῶντάς σε.

Ἰοβόλου ἀσπίδος τὴν κεφαλὴν σύντριψον, τῆς ἐπιζητούσης σπαράξαι Μάρτυς σὸν πρόσφυγα, καὶ μοὶ ἐκχύσαι ἰόν, ὀδυνηρᾶς ἁμαρτίας, ὁ αὐτῆς τὸν βόρβορον, πλύνας δι’ αἵματος.

Ἀγλαΐδα ἧν ἔσχες τῶν ἡδονῶν πρότερον, σκεῦος Βονιφάτιε Μάρτυς εἶτα χρηστότητος, διὰ τῆς σῆς γεραρᾶς, θανῆς ἀνέδειξας ὅθεν δυσωπῶ σε· δεῖξόν με, βάθρον συνέσεως.

Θεοτοκίον.

Ῥυπτικῶν πρεσβειῶν Σου τοῖς ποταμοῖς Δέσποινα, νῦν προσπίπτων κράζω Σοι· ῥύπον, ἄσπιλε πλῦνόν μου, τῆς ῥυπαρώδους ψυχῆς, καὶ εἰσελθεῖν με εἰς ἄνω, δόμους λαμπροχίτωνα, Μῆτερ ἀξίωσον.

Ἀπόπλυνον, τὸν τῆς καρδίας ἡμῶν σαῖς πρεσβείαις ῥύπον, καὶ ἀφθίτου ζωῆς ἱμάτιον ἔνδυσον, τοὺς σὲ Βονιφάτιε ἀνυμνοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαις ταῖς σαῖς ἀπαύστως τειχιζόμενοι, τοῦ φαύλου ἐχθροῦ τὰς μηχανὰς ἐκτρέπομεν, καὶ καλῶς τὸ πέλαγος, Βονιφάτιε διαπλέομεν, τοῦ βίου ὅθεν ὕμνοις μυστικοῖς, τὴν σὴν παῤῥησίαν ἀναμέλπομεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὡς ὠκύπους τις ἔλαφος, ἐπὶ τὰς ὑδάτων πηγὰς ἀνέδραμες, ἐναθλῆσαι Βονιφάτιε, καὶ ἰσχὺν δωρῆσαι τοῖς τιμῶσί σε.

Γεραρὲ Βονιφάτιε, πάρεχε κατ’ ἄμφω ὑγείαν ἅπασι, τοῖς γεραίρουσι τοὺς ἄθλους σου, καὶ τὴν θείαν μνήμην σου δοξάζουσιν.

Ὁμηγύρεως καύχημα, Ἀθλητῶν τῆς πίστεως Βονιφάτιε, σὰς λιτὰς ἀπεκδεχόμεθα, ἵνα βίον ἥσυχον διάγωμεν.

Θεοτοκίον.

Σωματώσασα Κύριον, καὶ Θεὸν Παρθένε βροτοὺς ἐθέωσας, καὶ τῆς γῆς τὴν σφαῖραν ἤνωσας, μετὰ τοῦ ἀπείρου στερεώματος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Βύθιον ἐχθρόν, τὸν ζητοῦντα ἀφανίσαι με, Βονιφάτιε ἀπέλασον μακράν, ὁ αὐτὸν γενναιοφρόνως τροπωσάμενος.

Ὄμβροις ἱεροῖς, τῶν αἱμάτων σου ἐπίανας, Κιλικίας Βονιφάτιε τὴν γῆν, καὶ καρποὺς αἰωνιότητος ἐξέδρεψας.

Νύκτα ζοφεράν, τῆς ἀνόμου πολιτείας μου, καταφώτισον λιτῶν σου ταῖς αὐγαῖς, Βονιφάτιε ἀνδρείας ἄστρον πάμφωτον.

Θεοτοκίον.

Ἵνα οἱ πιστοί, ἐσαεὶ Σὲ μεγαλύνομεν, ῥώμην δίδου καὶ ὑγείαν ψυχικήν, πᾶσι Μῆτερ τοῦ Κυρίου Ἀειπάρθενε.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Φωτόλαμπρε, Μάρτυς Βονιφάτιε, ὁ δεχθῆναι πρὶν Κυρίου τὴν χάριν, ἐν ἡδοναῖς δαπανήσας τὸν βίον, ἡδονικῶν ἐνθυμήσεων σβέσον μου, τὸ κατακαῖον πῦρ δεινῶς, καὶ ὁδοὺς ἀναψύξεως δεῖξόν μοι.

Ἀστείρευτος, ποταμὸς ἰάσεων, τὸν σὸν λείψανον ἐν Ῥώμῃ ἐπώφθη, ἀρδεύων πάντας τοὺς ἐν ἀσθενείας, κατακειμένους τῇ κλίνῃ καὶ σπεύδοντας, αὐτῷ ἐν πίστει ἀκλινεῖ, ταχινὲ ἰατὴρ Βονιφάτιε.

Τιτρώσκομαι, οἴμοι ὁ πολύστηνος, ἐκ βελῶν τῶν πυριφλέκτων τοῦ πλάνου, καὶ πλήρης πόνου πρὸς σὲ ἀνατείνω, χεῖρας αἰτούμενος σὴν ἀκαταίσχυντον, ἀντίληψιν θαυματουργέ, Ἀθλητῶν κορυφὴ Βονιφάτιε.

Θεοτοκίον.

Ἱκέτευε, ἐκτενῶς τὸν Κύριον, καὶ Θεὸν ἡμῶν Ὃν ἔτεκες κόσμῳ, ὑπερφυῶς ὑπὲρ πάντων Παρθένε, τῶν ἀνυμνούντων τὸν πάντιμον Τόκον Σου, καὶ Σὲ ὡς πρόξενον ζωῆς, γεραιρόντων ἀλήκτου ἑκάστοτε.

Ἀπόπλυνον, τὸν τῆς καρδίας ἡμῶν σαῖς πρεσβείαις ῥύπον, καὶ ἀφθίτου ζωῆς ἱμάτιον ἔνδυσον, τοὺς σὲ Βονιφάτιε ἀνυμνοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ὡς τῶν πιστῶν ἀντιλήπτωρ θερμότατος, τῶν προσφευγόντων τῇ σῇ θείᾳ χάριτι, δεινῆς ἀσθενείας ἐκλύτρωσαι, πανευσταλὲς Ἀθλητὰ Βονιφάτιε, λιτῶν σου δυνάμει πρὸς Κύριον.

Προκείμενον. Ἦχος β΄.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον (Ματθ. ι΄ 32-36, ια΄ 1)


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ διδάσκειν καὶ κηρύττειν ἐν ταῖς πόλεσιν αὐτῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ἄσπετον κατάσβεσον, ἁμαρτημάτων τὴν φλόγα, ὄμβροις ἀενάοις σου, πρεσβειῶν πρὸς Κύριον γενναιότατε, Ἀθλητὰ πίστεως, ὁ ἐν τῷ σταδίῳ, μεγαλύνας θεῖον ὄνομα, τοῦ Πανοικτίρμονος, καὶ Θεοῦ ἡμῶν Βονιφάτιε, ὡς ἂν τὴν πανακήρατον, μνήμην σου δοξάζομεν πάντοτε, καὶ τῆς παῤῥησίας, μεθ’ ἧσπερ ὡμολόγησας Χριστόν, πρὸ τοῦ τυράννου πανύμνητε, μιμηταὶ γενόμεθα.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Ἔργοις τὸν βίον ἀναλῶσαι θεαρέστοις καταξίωσον τοὺς πόθῳ, εὐφημοῦντας τὴν σήν, ἁγίαν μνήμην Πάτερ, θεόφρον Βονιφάτιε, ἀθλουμένων κοσμιότης.

Χάριν μοι πέμψον οὐρανόθεν Βονιφάτιε τῷ σὲ ὑμνολογοῦντι, εὐσταλὲς τοῦ Χριστοῦ, ὁπλῖτα ὁ τὰ πάθη, σαρκίου ἀπωσάμενος, Παρακλήτου τῇ δυνάμει.

Αἴνον προσάγομέν σοι πάντες τῷ θυσίαν ἑαυτὸν Κυρίῳ δόντι, καὶ στολὴν τῆς ψυχῆς, φοινίξαντι ψεκάσιν, αἱμάτων τῶν ἰδίων σου, Βονιφάτιε παμμάκαρ.

Θεοτοκίον.

Ῥεύμασι τῶν τῆς μετανοίας λοῦσον Πάναγνε δακρύων τοὺς Σοὺς δούλους, καὶ εἰς δόμους αὐτούς, κεκαθαρμένους δέξαι, τῶν οὐρανῶν Παντάνασσα, ταῖς εὐχαῖς Βονιφατίου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἁμαρτημάτων, τὴν δυσωδίαν πρεσβείαις, ταῖς θερμαῖς σου ἀποκάθαρον ὁ γνόφον, λύσας ἁμαρτίας, τῇ τοῦ Χριστοῦ δυνάμει.

Λελαμπρυσμένος, μαρμαρυγαῖς τῶν σῶν πόνων, εἰς σκηνώσεις φωσφόρους εἰσῆλθες, ἱκετεύειν Μάρτυς, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Ἀνδρειοφρόνως, πρὸ τοῦ ἀνόμου τυράννου, Βονιφάτιε ἔστης Κυρίου, ὄνομα τὸ μέγα, ὀμολογῶν καὶ θεῖον.

Θεοτοκίον.

Μανίαν πλάνου, τὴν καθ’ ἡμῶν κινουμένη, δίδου δύναμιν πᾶσι καὶ ῥώμην, τοῖς προστρέχουσί Σοι, πατεῖν Θεοκυῆτορ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Παθῶν ἡμῶν ἰλύος, πρεσβειῶν σου ῥείθροις, πλῦνον τοὺς σὲ Βονιφάτιε μέλποντας, ψαλμοῖς καὶ ὕμνοις ὡς πίστεως θεῖον Μάρτυρα.

Ὁ φύλαξ καὶ προστάτης, πέλεις σῶν προσφύγων, τομεῦ εἰδώλων σπερμάτων ὀξύτατε, καὶ ἀληθείας φθεγμάτων σπορεῦ γλυκύτατε.

Ὑψίστου νῦν τῷ θρόνῳ, παρεστὼς μὴ παύσῃ, ὑπὲρ ἡμῶν δυσωπεῖν Βονιφάτιε, τῶν εὐλαβῶς ἐκτελούντων τὴν θείαν μνήμην σου.

Θεοτοκίον.

Σωμάτων ἀλγηδόνας, καὶ ψυχῶν τὸ ἄχθος, τῶν οἰκετῶν Σου θεράπευσον Δέσποινα, ἵνα ἡρέμως τὸν βίον ἡμῶν διάγωμεν.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Βονιφάτιε γεραρέ, ὁ στεῤῥῶς ἀθλήσας, καὶ αἰσχύνας τὸν δυσμενῆ, χαίροις λαμπροφόρε, ἀστὴρ τῆς Ἐκκλησίας, ὁ πάντας ἀριστείας, λάμπων πυρσεύμασι.

Σκότος καταπτήξας δεινὸν παθῶν, χάριτι τῇ θείᾳ, ἐν σταδίῳ ὡς τηλαυγής, ἑωσφόρος ὤφθης, ἀνδρείας καὶ Μαρτύρων, τῆς δήμοις ἠριθμήθης, ὦ Βονιφάτιε.

Τὰς πικρὰς βασάνους τῶν Ἀθλητῶν, καὶ τὴν καρτερίαν, Βονιφάτιε καθορῶν, ἐν τῷ μαρτυρίῳ, αὐτῶν ἐπλήσθης πόθου, Χριστῷ εὐαρεστῆσαι, δι’ ἐναθλήσεως.

Ἔδωκας ὡς ἄσυλον θησαυρόν, σκῆνός σου τὸ θεῖον, Ἀγλαΐδι τῇ θαυμαστῇ, ἣ καταφιλοῦσα, αὐτὸ μετ’ εὐλαβείας, ἐμύρισε δακρύοις, ὦ Βονιφάτιε.

Τοὺς προσερχομένους μετὰ σπουδῆς, σκέπῃ σου τῇ θείᾳ, Βονιφάτιε σθεναρέ, καὶ τὰς ἀσιγήτους, εὐχαῖς σου πρὸς τὸν Κτίστην, ἐνθέρμως αἰτουμένους, σῷζε ἐκ θλίψεων.

Πλήρου τὰ αἰτήματα συμπαθῶν, τῶν σοὶ προσιόντων, Βονιφάτιε καὶ πιστῶς, τὴν ἁγίαν μνήμην, τὴν σὴν ἐπιζητούντων, Μαρτύρων παγγεράστων, βάθρον ἀτίνακτον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Σβέσον, ἁμαρτάδων μου τὸ πῦρ, τὸ δεινῶς με καῖον λιτῶν σου, τοῖς ὀχετοῖς Ἀθλητῶν, κλέος Βονιφάτιε, καὶ ἐν ἐτάσεως, τῇ ἡμέρᾳ στεῤῥόψυχε, γενοῦ παραστάτης, νῦν τοῦ σοὶ προσπίπτοντος, σταδίου πρώταθλε, ἵνα καθ’ ἑκάστην γεραίρω, σὴν πρὸς τὸν Θεὸν παῤῥησίαν, καὶ ψυχῆς τὸ εὔτονον τῆς θείας σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.



Πηγή
voutsinasilias.blogspot.gr

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Παρακλητικός κανών εις τον Άγιο Μάρτυρα Βονιφάτιο
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: