Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Άξιον εστίν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Άξιον εστίν

Δευ Νοε 12, 2012 11:01 am
Παρακλητικός Κανών εἰς τὴν Ὑπεραγίαν Θεοτόκον Ἄξιον ἐστίν

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Άξιον εστίν Toaxio10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ εξής τροπάρια.

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀπ’ οὐρανοῦ ξένῃ μορφῇ ὡς ἐπέστη, ὁ Γαβριὴλ τῶν ἀσωμάτων ὁ ἄρχων, τῇ σῇ Εἰκόνι ἔστη καὶ ἐβόησεν• Ἄξιον ἐστὶν Ἁγνή, ἀνυμνεῖν καὶ δοξάζειν, ὡς ἀειμακάριστον, τοῦ Θεοῦ σε Μητέρα. Ἀλλ’ ὦ Παρθένε Δέσποινα ἡμᾶς, τῇ κραταιᾷ σου, πρεσβείᾳ περίεπε.

Δόξα. Καὶ νῦν. Ὅμοιον.
Καθάπερ γέρας καὶ διάδημα θεῖον, ὁ περιώνυμος ναὸς τοῦ Πρωτάτου, τὴν σὴν Εἰκόνα κεκτημένος γάννυται, ἅπας δὲ ὁ κλῆρός σου ταύτῃ πίστει προστρέχει, Ἄξιόν ἐστι βοῶν, ἀνυμνεῖν καὶ δοξάζειν, σὲ τοῦ Θεοῦ Μητέρα τὴν Ἁγνήν, τὴν ρυομένην ἡμᾶς πάσης θλίψεως.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς:
«Ἄξιον ἐστὶν ὑμνεῖν σε Κόρη. Γερασίμου».

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Ἀφ’ ὕψους ἐπέστη ὁ Γαβριήλ, Μοναχοῦ ἐν εἴδει, καὶ ἐβόα πανευλαβῶς• Ἄξιόν ἐστί σε μακαρίζειν, ὡς τοῦ Σωτῆρος Μητέρα πανάφθορον.

Ξενίσας τῷ ὕμνῳ σου τῷ καινῷ, νυκτὶ ὡς ἐπέστη, τὸν μονάζοντα ὁ φανείς, οὕτω πρέπον ἔλεγε δοξάζειν, καὶ ἀνυμνεῖν τὴν Ἁγνὴν Θεομήτορα.

Ἰσχὺν καὶ παράκλησιν ἀληθῆ, λαμβάνομεν Κόρη, ἐξ Εἰκόνος σου τῆς σεπτῆς, Ἄξιόν ἐστι τῆς καλουμένης, καὶ χορηγούσης, ἡμῖν χάριν ἄφθονον.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Ἁγνὴ Θεοτόκε, τὸν σὸν κλῆρον τὸν εὐαγῆ, Ἄθω τὸ περίοπτόν σου Ὄρος, πάσης ἀνάγκης καὶ βλάβης ἀπάλλαττε.


Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.
Νᾶμα ἄϋλον βλύζει, ἡ σὴ Εἰκὼν Ἄχραντε, Ἄξιον ἐστὶν ἀοράτως, ἐπισκιάσει σου, θείας χρηστότητος, καὶ γλυκασμὸν σωτηρίας, τοῖς πιστῶς προσπίπτουσι, ταύτῃ ἑκάστοτε.

Ἐν νυκτὶ ὡς ἐπέστη, ὕμνον τὸν σὸν ἔψαλλε, ξένῃ ἐν μορφῇ Θεοτόκε, πρὸ τῆς Εἰκόνος σου, ὁ θεῖος Ἄγγελος, ὃν νῦν μιμούμενοι πίστει, ᾄδομεν δοξάζοντες, τὰ μεγαλεῖά σου.

Σωτηρίαν ἐξαίτει, καὶ τῶν παθῶν λύτρωσιν, τοῖς ἐν τῷ ἁγίῳ σου κλῆρῳ, πιστῶς μονάζουσιν, ὡς ἐπηγγείλω Ἁγνή, καὶ εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἰκόνα σου, Θεογεννήτρια.

Τὴν σεπτήν σου Εἰκόνα, καὶ θαυμαστὴν Ἄχραντε, Ἄξιόν ἐστιν ἣν καλοῦμεν, ὥσπερ ἁγίασμα, περικυκλοῦντες πιστῶς, καὶ ἁσπαζόμενοι πόθῳ, ἐξ αὐτῆς λαμβάνομεν, χάριν καὶ ἔλεος.


Διάσωσον Θεοκυῆτορ τὸν κλῆρόν σου πάσης βλάβης, τὸν ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντα, ᾗ πάλαι ᾖσεν Ἀρχάγγελος τὸν σὸν ὕμνον.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἤχος β΄. Πρεσβεία Θερμή.

Προστάτιν θερμήν, ὁ Ἄθως σε πεπλούτηκε, καὶ πίστει Ἁγνή, τὴν ἱερὰν Εἰκόνα σου, τὴν καλουμένην Δέσποινα Ἄξιόν ἐστιν περιπτύσσεται, καὶ ἐκβοᾷ ἐκ βαθέων ψυχῆς• Μὴ παύσῃ Παρθένε περιέπων με.


Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἱερὸν φυλακτήριον, καὶ σεπτὸν ἀγλάϊσμα τὴν Εἰκόνα σου, ὁ ναὸς Πρωτάτου κέκτηται, Ἄξιόν ἐστι τὴν ὑπερθαύμαστον.

Νοσημάτων ἀπάλλαξον, καὶ παντοίων πόνων καὶ περιστάσεων, τοὺς προσπίπτοντας Πανάμωμε, Ἄξιόν ἐστι σῷ Ἐκτυπώματι.

Ὑπερύμνητε Δέσποινα, ἡμῶν τὰς δεήσεις προσδέχου πάντοτε, ὡς ἐδέξω πάλαι Ἄχραντε, τὸν τοῦ Ἀρχαγγέλου ὕμνον ἅγιον.

Μοναστὴς ὁ θεόληπτος, ἐν πλακὶ ὡς εἶδε τὸν ἐγχαράξαντα, τῷ δακτύλῳ τὸ μελώδημα, ἔκπληκτος ἀνύμνει σε Πανύμνητε.


Ὠδη ε’. Φώτισον ἡμᾶς.
Νύκτα τῶν παθῶν, τῷ φωτὶ τῆς σῆς λαμπρότητος, ἀποδίωκε Παρθένε ἀφ’ ἡμῶν, τῶν ἐν πίστει προσπιπτόντων τῇ Εἰκόνι σου.

Ἔχει ὁ ναός, τοῦ Πρωτάτου Παναμώμητε, ὡς θησαύρισμα ὦ Ἄξιόν ἐστι, τὴν Εἰκόνα σου τὴν θείαν σεμνυνόμενος.

Ἴδε συμπαθῶς, τοὺς ἑστῶτας μετὰ πίστεως, τῇ Εἰκόνι σου ὦ Ἄξιον ἐστι, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.

Νόσων χαλεπῶν, καὶ ποικίλων περιστάσεων, καὶ ἐχθρῶν τῶν ἀοράτων τῆς φθορᾶς, ἀνωτέρους ἡμᾶς φύλαττε Πανύμνητε.


Ὠδὴ στ’. Τὴν δέησιν.
Σωτῆρος, καὶ τοῦ Θεοῦ ὡς Μητέρα, ἀνυμνών σε ὁ φανεὶς ἀνεβόα, ἄξιον ὄντως ἐστὶ τοῦ δοξάζειν, καὶ μακαρίζειν τὴν μόνην Πανύμνητον, ὧν μοναχὸς ὁ εὐλαβής, ἐπακούσας ἐξίστατο Δέσποινα.

Ἐν πίστει, ἐν τῷ ναῷ τοῦ Πρωτάτου, προσιόντες τὴν σεπτήν σου Εἰκόνα, πανευλαβῶς προσκυνοῦντες βοῶμεν• Ἄξιον ὄντως ἐστὶ μακαρίζειν σε, οἷα Μητέρα τοῦ Θεοῦ, καὶ τοῦ Ἄθω προστάτιν καὶ ἔφορον.

Κατεῖδεν, ὁ μοναστὴς ξένον θαῦμα, τῷ δακτύλῳ χαραχθεῖσαν τὴν πλάκα• νῦν δὲ ἡμεῖς τῇ σεπτῇ σου Είκόνι, παρεστηκότες βοῶμεν ἐν θαύματι• Θεογεννῆτορ Μαριάμ, σὺ ἡμῶν προστασία καὶ ἔφορος.

Ὁ ὕμνος, ὃν Γαβριὴλ πάλαι ᾖσε, τῇ ἁγία σου Εἰκόνι Παρθένε, διαβεβόηται πάσῃ τῇ κτίσει, καὶ Ἐκκλησία Χριστοῦ ἡ Ὀρθόδοξος, σὺν Ἄθωνι τῷ εὐαγεῖ, ἀνυμνεῖ τὰ πολλὰ μεγαλεῖά σου.


Διάσωσον Θεοκυῆτορ τὸν κλῆρόν σου πάσης βλάβης, τὸν ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντα, ᾗ πάλαι ᾖσεν Ἀρχάγγελος τὸν σὸν ὕμνον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Τὴν φωνὴν τοῦ Ἀρχαγγέλου πιστῶς κράζοντες, Κεχαριτωμένη Μῆτερ Ἀειπάρθενε, Ἄξιον ἐστὶν ὡς ἀληθῶς βοῶμέν σοι, μακαρίζειν σε καὶ ἀνυμνεῖν τὴν παμμακάριστον ἀεί, καὶ Μητέρα τοῦ Κτίσαντος• Σὺ γὰρ Θεογεννῆτορ, Ἄθωνος προστασία, καὶ μεσιτεία πρὸς Θεόν, ἡμῶν πάντων ἀκαταίσχυντος.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Άκουσον, θύγατερ, καί ίδε, καί κλΐνον τό ούς σου, καί έπιλάθου του λαοϋ σου, καί του οίκου του πατρός σου, καί έπιθυμήσει ό Βασιλεύς τού κάλλους σου.

Ευαγγέλιον Έκ του κατά Λουκάν (Κεφ. α' 24 - 38).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς• καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπε• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ελεήμον, ελέησόν με ο Θεός...
Προσόμοιον.
΄Ήχος β’. Όλην αποθέμενοι.
Νύκτωρ ὁ Ἀρχάγγελος, τῷ Μοναχῷ ὡς ἐπέστη, ᾖσε τὰ προοίμια, τοῦ ἁγίου ὕμνου σου Ἀειπάρθενε• νῦν ἡμεῖς Δέσποινα, πίστει παρεστῶτες, τῇ Εἰκόνι σου προσᾴδομεν, ὕμνους βοῶντές σοι• Ἄξιον ἐστὶ μακαρίζειν σε, τὴν μόνην παμμακάριστον, καὶ Θεοῦ Μητέρα τὴν ἄχραντον. Ἀλλὰ Θεοτόκε, βοήθεια ἡμῶν καὶ προσφυγή, μὴ διαλίπῃς παρέχουσα, ἡμῖν τὰ ἐλέη σου.

Σῶσον ὁ Θεὸς τὸν λαό σου.

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ῥήμασι τοῦ Ἀγγέλου, πειθαρχοῦντες Παρθένε πιστῶς προσπίπτομεν, τῇ θείᾳ σου Εἰκόνι, ἐν ᾗ πρῶτον ἐψάλη, ὁ σὸς ὕμνος καὶ κράζομεν• Ἄξιον ὄντως ἐστίν, ὑμνεῖν σε εἰς αἰῶνας.

Ἡ πληθὺς Μοναζόντων, ὁμοφώνος βοῶμέν σοι Παναμώμητε, τὸ Ἄξιόν ἐστί σοι, δοξάζειν καθ’ ἑκάστην, τῇ σωζούσῃ ἑκάστοτε, τὸν κλῆρόν σου τὸν σεπτόν, ἐκ πάσης ἐπηρείας.

Γνωστὸν γέγονε πᾶσι, τὸ ἐν Ἄδειν Παρθένε ἔργον ἐξαίρετον• διὸ τῆς σῆς προνοίας, κηρύττομεν τὴν χάριν, ὁμοφώνως κραυγάζοντες• χαῖρε Παρθένε Ἁγνή, τοῦ Ἄθω προστασία.

Ἐν ναῷ τοῦ Πρωτάτου, τὴν σεπτήν σου Εἰκόνα μετεκομίσαντο, ἐν πάσῃ εὐλαβείᾳ• ᾗ πίστει παρεστῶτες, Θεοτόκε βοῶμέν σοι, Χαῖρε Παρθένε Ἁγνή, τοῦ Ἄθω προστασία.


Ὠδὴ η’. Τὸν Βασιλέα.
Ῥημάτων θείων, ἐνωτισθεὶς τοῦ Ἀγγέλου, Παναμώμητε ὁ εὐλαβὴς μονάζων, ᾖσε γηθοσύνως, τὸν θαυμαστόν σου ὕμνον.

Ἅπας προστρέχων, τῇ θαυμαστῇ σου Εἰκόνι, ἥτις Ἄξιόν ἐστι λέγεται Κόρη, πληροῦται εὐφροσύνης, λαμβάνων τὰς αἰτήσεις.

Σὲ θεῖον ὅρμον, ἐν τῇ θαλάσσῃ τοῦ βίου, ἐπιστάμενοι προστρέχομέν σοι πίστει, καὶ παντοίας ζάλης, λυτρούμεθα Παρθένε.

Ἴδε Παρθένε, ἡμᾶς ἐν ὄμματι θείῳ, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ ἐκδεχομένους, ἐκ ταύτης τὴν σὴν χάριν.


Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Μητράνανδρε Παρθένε, ὡς μανναδόχον στάμνον, τὴν σὴν ἁγίαν Εἰκόνα κατέχοντες, τῆς σῆς προνοίας τὸ μάννα ἀεὶ καρπούμεθα.

Οἱ πίστει σου τῇ θείᾳ, σπεύδοντες Εἰκόνι, ἐν ᾗ ὁ Ἄγγελος ᾖσε τὸν ὕμνον σου, πάσης ἀνάγκης Παρθένε θᾶττον ρυόμεθα.

Ὑμνεῖ ἅπας ὁ Ἄθως, καθ’ ἑκάστην ὥραν, τὰ μεγαλεῖα τὰ σὰ Παναμώμητε, σὺν τῷ Ἀγγέλῳ τὸ Ἄξιόν ἐστι ψάλλων σοι.

Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, Ὄρος τοῦ Ἄθω τὸν ἅγιον κλῆρόν σου, σκέπε καὶ σῶζε ἀπαύστως ἐκ πάσης θλίψεως.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν ἀναβλύζει διηνεκῆ, ἡ θεία Εἰκών σου, ἐν ᾗ πρῶτον ὁ Γαβριήλ, ᾖσέ σου τὸν ὕμνον, ἐν παραδόξῳ τρόπῳ, ἣν προσκυνοῦντες Κόρη σὲ μεγαλύνομεν.

Χαίρει ὁ Πρωτάτου θεῖος ναός, ἔχων ἐν ἀδύτοις, τὴν Εἰκόνα σου τὴν σεπτήν, τὴν ὠνομασμένην, Ἄξιόν ἐστι Κόρη, ᾗ πίστει προσιόντες σὲ μεγαλύνομεν.

Ὤφθη ξένῃ θέᾳ ὁ Γαβριήλ, καὶ τὸν ἀποροῦντα, καθωδήγησε μοναστήν, ᾄδειν καὶ ὑμνεῖν σε, ὡς τοῦ Θεοῦ Μητέρα, καὶ ἐν πλαξὶ τὸν ὕμνον ξένως ἐτύπωσε.

Πάσῃ εὐλαβείᾳ τε καὶ σπουδῇ, ᾖραν ἐκ τοῦ Ἅδειν, τὴν Εἰκόνα σου τὴν σεπτήν, καὶ ταύτην Παρθένε, ναῷ τῷ τοῦ Πρωτάτου, ἐνίδρυσαν ἐν θρόνῳ, ὥσπερ βασίλισσαν.

Πᾶσιν ὃ ἐνήργησας θαυμαστῶς, ἐν Ἅδειν Παρθένε, ἐν τῷ Ὄρει σου τῷ σεπτῷ, ἐμφανὲς κατέστη, καὶ πᾶσα Ἐκκλησία, τὸ Ἄξιον ἐστὶ σοι, ψάλλει ἑκάστοτε.

Τεῖχος καὶ ὀχύρωμα ἀσφαλές, ἔσο Θεοτόκε, τῷ σῷ κλήρῳ τῷ εὐαγεῖ, πίστει καὶ ἀγάπη, ἀπαύστως ἀφορῶντι, πρὸς τὰς θαυματοβρύτους, θείας Εἰκόνας σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ἄξιον ἐστὶν ὡς ἀληθῶς, ψάλλοντες πολλῇ εὐλαβείᾳ, τῇ Θεομήτορι, ἅπαντες προσπέσωμεν, καὶ προσκυνήσωμεν, τὴν αὐτῆς χαριτόβρυτον, καὶ θείαν Εἰκόνα, πάντας ἁγιάζουσαν Ἁγίῳ Πνεύματι• Δέσποινα αὐτῇ ἐκβοῶντες, πλήρου τὰς δεήσεις ἁπάντων, τῶν ἀτενιζόντων τῇ πρεσβείᾳ σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Δίστιχον.

Ἄξιον ἐστὶν ἀνυμνεῖν σε Παρθένε
Γεράσιμος βοᾷ θερμῶς σοι προσπίπτων.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης