Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην Empty Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην

Κυρ Νοε 25, 2012 3:30 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην Aikate10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ηχος δ'. Ό ύψωθείς έν τω Σταυρώ.

Τη πολυσόφω και κλυτή Άθληφόρω, Αικατερίνη τη τοΰ Κτίσαντος νύμφη, προσέλθωμεν οί πάσχοντες βοώντες έκ ψυχής. Μάρτυς αξιάγαστε, έξελοΰ τους σους δούλους, τής παρούσης θλίψεως, και μελλούσης ανάγκης· συ γάρ μεγίστην εχεις προς Χρίστον, και παρρησίαν, σεμνή και οίκείωσιν.

Δόξα Και νυν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


καί ό Κανών, οΰ ή άκροσπχίς:
«Αικατερίνης σωθείημεν πρεσβείαις. Αμήν».

’Οδή α'. "Ηχος πλ. δ. Υγράν διοδεύσας.

Άκήρατε νύμφη τού Ίησοϋ, προσχες ουρανόθεν, και ένώτισαι τάς φωνάς, των πίστει θερμή σοι προσιόντων, Αίκατερίνα καί δος τά αιτήματα.

'Ιλέω σου όμματι εύμενώς. ϊδε καλλιμάρτυς, Γης ψυχής μου την συντριβήν, καί όρεξον χείρα βοήθειας, Αίκατερίνα τω σοί άτενίζοντι.

Κενώσας όργίλως ό δυσμενής, τή ψυχή μου Κόρη, την πικρίαν των ήδονών, νεκρόν με κατέστησεν άθλίως, άλλ’ ένιστάσα συ Μάρτυς με ζώωσον.

Θεοτοκίον.
Αγνείας ταμείον θεοειδές, και δικαιοσύνης, πρυτανείον φωτολαμπές, 'Αγνή θεοχώρητε Παρθένε, άγίασόν μου καί σώμα καί έννοιαν.


Όδή γ'. Σΰ εί τό στερέωμα.
Τείχος όχυρώτατον, Αίκατερίνα πανθαύμαστε, γι νού ήμίν, τοίς προσδεχομένοις, την θερμήν σου άντίληψιν.

Έξαρον την θλϊψίν μου, καί την πικρίαν των πόνον μου, εις αληθή, χαρμονην μετάθες, καί γλυκείαν άνάψυξιν.

Ρώσιν πολυπόθητον, τοίς άσθενέσι χορήγησον, νόμφη Χριστού, καί τοίς τεθλιμμένοις, την τερπνην άγαλλίασιν.

Θεοτοκίον.
’Ίασιν καί λΰτρωσιν, ευλογημένη Πανάμωμε, δίδου ήμίν, τοίς ύμνολογοΰσι. τής σής δόξης τό μέγεθος.


Διάσωσον Παρθενομάρτυς τοΰ ψόγου Αίκατερίνα, έκ ποικίλων άρρωστημάτων καί θλίψεων, τους έξαιτοϋντας την θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αϊτησις καί το Κάθισμα.

Ήχος β'. Τώ άνω ζητών.

Παρθένε σοφή και Άθληφόρε ενδοξε, και νύμφη Χρίστου, Αίκατερίνα πάνσεμνε, κακών την άπολύτρωσιν, καί παντοίων πταισμάτων την αφεσιν, τόν σόν νυμφίον δυσώπει παρασχείν, τοίς πόθο γεραίρουσι τους άθλους σου.


Ώδή δ'. ΕΙσακήκοοα Κύριε.
Νοσημάτων άπάλλαξον, και οδυνηρών συντριμμάτων άνόρθωσον, τούς προστρέχοντας τη σκέπη σου, ώ Αίκατερίνα πολυδόξαστε.

Ή πρεσβεία σου γένοιτο, δρόσος θυμηδίας καί παρακλήσεως, τοϊς παλαίουσιν έν θλίψεσι, καί έταζομένοις δεινοίς μάστιξι.

Σεσωσμένους προσάγαγε, τω τερπνω νυμφίω σου Καλλιπάρθενε, τούς εκ χώρας παραβάσεων, τεταπεινωμένους έπανηκοντας.

Στεναγμοίς τε και δάκρυσιν, έπικαμπτομένη τοίς τών προσφύγων σου, τάς όδύνας τούτων κούφισαν, ώ Αίκατερίνα τή ση χάριτι.

Θεοτοκίον.
Ώραιώθης κυήσασα, τον ώραΐον κάλλει Χρίστον Πανάμωμε, ου κάμοϋ ταΐς ώραιότησι, θέλξον πανολβίως την διάνοιαν.


Ωδή ε'. Φώτισον ήμάς.
Θραΰσον την ίσχύν τοϋ δολίου πολεμήτορος, τοΰ επιτιθεμένου καθ’ ήμών, μανικώς Αίκατερίνα καλλιπάρθενε.

Έκχεον ήμϊν, πρεσβειών σου την χρηστότητα, και ύγίασον ημάς όλοτελώς, τούς κατ’ άμφω άσθενοϋντας σεμνοπάρθενε.

’Ίδοιμι σεμνή, έν καιρό τών περιστάσεων, την θέρμην σου και ταχεΐαν άρωγήν, μεταβάλλουσαν τών πόνων την τραχύτητα.

Θεοτοκίον.
Ή τον άγαθόν, σωματώσασα δι’ έ'λεος, την άθλίαν μου οϊκτείρησον ψυχήν, και άγάθυνον αυτήν θεοχαρίτωτε.


Ωδή ς'. ’Ιλάσθηττί μοι Σωτήρ.
Μαρτύρων περιφανές, ώς αληθώς σεμνολόγημα, Αίκατερίνα σοφή, ήμας καθοδήγησον, πρός τρίβον σωτήριον, θείων μαρτυρίων, τοϋ λαμπρώς σε μεγαλύναντος.

Έκ πλήθους άμαρτιών, εις πλήθος θλίψεων εφθασα και καταιγίδες κακών, νΰν περιδονοΰσί με, άλλα συ προφθάσασα, ώ Μεγαλομάρτυς, τής ορμής με τούτων λύτρωσαι.

Νεκρώσασα αληθώς, ταίς ζωηφόροις πρεσβείαις σου, σαρκός μου τάς έκτροπάς, την ψυχήν μου ζωωσον, καί τούτην καρδίωσον, πρός ζωής άρίστης, αναβάσεις μεγαλώνυμε.

Θεοτοκίον.
Ποικίλοις περισπασμοίς, και πειρασμοίς περιπέπτωκα, τοϋ ψεύδους τάς άπαρχάς, ό τάλας δρεπόμενος, άλλ’ ω Αειπάρθενε, συ έπάκουσόν μου και είρήνευσον τον βίον μου.


Διάσωσον Παρθενομάρτυς τοϋ ψόγου Αίκατερίνα, έκ ποικίλων άρρωστημάτων και θλίψεων, τους έκζητοΰντας την θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


ΑΙτησις καί το Κσντάκιον.

"Ηχος β'. Ευσπλαχνίας ύπάρχουσα.

Εύσπλαγχνία χρωμένη ώ σεμνή, εύμενώς τάς ικεσίας ήμών ένωτίζου όρεξον ήμίν την σήν άντίληψιν, βλύσον τών χαρίτων σου τά ρεύματα, τοίς σοι καταφεύγουσιν, έκ πόθου έκάστοτε, Αίκατερίνα Μαρτύρων άγαλλίαμα.


Καί εύθΰς τό Προχείμενον.
Υπομένων ύπέμεινα τον Κύριον, καί προσέσχε μοι, και είσήκουσε τής δεήσεώς μου.
Στίχος. Καί έστησεν έπΐ πέτραν τούς πόδας μου, καί κατεύθυνε τ6 διαβηματά μου.
Ευαγγέλιον. Έκ τοΰ κατά Μάρκον (Κεφ. ε' 24—34).

Τω καιρω έκείνω ήκολούθει τω Ίησοΰ όχλος πολύς, καί συνέθλιβον αύτον. Καί γυνη τις, οΰσα έν ρύσει αίματος έτη δώδεκα, καί πολλά παθοϋσα υπό πολλών ιατρών, καί δαπανήσασα τά παρ’ έαυτής πάντα, καί μηδέν ώφεληθεΐσα, άλλα μάλλον εις τό χείρον έλθοϋσα, άκούσασα περί τοϋ Ίησοΰ, έλθοΰσα έν τω όχλω όπισθεν, ήψατο τοϋ ίματίου αύτοϋ· έλεγε γάρ. "Οτι, καν τών ίματίων αύτοϋ αψωμαι, σωθήσομαι. Καί ευθέως έξηράνθη ή πηγή τοϋ αίματος αύτής, καί εγνω τω σώματι ότι ϊαται άπό τής μάστιγος. Καί ευθέως ό Ίησοϋς έπιγνους έν έαυτω την έξ αύτοϋ δύναμιν έξελθοϋσαν, έπιστραφείς έν τω όχλω, ελεγε’ Τίς μου ήψατο τών ίματίων ; Καί έλεγαν αύτω οί Μαθηταί αύτοϋ· Βλέπεις τον όχλον συνθλίβοντά σε, καί λέγεις· Τίς μου ήψατο ; Καί περιεβλέπετο ίδεΐν τήν τοϋτο ποιήσασαν. Ή δέ γυνή, φοβηθεϊσα καί τρέμουσα, εΐδυϊα ό γέγονεν έπ’ αυτή, ήλθε, καί προσέπεσεν αύτω, καί είπεν αύτω πάσαν τήν άλήθειαν. Ό δέ είπεν αυτή Θύγατερ, ή πίστις σου σέσωκέ σε· ύπαγε εις ειρήνην, καί ϊσθι υγιής άπό τής μάστιγός σου.

Δόξα
Ταϊς τής Άθληφόρου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στίχος. ’Ελέησόν με ό θεός...
Προσόμοιον.

Ηχος πλ. β'. "Ολην άποθέμενοι.

Μάρτυς καλλιπάρθενε, Αίκατερίνα Θεόφρον,άνθος καθαρότητος καί σοφίας οργανον, παναρμόνιον, τών δεινών ρΰσαί με, καί σκολιωτάτον, σοφισμάτων τοΰ άλάστορος, καί έν σεμνότητι, καί δικαιοσύνη πορεύεσθαι, αξίωσαν με δέομαι, έν τω βίω τουτω τώ ρέοντι, ως άν θεαρέστως, βιώσας τών άγήρων αγαθών, μέτοχος γένωμαι ενδοξε, τη θερμή δεήσει σου.


Το Σώσον ό Θεός τόν λαόν σου κ.λ.π.

Ώδή ζ'. Παίδες Εβραίων.

Ρείθροις πηγών έκ σωτηρίου, καταπράϋνον παθών μου τάς καμίνους, καί πρός ΰδωρ τερπνόν, ζωής καί άπαθείας, Αίκατερίνα πάνσοφε, ΐθυνόν με ταϊς εύχαίς σου.

’Έχουσα Μάρτυς παρρησίαν, τω νυμφίω σου Χριστω τώ Ζωοδότη, μή έλλίπης άεί, θερμώς καθικέτευειν, Αίκατερίνα πάνσοφε, υπέρ τών σοι προσιόντων.

Σΰναψον Μάρτυς τή άγάπη. καί άπλότητι καί τή φιλαδελφία, τούς την σήν εύλαβώς, αίτοΰντας μεσιτείαν, καί τών σκανδάλων κόπασον, άπασαν οχλαγωγίαν.

Βλέμματι Μάρτυς φιλευσπλάγχνω, κατοικτείρηοον ήμάς χειμαζομένους, καί ειρήνην στερράν, καί ψυχικήν γαλήνην, Αίκατερίνα βράβευσαν, τοίς πιστώς σε εύφημοΰσι.

Θεοτοκίον.
Έλαιον θείων οίκτιρμών σου, καί χρηστότητος  τον γλυκερόν χειμάρρουν, τοίς έν πόνοις πολλοΐς, δεινώς όδυνωμένοις, έπόμβρησον Πανάμωμε, ως κρουνός τής εύσπλαγχνίας.


Ωδή η'. Τόν Βασιλέα.
Ίσχύν και ρώμην, κατά παθών ολέθριων, τή πρεσβεία σου Αίκατερίνα δίδου, τοίς ύπερυψοϋσι, τόν σε ένισχυκότα.

"Ανωθεν σκέπεις, τους ατενίζοντας Μάρτυς, πρός τήν ενθερμον και κραταιάν σου σκεπήν, τούτοις λυτρουμένη, πολυειδών κινδύνων.

"Ιλεων Μάρτυς, καί εύμενή τοίς σοΐς δούλοις, τόν νυμφίον σου θές ώ Άθληφόρε, ώς πολλά πρός τοϋτον, ίσχύουσα θεόφρον.

Θεοτοκίον.
Σωτηριώδη καταφυγήν εύ είδώς σε, τήν ελπίδα μου τής σωτηρίας Κόρη, τή σή δυναστεία, άνέθηκα εις τέλος.


Ωδή θ'. Κυρίως Θεοτόκον.
Αγγέλων συμπολίτις, Αίκατερίνα ουσα, μή διαλίπης ήμάς έποπτεύουσα, τούς άκλινεί διανοία σοι προσανέχοντας.

Μαστίγων ψυχοφθόρων, καί πάσης έπηρείας, άμεταπτώτους ήμάς διαφύλαττε, Αίκατερίνα Θεόφρον αξιοθαύμαστε.

Ήλιου τοϋ άδύτου, τήν αΐγλην δεχόμενη, Αίκατερίνα Παρθένων ώράϊσμα, τη τής ψυχής μου σκοτόμαιναν άποδίωξον.

Θεοτοκίον.
Ναόν με φωτοφόρον, τής θείας έπιπνοίας, δι’ ενάρετου ζωής Κόρη έργασαι, τόν αληθή Θεοτόκον όμολογοΰντά σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαΐρε τής σοφίας μύστις λαμπρά, καί τής εύσεβείας δημηγόρος περιφανής· χαίροις παρθενίας, ή εΰπνους μυροθήκη, Αίκατερίνα Μάρτυς, αξιοθαύμαστε.

Σώματος έμπρέπουσα καλλονή, καλή καί ώραία, άνεδείχθης καί τήν ψυχήν, τω 'Ωραίω κάλλει, υπέρ υίους ανθρώπων, καί Τούτω ένυμφεύθης άφθόρως ενδοξε.

Χαίροις καλλιπάρθενε ευκλεής, χαίροις τών Παρθένων, καί Μαρτύρων ή κορωνίς χαίροις τοϋ Σωτήρος, ή πανολβία νύμφη, σεμνή Αίκατερίνα ήμών βοήθεια.

Τής Αλεξάνδρειάς ώφθης βλαστός, καί Σιναίου ’Όρους, άντιλήπτωρ καί άρωγή, καί πάσης Εκκλησίας, λαμπάς τηλαυγεστάτη, Αίκατερίνα άνθος αγνείας εϋοσμον.

Πρόσωπον πρός πρόσωπον τόν Χριστόν, άγλαώς όρώσα, τόν νυμφίον σου τόν σεπτόν, αύτόν έκδυσώπει, σοφή, Αίκατερίνα, ήμίν παρασχεθήναι, πταισμάτων άφεσιν.

Σκέπη καί άντίληψις και φρουρός, εσο Άθληφόρε, τοίς τιμώσί σε εΰλαβώς, νόσων καί κινδύνων, και πάσης άλλης βλάβης, ήμάς έκρυομένη, ταϊς ίκεσίαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τό Τροπάριον.

"Ηχος πλ. α'. Τόν Συνάναρχον Λόγον.

Τήν Πανεύφημον νύμφην Χριστού ύμνήσωμεν, Αίκατερίναν τήν θείαν και πολιούχον Σινά, τήν βοήθειαν ήμών και άντίληψιν, ότι έφίμωσε λαμπρώς, τούς κομψούς τών άσεβών τού Πνεύματος τή δυνάμει· και νϋν ως μάρτυς Κυρίου στεφθεΐσα, αίτείται πάσι τό μέγα ελεος.

Ό Ίερεΰς μνημονεύει καί ποιεί τήν ’Απόλυσιν.

ΕΙτα Προσόμοιον. "Ηχος β'. "Οτε έκ τοϋ ξύλου.

Μάρτυς καλλιπάρθενε Χριστού, νύμφη ευκλεής τοΰ Σωτήρος, Αίκατερίνα σοφή, σώζε τούς ίκέτας σου, έκ πάσης θλίψεως, καί δεινών περιστάσεων, και νόσων καί πόνων, καί πάσης φαυλότητος τού κοσμοκράτορος· σού γάρ ή πρεσβεία μεγίστην, κέκτηται ίσχύν Άθληφόρε μη ούν ύπερίδης τούς τιμώντάς σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης