Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν

Δευ Νοε 05, 2012 3:57 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Κανών Παρακλητικός εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν Fovera10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Τῆν Φοβερὰν Σου Προστασίαν Παρθένε, δίδου ἡμῖν τοῖς Σὲ τιμῶσιν ἐκ πόθου, ἐκ τῶν ψυχῶν διώκουσα τὸν φόβον τοῦ ἐχθροῦ· φλόγα δὲ ὑπάναψον, τοῦ γλυκέος Υἱοῦ Σου, ἐντολῶν τὴν τήρησιν, ζωηῤῥύτων διδοῦσα, ὅπως ἐγκάρπως φθάσωμεν Ἁγνή, εἰς Βασιλείαν, Αὐτοῦ τὴν τρισπόθητον.

Δόξα. Καὶ νῦν.
Οὒ εποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς
Δέησις τέκνων Σου, ὦ Φοβερὰ Προστασία. Ἀ(θανάσιος).

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.

Δέησιν δέξαι τὴν παροῦσαν Δέσποινα, ἦν ἐκ ψυχῆς Σοι θερμῶς, τέκνα ταπεινὰ Σου, ὡς Μητρὶ προσάγομεν, καὶ δίδου ἡμῖν σκέπην Σου, Φόβεῥὰ Προστασία, δι᾿ ἧς νικήσαι ἰσχύσομεν, βίου λυπηρὰ καὶ ἀντίξοα.

Ἐν τῇ γαστρί Σου τῇ ἁγνὴ κεχώρηται, ὁ τοῦ παντὸς Ποιητής, καὶ ἡγίασε Σε, ὑπὲρ φύσιν ἅπασαν, καὶ Φοβερὰν ἀπέδειξεν, Προστασίαν τοῖς ὅσοι, τὴν Σὴν Εἰκόνα ἀσπάζονται, καὶ πανευλαβῶς Σοι προσπίπτουσιν.

Χερουβεὶμ καὶ Σεραφεὶμ πανήγυρις, τρόμῳ παρίστανται, ἔμπροσθέν Σου Κόρη, τὸ φρικτὸν μυστήριον, τῆς Σῆς λοχείας βλέπουσαι, καὶ οὐδόλως τὸ βάθος, κατανοῆσαι δυνάμεναι, τῆς συγκαταβάσεως τόκου Σου.

Σιγῇ τιμῶνται ἐξ ἀρχῆς τὰ ἄῤῥητα, Κόρη μυστήρια· ὅθεν πῶς Σοὶ δοῦλοι, στόματα ἀνοίξωμεν, καὶ εἴπωμεν τὸ μέγιστον, Φοβερὰ Προστασία, καὶ ὑπὲρ λόγον μυστήριον, τῆς τοῦ Θεοῦ Λόγου Σαρκώσεως;


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερὰν Προστασίαν, καὶ Φοβερὰν ἔχομεν, Σὲ τὴν Παναγίαν Μητέρα, τοῦ Παντοκράτορος· διὸ ἀσφάλειαν, ἐπαισθανόμεθα πᾶσαν, ὡς στρουθοὶ ἀδύναμοι, τῇ θείᾳ σκέπῃ Σου.

Σὲ δαιμόνων τὰ πλήθη, ὡς ἐκ πυρὸς φεύγουσι, κλῆσίν Σου φοβούμενα σφόδρα, τὴν πανευφρόσυνον· ὅθεν οἱ δοῦλοί Σου, ἀδιαλείπτως βοῶμεν· σπεῦδε εἰς βοήθειαν, ἡμῶν Πανάμωμε.

Τετρωμένοι ἀγάπης, Σῆς μητρικῆς Ἄχραντε, πόθῳ προσκυνοῦμεν Εἰκόνα, τὴν ζωοπάροχον, καὶ οὐχ εὑρίσκομεν, κόρον τοῦ ἔρωτος τούτου, ὃν ἀεὶ συντήρησον, ἀπαραμείωτον.

Ἐν κινδύνοις τοῦ βίου, Σὺ Φοβερὰ Δέσποινα, πέλεις Προστασία τοῖς ὅσοι, τὴν θείαν κλῆσίν Σου, ψυχαῖς καὶ χείλεσι, ἔχουσι θεῖον ὡς ἄρτον, τούτους ἐργαστήρια, δεικνῦσα χάριτος.


Διάσωσον, ὦ Φοβερὰ Προστασία, ἀπὸ πάσης ἐπιβουλῆς τοὺς Σοί καταφεύγοντας, καὶ φύλαττε διὰ παντός, προσκυνοῦντας τὴν Σήν Εἰκόνα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τo κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Σὲ Μῆτερ Ἁγνή, εὑρήκαμεν προσφύγιον, πρὸς ἦν ἀσφαλῶς, εὐχὰς ἀνατίθεμεν, ἐν χαρᾷ λαμβάνοντες, αἰτημάτων ἁπάντων τὴν πλήρωσιν· διὸ τιμῶμεν Φοβερά, Προστασία τὴν Εἰκόνα Σου.


ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.
Καιρῷ παντὶ φάνηθι, Μῆτερ Πανάχραντε, Προστασία, Φοβερὰ τοῖς τέκνοις Σου, τῶν πειρασμῶν πᾶσαν τὴν ὁρμήν, ταχὺ καθελοῦσα, καὶ εὐτονίαν χαρίζουσα, πρεσβείαις Σου ἀχράντοις, καὶ γαλήνην καρδίαις, ἥν Υἱός Σου δωρεῖται οὐράνιον.

Νοῦν καὶ ψυχὴν ἄσυλον, ὡς καὶ διάνοιαν, διατήρει, δούλων Σου Θεόνυμφε, τοῦ Ἰησοῦ μνήμην ἱεράν, ταύταις καθιστῶσα, ὡς ἀδιάλειπτον τρύφημα, καὶ κράτει ἀκρατήτους, λογισμοὺς Σὴ ἀγάπη, Φοβερὰ Προστασία παμπόθητε.

Ὡς τῶν ἐχθρῶν πέλουσα, θεία κατάργησις, Προστασία, Φοβερὰ Θεόνυμφε, ἀντιλαβοῦ πάντων τῶν πιστῶς, ἐπικαλουμένων, τὴν Σὴν πρεσβείαν πρὸς Κύριον, καὶ δίδου νικηφόρως, διαβαίνειν παγίδας, πειρασμῶν βίου τούτου δυνάμει Σου.

Νικητικὰ τρόπαια, χάρισαι Δέσποινα, τοῖς Σοῖς τέκνοις, καὶ τειχῶν καθαίρεσιν, ἀπὸ Χριστοῦ τῶν χωριστικῶν, καὶ τὰ ψυχοφθόρα, πάθη εὐχαῖς Σου ἐκῤῥίζωσον, φυτεύουσα ἀγάπης, θείας πάντιμον δένδρον, ἀρετῶν ἀποφέρον τὰ δράγματα.


ᾨδὴ ε´ . Ἵνα τὶ μὲ ἀπώσω.
Σταυρικὴν πολιτείαν, ἐκλεξάμενοι Μῆτερ Χριστοῦ, πορεύεσθαι, τὰ ἡδέα βίου, καὶ τερπνὰ ἐξαρνεῖσθαι δεόμεθα, οἱ σεπτὴν Μορφήν Σου, τὴν κεκλημένην Προστασίαν, Φοβερὰν προσκυνοῦντες, ὦ Δέσποινα.

Ὁ γλυκύτατος ἔρως, τοῦ Δεσπότου Παρθένε ψυχαῖς τῶν δούλων Σου, Σὲ τιμώντων πόθῳ, ἐνσκηνώσαι καὶ πάθη παγχάλεπα, πόῤῥω ἐκδιῶξαι, ἐγκαθιστῶν τὸν θεῖον φόβον, Φοβερὰ Προστασία πρεσβείαις Σου.

Ὑπερήφανον Κόρη, καὶ ὑψαύχενον Ἄγγελον πῶς κατέῤῥαξεν, ὑψηλὴ καρδία, καὶ δαιμόνων ἐποὶησεν ἔξαρχον, βλέποντες ἐν φόβῳ, ἐπικαλούμεθα βοῶντες· ταπεινὴν ἡμῖν αἴσθησιν δώρησαι.

Ὡραιότατος οἶκος, τοῦ Θεοῦ καὶ Δεσπότου πέλει ἐπέραστος, ὅστις ἐν καρδίᾳ φόβον, ἔχει Κυρίου ἀείποτε, καὶ τηρεῖ τοὺς λόγους, Αὐτοῦ Σεμνή, τοὺς σωτηρίους, οἵους δεῖξον ἡμᾶς ἱκεσίαις Σου.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Φοβούμενοι, τὴν ἐκ Σοῦ διάστασιν, ἐξ ἀνθρώπων ἀσθενείας Παρθένε, ἀπὸ ψυχῆς ἐξαιτούμεθα· μεῖνον, ἡμῖν προστάτις καὶ σκέπη καὶ στήριγμα· Σὺ ἔχεις δύναμιν εὐχῶν, ἂς ἡμῖν ἀσθενοῦσι χορήγησον.

Ὁφθάλμισον, Προστασία τέκνα Σου, ὀφθαλμοῖς χερουβικοῖς ἐν τῷ βίῳ, ὥστε ὁρᾶν, τὸν Υἱὸν Σου καὶ μόνον, Οὑ καὶ ὀπίσω πορεύεσθαι θέλομεν, καὶ δόξης τῆς ἐν οὐρανῷ, σὺν Ἁγίων χοροῖς καταξίωσον.

Βαρούμενοι, προσβολαῖς ἀλάστορος, ἐκζητοῦμεν προστασίαν Σου Μῆτερ, τὰ λυπηρά τοῦ παρὸντος αἰῶνος, Σῇ παρουσίᾳ καλῶς καταγλύκανον, καὶ πόῤῥω δίωξον ἡμῶν, τῆς κολάσεως φόβον Πανύμνητε.

Εὑρήκαμεν, Προστασίαν ἄμαχον, Φοβεράν τε Ἄχραντε Κόρη, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Διάσωσον, ὦ Φοβερὰ Προστασία, ἀπὸ πάσης ἐπιβουλῆς τοὺς Σοί καταφεύγοντας, καὶ φύλαττε διὰ παντός, προσκυνοῦντας τὴν Σὴν Εἰκόνα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Προστασία Φοβερά, Μῆτερ πέλουσα, τῶν πιστῶν ἐπακούεις τὴν δέησιν· ὅθεν κλῖνον, τῆς μητρικῆς ἀγάπης μυστικῶς, τὸ οὓς καὶ εἰσάκουσον ἡμῶν, τῶν ταπεινῶν ἱκετικῶς, καὶ θερμῶς αἰτουμένων Σέ· πᾶσαν ἐχθροῦ μανίαν, σκέδασον Σαῖς πρεσβείαις, καὶ τὸν ἁγνὸν φόβον ψυχαῖς, δὸς ἡμῶν Υἱού Σου Ἄχραντε.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39 - 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς


Δόξα. Τοῖς τῇ Φοβερᾷ Σου καὶ θείᾳ Προστασίᾳ, προσπίπτουσι Παρθένε, πταισμάτων δίδου λύσιν.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κόσμου Πλάστην, Ἄχραντε, ἐν Σῇ γαστρὶ συλλαβοῦσα, τῶν Ἀγγέλων τάγματα, δόξῃ ὑπερβέβηκας δικαιότατα· ὅθεν ἀναδέδειξαι, τῶν πιστῶν Παρθένε, καταφύγιον ἐν θλίψεσιν, ἀναθεμένων Σοι, πᾶσαν τῆς ζωῆς αὐτῶν μέριμναν. Ἔγνωμεν γὰρ οἱ δοῦλοι Σου, ὅτι ὑπακούει Σοῦ Κύριος· ὅθεν Προστασία, ὑπάρχουσα Σῶν τέκνων Φοβερά, ἡμᾶς ἀεὶ περιφύλαττε, μητρικῇ ἀγάπῃ Σου.

Οὐδεὶς προστρέχων ἐπὶ Σοί, κατῃσχυμμένος ἀπὸ Σοῦ ἐκπορεύεται, ὦ Φοβερὰ Προστασία, ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Φοβερὰ Προστασία, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζόμενων ἡ γαλήνη, ἡ μόνη σωτηρία τῶν πιστῶν.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥῦσαι τὰ τέκνα Σου Παρθένε, πάσης θλίψεως καὶ συμφορᾶς τοῦ βίου, εὐλογοῦσα ἀεί, χειρῶν ἡμῶν τὰ ἔργα, καὶ δαψιλῶς παρέχουσα, Φοβεράν Σου Προστασίαν.

Ἄνοιξον πύλας Βασιλείας, Παναμώμητε, τοῖς πόθῳ προσκυνοῦσιν, ἱεράν Σου Μορφήν, καὶ αἰτουμένων λύσιν, τοῦ ἄγχους περιστάσεων, καὶ ἰάσεις ἀσθενείας.

Πρόφθασον τοὺς ἀπηλπισμένους, καὶ μὴ ἔχοντας ἐλπίδα Θεοτόκε· Σὺ γὰρ εἰ ἀληθῶς, ἐλπὶς τῶν κλονουμένων, ὧν τὰς ψυχὰς ἀνόρθωσον, Φοβερά Σου Προστασία.

Ῥᾶνον Σὴν χάριν οὐρανόθεν, καὶ ἐκδίωξον τὰ νὲφη ἀθυμίας, ἃ ἐχθρὸς συνωθεῖ, ψυχαῖς τῶν Σὲ ὑμνούντων, καὶ γινωσκόντων Πάναγνε, Φοβεράν Σε Προστασίαν.


ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
Ὅταν ἔλθῃ, ἡμῖν ἡ σκαιωρία, τότε φάνηθι, προστάτις Παναγία, καὶ φωτὶ μητρικῆς, ἀγάπης Σου τὸ σκότος, ταχέως ἀποδίωξον, ἀντεισάγουσα τὴν χάριν.

Σκεύη πάντας, ἀνάδειξον Παρθένε, θείας Χάριτος, τοὺς ὅσοι προσκυνοῦσι, τὴν σεπτήν Σου Μορφήν, καὶ ἐξαιτοῦνται λύσιν, παθῶν ψυχῆς καὶ σώματος, φοβερά Σου προστασία.

Τέκνα πάντες, ἐσμέν Σου Θεοτόκε, εἰ καὶ πάντοτε, οὐ πράττομεν Υἱοῦ Σου, ἐντολὰς σωστικάς, ἀλλὰ τὴν Σὴν Εἰκόνα, ἔχομεν καταφύγιον, καὶ ἐντρύφημα καρδίας.

Ἄλλη Μῆτερ, τοιαύτη προστασία, τοῖς τιμῶσί Σε, οὐκ ἦν οὐκέτι ἔσται· τὸν Θεὸν γὰρ παντός, ἀφράστως τετοκυῖα, εἴληφας χάριν ἄμετρον, καὶ ἀήττητον πρεσβείαν.


ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Ἁγίασον τὰ σώματα καὶ ψυχάς, Φοβερὰ Προστασία τῶν τέκνων Σου τῶν ταπεινῶν, τῶν ἀσπαζομένων Μορφὴν τὴν Σήν, καὶ ταῦτα μεταποίησον, εἰς Ἁγίου Πνεύματος ἱερά· ἐν ὥρᾳ δὲ ἐσχάτῃ, σύναψον τῷ Νυμφίῳ, ἀδιαῤῥήκτως Παναμώμητε.

Στομάτων οὐκ ἀρκοῦσιν αἶνοι πτωχοί, ἐξειπεῖν ὁρμαθὸν θαυμασίων Σου καὶ ἀρετῶν, πλῆθος ἀριθμήσαι ὑπερφυῶν, δι᾿ ὧν κατακεκόσμησαι, παρὰ τοῦ Δεσπότου Κόρη Σεμνή, αἷς στόλισον Σὰ τέκνα, εἰς δόξαν τοῦ Κυρίου, καὶ καταισχύνην πολεμήτορος.

Ἰάματα παρέχεις παντοδαπά, Φοβερὰ Προστασία τοῖς πάσχουσιν καὶ ἐκ ψυχῆς, τὴν χαριτοπάροχον καὶ φαιδράν, Εἰκόνα προσκυνοῦσί Σου, ἦν ὥσπερ παλλάδιον ἱερόν, κατέχοντες τιμῶμεν, τὸν Σὲ ὑπερβαλλόντως, Θεοκυῆτορ μεγαλύναντα.

Ἁγάπης φόβον δίδου ἡμῖν Ἁγνή, ψυχικῶν ὅπως φύγωμεν πτώσεων τὰς ἀτραπούς, καὶ προσκολληθῶμεν τοῦ Σοῦ Υἱοῦ, τῷ παμποθήτῳ ἅρματι, καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν, μετασχῶμεν ἐν τέλει, μετὰ Ἁγίων Πάντων, ὧν Σὺ χοράρχις πέλεις Δέσποινα.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια

Προστασία κέκληται Φοβερά, Ἄχραντε Παρθένε, ἡ Εἰκών Σου ἡ ἱερά, τῶν ἐχθρῶν τὰ πλήθη, φοβίζουσα· πιστῶν δέ, πληροῦσα εὐφροσύνης, καρδίας Πάναγνε.

Φόβον τοῦ Υἱοῦ Σου ἔνθες ἡμῖν, τὸν σωτηριώδη, ἐκδιώκουσα τῶν ψυχῶν, πάντα ἄλλον φόβον, ὅπως πιστῶς τιμῶμεν, Εἰκόνα Σου ἁγίαν, Παρθένε Δέσποινα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε παραστῶμεν τῷ Κριτῇ, ὅπως ἀποδώσωμεν λόγον, τῶν πεπραγμένων ἡμῖν, τότε ῥῦσαι ἅπαντας, φόβου κολάσεως, Παναμώμητε Δέσποινα, σεπταῖς Σου πρεσβείαις, καὶ ἡμῶν προστάτευσον καθικετεύουσα, Ὃν ἐν ταῖς σεπταῖς Σου ἀγκάλαις, μητρικῶς ἐβάστασας ὅτι, Φοβερὰ Προστάτις πέλεις δούλων Σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Διστίχο·

Φάνηθι ἀεὶ Φοβερὰ Προστασία,
Μῆτερ, Σὴν ἐμφέρειαν ἀσπαζομένοις.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης