Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών εις τον Όσιον Θεοφόρον Πατέρα Στυλιανόν τον εκ Παφλαγονίας τον Θαυματουργόν Empty Παρακλητικός κανών εις τον Όσιον Θεοφόρον Πατέρα Στυλιανόν τον εκ Παφλαγονίας τον Θαυματουργόν

Κυρ Δεκ 02, 2012 8:59 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός κανών εις τον Όσιον Θεοφόρον Πατέρα Στυλιανόν τον εκ Παφλαγονίας τον Θαυματουργόν

Παρακλητικός κανών εις τον Όσιον Θεοφόρον Πατέρα Στυλιανόν τον εκ Παφλαγονίας τον Θαυματουργόν Stylia10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα Τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὦς αὐτουργός τῶν θεοδότων θαυμάτων, καί ἀρωγός τῶν νεογνῶν καί νηπίων, Στυλιανέ Πάτερ ἡμῶν, θεράπον τοΰ Χριστοῦ, εὐτεκνούσας ποίησον, τάς ἀτέκνους μητέρας, καί ἀεί περίθαλπε, τά άρτίτοκα βρέφη, σύ γάρ πλουσίαν χάριν ἐκ Θεοῦ, πρός τοῦτο έ'σχες ἀσκήσας ὦς ἄγγελος.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καί ὅ Κανών.

Ώδη ἀ' Ἦχος πλ. δ'. 'Ὑγράν διοδεύσας.

Στειρώσεως πέδας Στυλιανέ, τῶν προσπελαζόντων, τῆ θερμῇ σου ἐπισκοπῇ, διάλυσον Πάτερ ταῖς εὐχαῖς σου, καί τῶν πταισμάτων ἐξαίτει τήν ἄφεσιν.

'Ύφάπλωσον Πάτερ ὦς συμπαθῇς, τῆς σής προμηθείας τάς ἀκτῖνας τάς τηλαυγεῖς, καί θάλψον καί σκέπασον άΰλως, τά τιθηνούμενα νήπια Ὅσιε·

Ἐκτόπων μολύνσεων καί παθῶν, δυσπραγίας πάσης καί παντοίων ἀσθενειῶν, ἀτρώτους τούς παῖδας ἡμῶν τήρει, Στυλιανέ, ὤσπερ ἄγαν φιλόστοργος.

Θεοτοκίον.
Ἰσχῦς μου καί ὕμνησις καί ζωῇ, χαρᾷ καί φαιδρότης, ὁδηγία καί ἀρωγῇ, σύ εἶ θεοχώρητε Παρθένε, διό ἀεί με περίεπε “Ἄχραντε.


Ώδη γ'. Σύ εΐ τό στερέωμα.
Σύ εἶ βοήθεια, Στυλιανέ καί περίθαλψις, καί ἰατρός, τῶν νεογεννήτων. Ὅθεν ταῦτα διάσῳζε.

Τίς σου τά θαυμάσια, ἐξαριθμήσεται Ὅσιε; Σύ γάρ ἡμᾶς, νόσων καί κινδύνων, ἐκλυτροῦσαι ἑκάστοτε.

Ὕδατι κατάρδευσον, τῆς νοητῆς εὐλογίας σου, τά νεογνά, τῶν παρακαλούντων, θεοφόρε τήν χάριν σου.

Θεοτοκίον.
Λάμψον μοί, πανάμωμε, φῶς μετανοίας γλυκύτατον, τῷ ἔν νυκτί, παθῶν ἀκαθάρτων, πανωδύνως προσκόπτοντι.


Διάσωσον Στυλιανέ θεοφόρε, τούς σούς οἰκέτας, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, καί τά ἀρτίτοκα βρέφη ἀεί εύλόγει.

Ἐπίβλεψον ἔν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.

Πολλῶν δωρεῶν, δοτήρ άφθονοπάροχος, τῆ ῥοπή Στυλιανέ δεικνύμενος, τροφεύς νηπίων ἄριστος καί λαμπρός κηδεμών πεφανέρωσαι, τρέφων καί αὔξων αὐτά μυστικῶς, ἀφθόνου χρηστότητος τῷ γάλακτι.


Ώδή δ'. Εἰσακήκοα Κύριε.
Ἱλαρῶ σου ἔν ὄμματι, τοῖς παισίν άΰλως ἐπιφαινόμενος, χαρμονῆς καί ἱλαρότητος, τῆς ἐπουρανίου ταῦτα πλήρωσον.

Ἀσθενοῦντας θεράπευσον, καί κακουχουμένους κούφισον Ὅσιε, καί παθῶν ξήρανον βόρβορον, ὦς θαυμάτων κρήνη ἀνεξάντλητος.

Νεογνῶν καί νηπίων σε, μέγαν ἀρωγόν ἤ χάρις ἀνέδειξεν, ὅθεν ταΰτα διαφύλαττε, ὦ Στυλιανέ θεομακάριστε.

Θεοτοκίον.
Ἐκ νηδύος σου Ἥλιος, τῆς δικαιοσύνης Κόρη ἀνέτειλεν, οὐ ταῖς αἴγλαις κάμε φώτισον, ταῖς αὐτοῦ ἀκτίσιν ὁδηγοῦσα με.


Ώδή ἕ'. Φώτισον ἠμᾶς.
Βρέφη ἀπαλᾷ, καί άρτίτοκα βλαστήματα, ἀοράτως ἐπιστάς Στυλιανέ, ἀπό πάσης ἐπηρείας περισκέπασον.

Ῥῶσιν ψυχικήν, καί σωμάτων δός τήν ἴασιν, ἐνεργεῖς τῆς ἐνθέου δωρεᾶς, τοῖς προστρέχουσι τῆ σκέπη σου Πατήρ ἡμῶν.

Εὕροιμι φρουρόν, καί θερμόν σε ἀντιλήπτορα, ἔν ποικίλαις δυσχερείαις ἀληθῶς, τῶν δεινῶν Στυλιανέ μου ἐξαιρούμενον.

Θεοτοκίον.
Φώτισον ἡμᾶς, τῆ τῆς Σῆς μεγαλειότητος, φωταυγείς καί άΰλω ἀστραπῇ, Μαριάμ εὐλογημένη κοσμοπόθητε.


Ώδή ς'. Τῆν δέησιν έκχεῶ.
Ὦς ἥλιος, νοερῶς ἀστράπτουσα, ἤ ἀγία σου Είκών καθορᾶται, καί μυστικαῖς θεοφόρε ἀκτίσι, τά νεογέννητα θάλπει ἑκάστοτε, καί θαυμαστῶς ζωογονεῖ, τῶν ἀνηβῶν τόν εὔχαριν ὅμιλον.

Νεότητος, παιδοτρίβην ἔνθεον, καί τοΰ γήρως άληθή βακτηρίαν, Στυλιανέ, ἐγνωκότες σε Πάτερ, συντετρημένῃ ψυχή ἐκβοῷμεν σοι· μή διαλίπῃς ἔφορον, καί διέπων ἡμᾶς πρός τά κρείττονα.

Φαιδρότατα, θαλερᾷ καί εὔρωστα, καί χαρίεντα τῆ σῆ προμηθεῖς, τά νεογέννητα ἔργασαι βρέφη, πάν σκυθρωπόν καί νοσῶδες καί ἄχαρι, ἀποδιώκων ἐξ αὑτῶν, συμπαθέστατε Πάτερ δεόμεθα.

Θεοτοκίον.
Ὑψώσασα, ἐκ κακίας λάκκον με, Υψηλότατε,τοΰ Κτίσαντος θρόνε, Εὐλογημένη Ἀγνῇ Θεοτόκε πρός νοητάς ἀναβάσεις καί χάριτας, ἀνελκύσαν μου τήν ψυχήν, καί δεινῶν με προλήψεων κάθαρον.


Διάσωσον Στυλιανέ Θεοφόρε τούς σούς οἰκέτας ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως. καί τά ἀρτίτοκα βρέφη ἀεί εὐλόγει.

Ἄχραντε ἤ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.

Τῶν ἰαμάτων κρουνός ἀνεξάντλητος, καί τῶν νηπίων προστάτης θερμότατος, Στυλιανέ ὑπάρχων μακάριε, ἐκ πολυτρόπων κινδύνων ἀπάλλαξον, τούς πόθῳ καλοῦντας τήν κλῆσιν σου.


Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὅ θάνατος τού Όσίου αὑτοῦ.
Στίχος. Τί άνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὤν άντοπέδωκεν Ἡμῖν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. στ' 17 — 23)

Τῷ καιρῶ ἐκείνῳ ἔστη ὅ Ἰησοῦς ἐπί τόπου πεδινοῦ, καί ὄχλος μαθητῶν αύτού, καί πλῆθος πολύ τού λαοῦ ἀπό πάσης τῆς Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, ὁΐ ἦλθον ἀκοῦσαι αὐτοῦ καί ἰαθῆναι ἀπό τῶν νόσων αὑτῶν, καί οἵ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο· καί πᾶς ὅ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ ὅτι δύναμις παρ’ αὑτοῦ ἐξήρχετο καί ίάτο πάντας. Καί αὑτός ἐπάρας τούς ὀφθαλμούς αὐτοῦ εἰς τούς μαθητάς αὑτοῦ, ἔλεγε· Μακάριοι οἵ πτωχοί, ὅτι ὑμετέρᾳ ἐστίν ἤ βασιλεία τού Θεοῦ· μακάριοι οἵ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἵ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοι ἔστε, ὅταν μισήσωσιν ὑμᾶς οἵ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς καί ὀνειδίσωσι καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὡς πονηρόν ἕνεκα τού Υἱοῦ τού ἀνθρώπου. Χαίρετε ἔν ἐκείνη τῆ ἥμερα καί σκιρτήσατε ἴδου γάρ ὅ μισθός ὑμῶν πολύς ἔν τῷ οὐρανῷ.

Δόξα Πατρί...
Ταῖς τού σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καί νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων


Στίχος. Ἐλεῆμον, έλέησόν με ὁ Θεός.
Καί τό παρόν Προσόμοιον.
Ἦχος πλ. β'. "Ὀλήν ἀποθέμενοι.

Ἄνωθεν ἐπίνευσον, καί δυσωπηθητι Πάτερ, θερμῶς ἐπικλώμενος, τῶν παρακαλούντων σε ταῖς δεήσεσι, καί βρεφῶν "Ὅσιε, τῶν ἀρτιγεννήτων, τά φλογώδη ἀρρωστήματα, ἐπιθεράπευσον, χάριν καί ὑγείαν δωρούμενος, αὐτοῖς ὡς συμπαθέστατος, τοῖς θεοδωρήτοις φαρμάκοις σου, ὅπως αὐξηθέντα. εἰς μέτρον ἡλικίας ἀληθοῦς, Στυλιανέ μεγαλύνωσι, τόν Σέ μεγαλύνοντα.


Σῶσον ὅ Θεός τόν λαόν σου...

Ώδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Λοιμικῶν νοσημάτων, ῥυπαρῶν μολυσμάτων καί ἀκαθάρτων παθῶν, καί πάσης ἀθυμίας, καί βλάβης καί μανίας, τούς βοῶντας διάσῳζε, σέ ἀνυμνοῦμεν ἀεί, Στυλιανέ, τρισμάκαρ.

Ἀρωγόν σε νηπίων, βραβευτήν σε ἀνήβων, καί μειρακίων φρουρόν, ἀτέκνων ἰατῆρα, εὐτέκνων προμηθέα, ὅ Χριστός ἀπειργάσατο, Στυλιανέ ἱερέ τῆ σῆ λαμπρῆ ἀσκήσει.

Ξενοτρόπων θαυμάτων, πολλαπλῶν ἰαμάτων καί θεϊκῶν δωρεῶν, τό ὕδωρ ἀναβλύζων, τήν κάμινον σβεννύεις, συμφορῶν τε καί θλίψεων, καί ἀναψύχεις τερπνῶς, ήμών τάς διανοίας.

Θεοτοκίον.
Γαληνόμορφε Κόρη, τῆς ψυχῆς μου τήν λύπην καί τήν πίκραν συνοχήν, μετάβαλε αἰσίως, εἰς βείαν εὐφροσύνην, καί προφθάσασα ῥῦσαι με, τῆ κραταιᾷ σου χειρί, ἀνάγκης ἐνεστώσης.


Ώδή ἡ'. Τόν Βασιλέα.
Εὐτέκνους Πάτερ, τάς ἀτεκνούσας μητέρας, τῆ ταχεῖς σου ἀπέργασαι πρεσβεῖα, σοί γάρ ὀλοψύχως Στυλιανέ φοιτῶσι.

Ῥέουσα χάριν, ἤ παναγίᾳ Εἰκών σου, τῆ τοῦ Πνεύματος ἐπισκιάσει Πάτερ, τρέφει καί εὐφραίνει τά νεογνά καί βρέφη.

Ἀγγελομόρφῳ, ἐπιφανεῖς θεωρίᾳ, ἐπί ψελλίζοντα ταῖς μητρικαῖς ἀγκάλαις, πλήρωσον Θεόφρον, χαρᾶς καί θυμηδίας.

Θεοτοκίον.
Σωματικῶν με, καί ψυχικῶν ἀλγηδόνων, ἀπολύτρωσαι ὑπερευλογημένῃ, τῆ δέ ἐπελθούσῃ, βοήθει μοί ἀνάγκη.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Ίάτρευσον τάς νόσους, τῶν ὑπομαζίων, καί, ψελλιζόντων νηπίων Πατήρ ἡμῶν, τοῖς τῶν μητέρων δακρύοις ἐπικαμπτόμενος.

Μαράνας πᾶσαν βλάβην, τήν νηπιοφθόρον, καί θαλερᾷ καί ἀκμάζοντα τήρησον, τά τῶν ἀκάκων νηπίων Πάτερ συστήματα.

Ὀδύνης μοι συμβάσης, καί δεινῆς ἀνίας, ἐκ πονηρᾶς συνηθείας καί πράξεως, Στυλιανέ Θεοφόρε σπεῦσον καί ῥῦσαι με.

Θεοτοκίον.
Ὑψόθεν ἐνωτίζου, Κεχαριτωμένη, τόν στεναγμόν τῆς ψυχῆς μου τόν μύχιον, καί τῆ εὑρούσῃ με θλίψει μή ὑπερίδῃς με.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Ὤφθης ἐκ κοιλίας τῆς μητρικῆς, καθηγιασμένος, ὡς ὅ ἔνδοξος Σαμουήλ, καί δοτός ἐδείχθης δι’ ἐναρέτου βίου, Στυλιανέ παμμάκαρ τῷ σέ δοξάσαντι.

Χαίροις ἐγκρατείας ὑφηγητής, καί τῆς ἀπαθείας, ἐνδιαίτημα ἱερόν, χαίροις τῶν Ὅσιον ὅ τύπος ἔν ἀσκήσει, Στυλιανέ Ἀγγέλοις ὅ ὁμοδίαιτος.

Φύλαξ καί προστάτης καί προμηθεύς, τῶν ἀρτιγεννήτων, καί νηπίων καί τῶν βρεφῶν, πέλων Θεοφόρε, τῆ θεῖα ἐπιπνοία, ἐκ πάσης ἐπηρείας ταῦτα διάσῳζε.

Ἰδέ τῶν μητέρων τούς στεναγμούς, κάμφθητι θεόφρον, τῶν προσφύγων σου ταῖς φωναῖς, καί τά τούτων τέκνα, μανίας ὀλεθρίου, Στυλιανέ τρισμάκαρ, σπεῦσον καί λύτρωσαι.

Ὦς ἄνθη θαλερώτατα καί τερπνά, ὄψεως εὐχροίᾳ, καλ ἀκάκοις τρόποις σοφέ, ἡμῶν τά παιδίᾳ, συντήρει ἀοράτως, Στυλιανέ παμμάκαρ, τῶν εὐφημούντων σε.

Ἔχων παρρησίαν πρός τόν Χριστόν, Ὅσιε τρισμάκαρ, μή ἐλλίπῃς ἐκδυσωπῶν, ὑπέρ τῶν αἰτούντων, τήν σήν ἐπικουρίαν, ὦς ἄν ἀπαλλαγῶμεν πάσης στενώσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὡς συνήθως τά παρόντα Τροπάρια. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί...
Κύριε, ἐλέησον ἡμᾶς, ἐπί σοί γάρ πεποίθαμεν· μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καί νῦν, ὡς εὔσπλαγχνος, καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γάρ εἶ Θεός ἡμῶν, καί ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καί τό ὄνομα σου ἐπικεκλήμεθα.

Καί νῦν καί ἀεί...
Τῆς εὐσπλαγχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μή ἀστοχήσαιμεν· ῥυσθείημεν διά σοῦ τῶν περιστάσεων· σύ γάρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


καί τό τροπάριον. Ἦχος γ '.
Στήλη ἔμψυχος τῆς ἐγκρατείας στῦλος ἄσειστος τῆς Ἐκκλησίας, Στυλιανέ ἀνεδείχθης μακάριε, τόν γάρ σόν πλοῦτον σκορπίσας τοῖς πένησιν, ἔν οὐρανοῖς ἐκομίσω τόν ἄφθαρτον, καί ἐγκρατείᾳ καί πόνοις πανόλβιε, χάριν εἴληφας, νηπίων προστάτης γενόμενος, καί φύλαξ νεογνῶν ἀπροσμάχητος.


Ό ' Iερεύς μνημονεύει τῶν ὑπέρ ὤν ἤ Παράκλησις.
Καί ἔν τῆ Ἀπολύσει τό παρόν προσόμοιον.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Παίδων καί νηπίων καί βρεφῶν, μέγας κηδεμών καί προστάτης, καί ἀληθῇς ἰατρός, Πνεύματος τῆ χάριτι. ἀποδεικνύμενος, μαρασμῶν καί κακώσεων, καί νόσον ποικίλων, ἄτρωτα διάσῳζε τά ἀρτιγέννητα, ταῦτα εὐλογῶν καί διέπων, ὅπως ἀνδρωθῶσιν αἰσίως. ὦ Στυλιανέ Θεομακάριστε.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης