Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών εις τους Αγίους Οσιομάρτυρες Ραφαήλ Νικόλαο και Ειρήνη την Παρθενομάρτυρα Empty Παρακλητικός κανών εις τους Αγίους Οσιομάρτυρες Ραφαήλ Νικόλαο και Ειρήνη την Παρθενομάρτυρα

Σαβ Δεκ 08, 2012 10:35 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός κανών εις τους Αγίους Οσιομάρτυρες Ραφαήλ Νικόλαο και Ειρήνη την Παρθενομάρτυρα

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Παρακλητικός κανών εις τους Αγίους Οσιομάρτυρες Ραφαήλ Νικόλαο και Ειρήνη την Παρθενομάρτυρα Rafail10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.  

Ηχος δ'. Ό υψωθείς έν τω Σταυρώ

Τή τών Μαρτύρων θαυμαστή προστασία, των έν Θερμή ήμΐν άρτίως φανέντων, από ψυχής προσπέσωμεν κραυγάζοντες Ραφαήλ μακάριε, καί Νικόλαε θείε, και Ειρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης, και αναγκών και πάσης απειλής, τούς τή πρεσβεία υμών καταφεΰγοντας.

Δόξα, Τό αύτό. Καί νΰν, Θεοτοκίον.
Ού σιωπησωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεΐν οί ανάξιοι· εΐ μη γάρ σύ προΐστασο πρεσβεΰουσα, τις ημάς έρρύσατο, έκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, εως νϋν έλευθέρους; ούκ άποστώμεν Δέσποινα έκ σοΰ· σούς γάρ δούλους σώζεις άεί, έκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ό Κανών, ου ή άκροοτιχίς.
«Σκέπη ήμών έστέ Άθλοφόροι. Γερασίμου».

Ώδή α'. Ηχος πλ. δ'. Ύγραν διοδεΰσας.

Συνόντες Μαρτύρων θείοις χοροϊς, Ραφαήλ παμμάκαρ, και Νικάλαε ιερέ, άμα συν Ειρήνη δυσωπείτε, πολυειδών ημάς ρύεσθαι θλίψεων.

Κευθμώνων ώς ώφθη από τής γης, το θεϊόν σου σκήνος, αγιάζει τούς ευσεβείς άλλ’ ώ Ραφαήλ θαυματοφόρε, αγιασμόν ήμίν δίδου καί λύτρωσιν.

Έφάνησαν άνθη ώς νοητά, υμών τά όστέα,ών ή χάρις ή μυστική, Νικόλαε άμα καί Ειρήνη, την δυσωδίαν διώκει τών θλίψεων.

Θεοτοκίον.
Πηγή ευσπλαχνίας τής θεϊκής, βλΰσόν μοι Παρθένε, σωτηρίας τον γλυκασμόν, καί λΰσον πικρίαν τής ψυχής μου, ήν τών παθών μου τό πλήθος ένέσταξε.


Ώδή γ'. Ουρανίας άψίδος.
Ή πλουσία σου χάρις, παρά Θεοΰ "Αγιε, πάσι θαυμαστώς ενεργούσα, νέμει τά κρείττονα· διό τοϊς σπεύδουσιν, ώ Ραφαήλ τη σή σκέπη, δίδου τά ιάματα, ψυχής καί σώματος.

Ήθληκότες νομίμως, υπέρ Χριστού Μάρτυρές, πάσης άνομίας καί βλάβης, τοΰ πολεμήτορος, ημάς λυτρώσασθε, συν Νικολάω Ειρήνη, ταίς πρός τον Οίκτίρμονα, υμών δεήσεσι.

Μυστηρίων ένθέων, ώς άληθώς έκβασις, γέγονεν ήμών έν τώ κόσμω, ή άποκάλυψις, ώ Ραφαήλ ίερέ, σύν Νικολάω Ειρήνη· όθεν ήμϊν νείματε, φόβον τον ένθεον.

Θεοτοκίον.
'Ως περίδοξος θρόνος, και φωταυγές σκήνωμα, τοϋ παμβασιλέως τής δόξης, και Παντοκράτορος, κόρη πανάμομε, σκεύος φωτός αγνού βίου, την ψυχήν μου ποίησον, ώς άν σωθήσωμαι.

Διάσωσον, ώ Ραφαήλ και Νικόλαε καί Ειρήνη, τούς έν πίστει ύμϊν προστρέχοντας "Αγιοι, από παντοίων κινδύνων και νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αίτησις και τό Κάθισμα.
Ηχος β'. Πρεσβεία θερμή.

Προστάται ημών, άρτίως άνεδείχθητε, και πάσι πιστοϊς, φαινόμενοι παρέχετε, παραδόξοις όψεσι, τά αιτήματα "Αγιοι πάντοτε· διά τούτο ύμνούμεν υμάς, σοφέ Ραφαήλ τε καί Νικόλαε.


Ώδή δ’. Είσακήκοα Κύριε.
Νοσημάτων άπάλλαξον, πάτερ Ραφαήλ καί πάσης κακώσεως, άοράτω έπισκέψει σου, τούς τό σόν φωνούντας μέγα ονομα.

Έκλυτρούμενοι φάνητε, της τού άοράτου έχθροΰ έπιθέσεως, ώ Ειρήνη και Νικόλαε, τούς είλικρινώς ύμΐν προστρέχοντας.

Σωτηρίαν αίτήσασθε, την κατά ψυχήν καί σώμα τοίς σπεύδουσι, Ραφαήλ τε καί Νικόλαε, καί Ειρήνη πάσιν ύμϊν "Αγιοι.

Θεοτοκίον.
Τής ψυχής μου τά τραύματα, ϊασαι Παρθένε τή σή χρηστότητι, και ύγείαν τήν κατ’ άμφω μοι, και πταισμάτων αιτει τήν συγχώρησιν.


Ώδή ε'. Φώτισον ημάς.
Είδόν σε πολλοί, και χαράς πολλής έπλήσθησαν χαροποίησον ούν Πάτερ και ήμών, τήν ζωήν λελυπημένην πικραϊς θλίψεσι.

"Ακουσον ήμών, τής φωνής θείε Νικόλαε, και παράσχου ώ Ειρήνη θαυμαστή, τή ζωή ήμών ειρήνην άστασίαστον.

Θείοι Άθληταί, Ραφαήλ τε και Νικόλαε, και Ειρήνη τών Λεσβίων ή χαρά, λυπηρών ήμών λυτρούσθε περιστάσεων.

Θεοτοκίον.
Λύτρωσαι ήμάς, Θεοτόκε Αειπάρθενε, μανιώδους τοΰ έχθροΰ έπιφοράς, καθ’ ήμών άεί ώς λέοντος σφαδάζοντος.


Ώδή στ'. Τήν δέησιν.
Όράσεσι, καί πολλαίς θεωρίαις, τοίς πιστοϊς έμφανίζομενος μάκαρ, τών κεκρυμμένων τήν γνώσιν, έκφαίνεις, άλλα και νΰν μυστικώς έπιφάνηθι, Όσιομάρτυς Ραφαήλ, καί παράσχου ήμιν τά αιτήματα.

Φανέντες, ώς εξ άδύτων τω κόσμω, υπό γην χρόνοις πολλοις κεκρυμμένοι, τής τοΰ Θεοΰ εύσπλαχνίας τον πλούτον, πρεσβευτικώς τοϊς άνθρώποις παρέχετε, Νικόλαε μάρτυς στερρέ, καί Ειρήνη σεμνή καλλιπάρθενε.

Οί νέοι, τής Εκκλησίας φωστήρες, οί άθλήσει άριστεύσαντες πάλαι, ό Ραφαήλ ό σοφός θεηγόρος, και σην Ειρήνη ό θείος Νικόλαος, έπιστασίαις ταϊς υμών, τών έν βίω δεινών ημάς ρύσασθε.

Θεοτοκίον.
Ρυσθήναί με, τών παθών τής κακίας, και άπάσης τοΰ έχθροΰ κακουργίας, τή σή εύδόκησον Κόρη πρεσβεία, πρός τον Υίόν και Θεόν σου καί Κύριον, καί δίδου μοι ώς άγαθή, μετανοίας σωτήριον δάκρυον.

Διάσωσον, ώ Ραφαήλ καί Νικόλαε καί Ειρήνη, τούς έν πίστει ύμίν προστρέχοντας "Αγιοι, από παντοίων κινδύνων καί νοσημάτων.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Αϊτησις καί τό Κοντάκιον.
Ηχος β'. Τοΐς τών αιμάτων σου.

Ώς άντιλήπτορες πάντων θερμότατοι, ώ Ραφαήλ καί θεόφρον Νικόλαε, άεί βοηθείτε τοΐς πάσχουσι, καί τών παθών τάς όδύνας κουφίζετε, ύμών ταχιναϊς άντιλήψεσι.

Προκείμενον.
Θαυμαστός ο Θεός έν τοΐς Άγίοις αΰτου.
Στίχ. Τοΐς Άγίοις τοΐς έν τή γή..,.

Εύαγγέλιον κατά Λουκάν. (κα' 12-19).

Είπεν ό Κύριος τοΐς έαυτοΰ Μαθηταίς· Προσέχετε άπό τών άνθρώπων έπιβαλοΰσι γάρ έφ’ ύμάς τάς χεϊρας αύτών, καί διώξουσι, παραδιδόντες εις συναγωγάς καί φυλακάς, άγομένους έπί βασιιλείς καί ηγεμόνας, ενεκεν τοΰ ονόματος μου. ’Αποβήσεται δε ύμίν εις μαρτύρων. Θέσθε ούν εις τάς καρδίας ύμών, μή προμελετάν άπολογηθήναι· εγώ γάρ δώσω ύμίν στόμα και σοφίαν, ή ού δυνήσονται άντειπεΐν, ουδέ άντιστήναι πάντες οί άντικείμενοι ύμίν. Παραδοθήσεσθε δέ καί υπό γονέων, καί αδελφών, καί συγγενών, καί φίλων καί θανατώσουσιν έξ υμών καί εσεσθε μισούμενοι υπό πάντων διά τό όνομά μου· καί θρίξ έκ τής κεφαλής υμών ού μή άπόληται. Έν τή ύπομονή υμών κτήσασθε τάς ψυχάς υμών.

Δόξα.
Ταΐς τών ΆΘλοφόρων πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καί νυν.
Ταΐς τής Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

"Αστρα ώς νεόφωτα, τή τού Χριστού Έκκλησίας, έκ τής Λέσβου λάμψαντες, πάντας καταυγάζετε έν τοίς θαύμασι, Ραφαήλ μέγιστε, σύν τω Νικολάω, καί Ειρήνη καλλιπάρθενε, καί διαλύετε, τήν τών παθημάτων σκοτόμαιναν, πιστοίς έπιφαινόμενοι, πλήρεις συμπαθείας καί χάριτος· όθεν έκβοώμεν Έν πάση τή ζωή ημών σοφοί, μή διαλίπητε σκέποντες, πάσης περιστάσεως.


Τό Σώσον ό Θεός τόν λαόν σου

Ώδή ζ'. Οί έκ τής Ίουδαίας.

Οί τήν σήν κατιδόντες, Ραφαήλ θεοφόρε θέαν ούράνιον, έδέξαντο έκ ταύτης, φώς θείας εύφροσύνης· δός κάμοί ούν μακάριε, τής βοήθειας τής σής, τάς σωτηρίους δόσεις.

Ίατρεύειν τά πάθη, τών ψυχών καί σωμάτων ημών μή παύσησθε, Νικόλαε τρισμάκαρ, καί πάνσεμνε Ειρήνη, καί διδόναι έκάστοτε, απαλλαγήν τών δεινών, καί αναγκών τήν λΰσιν.

Γνωρισθέντες τώ κόσμω, ώς γνωστοί τώ Κυρίω πάλαι τυγχάνοντες, λαμπρώς θαυματουργείτε, προφθάνοντες ταχέως, Ραφαήλ καί Νικόλαε, τούς προσιόντας θερμώς, ύμών τη προστασία.

Θεοτοκίον.
Έξ άχράντου γαστρός σου, προελθών ό τών όλων Θεός καί Κύριος, μορφή τη ανθρώπινη, προστάτιν σε δεικνύει, παντός κόσμου Πανάμωμε· όθεν έκ πάσης ήμάς, άπάλλαξον άνάγκης.


Ώδή η'. Τόν Βασιλέα.
Ρώσιν παράσχου, καί τήν κατ’ άμφω ύγείαν, τοΐς προστρέχουσι τοΐς θείοις σου λειψάνοις, Ραφαήλ παμμάκαρ, καί σε ύμνολογοϋσι.

Αλυπον βίον, έν άληθεί εΰπραγία, καταξίωσον ήμάς πιστώς άνύειν, ταΐς σαίς ίκεσίαις, Νικόλαε θεόφρον.

Σθένος μοι δίδου, έν ταίς τοΰ βίου άνάγκαις, καί παράκλησιν έν πάσαις άθυμίαις, ώ δυάς άγία, νεοφανών Μαρτύρων.

Θεοτοκίον.
Ίασαι Κόρη, τήν θλιβομένην ψυχήν μου, καί θεράπευσον τοΰ σώματος τό άλγος, τη συμπαθεστάτη, προνοία σου Παρθένε.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Μεγάλων χαρισμάτων, κατηξιωμένος, παρά Χριστοΰ Ραφαήλ ίερώτατε, μέγας προστάτης έδείχθης ήμών καί στήριγμα.

Οί Μάρτυρες Κυρίου, οί δεδοξασμένοι, συν Νικολάω Ειρήνη θεόνυμφε, τής τών παθών άδοξίας ημάς λυτρώσασθε.

Υψόθεν άοράτως, σκέπετε άπαύστως, ώ Ραφαήλ ιερέ και Νικόλαε, συν τή Ειρήνη τούς πίστει ύμάς γεραίροντας.

Θεοτοκίον.
Υμνούμέν σου την χάριν, Κεχαριτωμένη· ότι ημάς διασώζεις έκάστοτε, και ασφαλώς κατευθύνεις πρός θειον θέλημα.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τής Ιθάκης θείος βλαστός, Ραφαήλ τρισμάκαρ, καί τής Λέσβου ό αρωγός· χαίροις Διακόνων, Νικόλαε λαμπρότης· χαΐρε σεμνή Ειρήνη, Χριστού όσφράδιον.

Πάλαι έναθλήσαντες καρτερώς, καί άρτι γνωσθέντες, έν τή Λέσβω περιφανώς, λάμπετε έν κόσμω, θαυμάτων ένεργείαις, εις δόξαν τού Κυρίου "Αγιοι Μάρτυρες.

Δόξη λαμπρυνόμενοι, θεϊκή, όράσεσι πλείσταις, έκκαλύπτετε τοϊς πιστοίς, άγνώστων πραγμάτων, σαφέστατα τήν γνώσιν, ώς θείοι τού Σωτήρος, Οσιο- μάρτυρες.

Χαίρετε τής Λέσβου κλέος καινόν, Θερμής πολιούχοι, καί τού λόφου τών Καρυών, Ραφαήλ παμμάκαρ, όμού σύν Νικολάω, καί τή σεμνή Ειρήνη, πυρσοί θεόφωτοι.

Χαίρει κεκτημένη ώς θησαυρούς, πλουτίζοντας πάντας, ιαμάτων ταΐς δωρεαίς, Ραφαήλ θεόφρον, σύν θείω Νικολάω, ή Λέσβος τά πανέντιμα ύμών λείψανα.

Πάντας τούς προστρέχοντας εύλαβως, ύμών ή πρεσβεία, πάσης ρύσασθε συμφοράς, Ραφαήλ Ειρήνη, όμοΰ σύν Νικολάω, τήν τών πταισμάτων λύσιν ύμίν αΐτούμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

τό άπολυτίκιον.
Έν Λέσβω άθλήσαντες, ύπέρ Χρίστου τοΰ Θεού αύτήν ήγιάσατε, τη τών Λειψάνων ύμών εύρέσει μακάριοι· "Οθεν ύμάς τιμώμεν, Ραφαήλ Θεοφόρε άμα συν Νικολάω καί παρθένω Ειρήνην, ώς θείους ήμών προστάτας καί πρέσβεις πρός Κύριον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ηχος β'. "Οτε έκ του ξύλου.
Πάντας τούς έν πίστει άκλινεί, τοΐς ύμών άγίοις λειψάνεις, φοιτώντας άγιοι, καί πρός τήν άντίληψιν, τήν όξυτάτην ύμών, άφορώντας έκάστοτε, Ραφαήλ τρισμάκαρ, καί θείε Νικόλαε, θαυματουργοί θαυμαστοί, πάσης έπηρείας καί βλάβης, λύπης καί πικρών νοσημάτων, ρύσασθε ύμών τή θεία χάριτι.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Ραφαήλ, Νικόλαε συν τή Ειρήνη,
Γερασίμου δέξασθε νυν τάς δεήσεις.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης