Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Κουκουζέλισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Κουκουζέλισσαν

Τρι Οκτ 30, 2012 1:18 pm
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Κουκουζέλισσαν


Γερασίμου μοναχου Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Κουκουζέλισσαν Panagi32

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και  τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Θεοτόκου τῇ σεπτῇ προστασίᾳ, προσπεφευγότες ἀνακράξωμεν πάντες, Θεογεννῆτορ Κόρη Ἀειπάρθενε, πάσης περιστάσεως, ἐξελοῦ τὴν Σὴν ποίμνην, πίστει προσκυνοῦσάν Σου, τὴν ἁγίαν Εἰκόνα, Ἣν ἐν τοῖς κόλποις κατέχουσα βοᾷ· τῇ Σῇ δυνάμει, Πανύμνητε ῥώννυμι.

Δόξα. Καὶ νῦν.
Οἱ ἐν τῇ Λαύρᾳ θησαυρὸν χαρισμάτων, παραμυθίαν καὶ παράκλησιν θείαν, καὶ πλοῦτον ἀδαπάνητον ἐνθέων δωρεῶν, πίστει προσκτησάμενοι, τὴν σεπτήν Σου Εἰκόνα, ὕπερθεν ὑψούμενοι, τῶν γηΐνων τῆς τύρβης, καὶ ἐν εἰρήνῃ βοῶμέν Σοι ψυχῆς· μὴ διαλείπῃς, φρουρεῖν ἡμᾶς Δέσποινα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ταῖς λιταῖς ἐπίνευσον, Κόρη τῆς Λαύρας. Γερασίμου.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τεκοῦσα τὸν αἴτιον τοῦ παντός, ὑπὲρ νοῦν καὶ λόγον, ἐχαρίτωσας θεϊκῶς, τὸν Σὸν χαρακτῆρα Θεοτόκε, ἐξ οὗ χαρίτων τὰ ἄνθη δρεπόμεθα.

Ἀνώδυνον βίον διαπερᾷν, καὶ λελαμπρυσμένον, ἀπαθείας ταῖς καλλοναῖς, ἀξίωσον Κόρη τοὺς ἐν Λαύρᾳ, προσπτυσσομένους τὴν θείαν Εἰκόνα Σου.

Ἰσχύος τῆς ἄνωθεν μετασχεῖν, καὶ ἐμφορηθῆναι τῶν τοῦ Πνεύματος δωρεῶν, ἐνίσχυσον Κόρη τοὺς ἐν Λαύρᾳ, ἀνευφημοῦντας τὰ θεῖά Σου θαύματα.

Στρυφνῆς πολιτείας τὰς ἀτραπούς, ἐκκλίνειν Παρθένε, καὶ ὁδεύειν θεοπρεπῶς, τῆς δικαιοσύνης τὰς εἰσόδους, τοὺς προσιόντας Σοι πίστει ἐπίῤῥωσον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λυτρουμένη κινδύνων καὶ συμφορῶν Δέσποινα, καὶ πολυειδῶν συμπτωμάτων, τήνδε τὴν Μάνδραν Σου, ὑψόθεν φάνηθι, ὡς κεκτημένην ἐνθέως, εὐκλεὲς θησαύρισμα, τὴν Σὴν ἐμφέρειαν.

Ἰσχυρὰ προστασία καὶ ἱερὸν στήριγμα, καὶ παραμυθία Παρθένε, γενοῦ ἐν θλίψεσι, τοῖς λιτανεύουσι, τὸ πρόσωπόν Σου τὸ θεῖον, ἐξ οὗ ζωῆς νάματα, ἡμῖν προῤῥέουσι.

Τῆς ἀνάρχου οὐσίας θεοτερπὲς οἴκημα, τῆς ἀϋλωτάτης ἀκτῖνος, τερπνὸν ἀνάκτορον, τὸν χαρακτῆρά Σου, τὸν ὑλικὸν ἀπειργάσω, ἐξ οὗ ἐλλαμπόμεθα, θείοις νοήμασιν.

Ἀναβάσει ἀρίστει διαπαντὸς τείνεσθαι, καὶ τῷ τῆς καθάρσεως φόβῳ, πίστει ἑδράζεσθαι, Κόρη δυνάμωσον, τοὺς ἐν τῇ Λαύρᾳ οἰκοῦντας, καὶ τὴν Σὴν προμήθειαν, ἀεὶ δοξάζοντας.


Διάσωσον, Θεογεννῆτορ Πανύμνητε τὴν Σὴν ποίμνην, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως· ἐν Σοὶ γὰρ αὕτη κρατύνεται καὶ ὑψοῦται.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ φωτισμοῦ, χαρᾶς ἔαρ τερψίθυμον, ταμεῖον ζωῆς, θαυμάτων ξένη θάλασσα, ἐφ’ ἡμῖν θαυμάστωσον, τῆς θερμῆς Σου προνοίας τὸ μέγεθος, καὶ ῥᾶνον ἐν καρδίαις ταῖς ἡμῶν, τῆς ἀγάπης τὸ νέκταρ Παναμώμητε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαστήριον ἔμψυχον, τοῦ τὰς ἁμαρτίας ἡμῶν καθάραντος, ἱλασμὸν πταισμάτων αἴτησαι, καὶ δοχεῖα θεῖα ἡμᾶς ἀνάδειξον.

Συνδεσμεῖσθαι ἐν Πνεύματι, ἐν τῷ τῆς εἰρήνης συνδέσμῳ Δέσποινα, θεοφρόνως καταξίωσον, τοὺς περικυκλοῦντας τὸν χαρακτῆρά Σου.

Ἐξουδένωται Δέσποινα, φάλαγξ τῶν δαιμόνων καὶ καταβέβληται, τῇ δυνάμει τῆς Εἰκόνος Σου, καὶ οἱ ἀσθενοῦντες ἐπιῤῥώννύονται.

Πᾶσαν αἴτησιν πλήρωσον, καὶ τοῖς ἀγαθοῖς Σου ἡμᾶς ἀνύψωσον, καὶ κατάβαλε Θεόνυμφε, τοὺς φρυαττομένους κατὰ τῆς ποίμνης Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῆς καρδίας τὰ συντρίμματα, καὶ νοὸς τὰς ἐκτροπὰς ἀγαθή, τὴν Σὴν εἰρήνην βραβεύουσα τῇ ποίμνῃ Σου.

Νέκρωσον Ἁγνή, τῶν παθῶν ἡμῶν τὸν τάραχον, καὶ κατάλασσε ἀεὶ τῷ Θεῷ, τοὺς προσκυνοῦντας τὸν θεῖον χαρακτῆρά Σου.

Ἔστεπται λαμπρῶς, οἷα θείῳ διαδήματι, τῇ σεπτῇ Σου ἐμφερείᾳ Ἀγαθή, Ἀθανασίου ἡ Λαύρα εὐφημοῦσά Σε.

Ὕφαλον ἐχθρόν, ὀσημέραι ὠρυόμενον, καθ’ ἡμῶν τῶν ταπεινῶν Σου οἰκετῶν, διολέσασα ἀφάνισον τῷ κράτει Σου.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωτήριον, ἀληθῶς καὶ ἄκλυστον, καὶ ἀχείμαστον λιμένα Παρθένε, ἐφευρηκότες τὸν Σὸν χαρακτῆρα, Ὃν ἐδωρήσω ἡμῖν τῇ προνοίᾳ Σου, λυτρούμεθα τῶν δυσχερῶν, καὶ κυμάτων τοῦ βίου ἑκάστοτε.

Ὁλόφωτε, τοῦ Δεσπότου θάλαμε, χρυσαυγέστατε τοῦ κτίσαντος θρόνε, πνευματικῇ, γεωργίᾳ λιταῖς Σου, εὐθυνουμένην ἐλαίαν ἀνάδειξον, ἀθανασίας τοῖς καρποῖς, τὴν Μονήν Σου τῆς Λαύρας ὑμνοῦσάν Σε.

Νευρούμενοι, τῇ ἀμάχῳ σκέπῃ Σου, ὑπεκφεύγομεν τοῦ πλάνου τὰ κέντρα, καὶ ἀρετῶν, πρὸς ὁδὸν τὴν εὐθεῖαν, κατευθυνόμενοι πίστει δοξάζομεν, τῆς Σῆς προνοίας τὴν ῥοπήν, δι’ ἧς σώζεις ἡμᾶς πάσης θλίψεως.

Κυκλοῦντές Σου, τὴν Εἰκόνα Δέσποινα, ὁμοφώνως καὶ πιστῶς Σοι βοῶμεν, ἐν τῇ δυνάμει τῇ Σῇ ἠλπικότες, Δαβιτικῶς τῷ πλουσίῳ ἐλέει Σου, ἀγαλλιώμενοι ἀεί, ἐν ἀδύτῳ φωτὶ τερφθησόμεθα.


Διάσωσον, Θεογεννῆτορ Πανύμνητε τὴν Σὴν ποίμνην, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, ἐν Σοὶ γὰρ αὕτη κρατύνεται καὶ ὑψοῦται.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν μὴ ἐλλείπης Θεόνυμφε, καὶ φρουρεῖν διαπαντὸς ἀστασίαστον, Ἀθανασίου τοῦ κλεινοῦ τὴν λογικὴν ποίμνην Ἁγνή, τὴν προσκυνοῦσαν εὐλαβῶς, τὴν Σὴν εἰκόνα τὴν λαμπράν, καὶ βοῶσαν ἑκάστοτε· λύτρωσιν τῶν πταισμάτων, μέθεξιν τῶν χαρίτων, ἡμῖν ἐξαίτει μητρικῶς, τοῖς προστρέχουσι τῇ σκέπῃ Σου.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.
Καὶ νῦν
Ταῖς Κουκουζελίσσης πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλη ἐξαστράπτουσα, ἀθανασίας τῇ αἴγλῃ, ἱερῶς ἐλάμπρυνας, τοὺς τὰ Σὰ θαυμάσια μεγαλύνοντος, ὧν καὶ νῦν Δέσποινα, ταῖς ἱκετηρίαις, τὰ λυποῦντα ἡμᾶς σκέδασον, καὶ ῥῶσιν δώρησαι, ψυχικὴν ὁμοῦ καὶ τοῦ σώματος, καὶ ἐν γαλήνῃ φύλαττε, καὶ ὁμοφωνίᾳ εὐόδωσον, τὴν Σὴν θείαν ποίμνην, ὑμνοῦσαν τὴν κυρίαν Σου Ἁγνή, καὶ προσκυνοῦσαν ἐκ πίστεως, τὴν σεπτὴν Εἰκόνα Σου.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὁλοτρόπως ὑψοῦσθαι τῶν γηΐνων τῆς σχέσεως Θεονύμφευτε, καὶ νεύειν ἐκ καρδίας, τῇ θείᾳ ἐπιστήμῃ, εὐσεβῶς καταξίωσον, τοὺς προσκυνοῦντας πιστῶς, τὴν θείαν Σου Εἰκόνα.

Ῥάβδος ἔφυς τὸ ἄνθος τῆς ζωῆς ἐν τῷ κόσμῳ κυοφορήσασα, ταῖς θείαις εὐωδίαις, πληροῦν τὴν Σὴν Εἰκόνα, ᾟ πιστῶς προσπελάζοντες, τῶν μυστικῶν δωρεῶν, δρεπόμεθα τὴν Χάριν.

Ἣν τερπνῶς ἡρετίσω μοναζόντων εἰς οἴκησιν θείαν ποίμνην Σου, παράδεισον ὡραῖον, καὶ εὐθαλῆ λειμῶνα, λογικὰ δένδρα φέρουσαν, ταῖς μητρικαῖς Σου λιταῖς, ἀνάδειξον Παρθένε.

Τὴν Σὴν ἄϋλον δόξαν ὑπεμφαίνουσα πᾶσιν ἡ Σὴ ἐμφέρεια, χαρίτων λαμπηδόνας, αὐγὰς ἀθανασίας, ἀπαστράπτει ἑκάστοτε, τοῖς προσκυνοῦσι πιστῶς, Σὲ Κόρη εἰς αἰῶνας.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡλιοβόλοις, μαρμαρυγαῖς τῆς μορφῆς Σου, ἡ τῶν θλίψεων σκεδάζεται ὁμίχλη, καὶ τῶν νοσημάτων, ἐξαίρεται ὁ ζόφος.

Σωματικῶν Σε, καὶ ψυχικῶν ἀλγηδόνων, ἰατήριον πλουτοῦντες Θεοτόκε, σχετικῶς τιμῶμεν, τὴν θείαν Σου Εἰκόνα.
Λελυτρωμένη, ἀπροσδοκήτων κινδύνων, καὶ στενώσεως πικρᾶς καὶ ψυχοφθόρου, τῇ Σῇ προμηθείᾳ, ἡ Λαύρα καθορᾶται.

Ἀθανασίας, διαυγεστάτην πηγήν Σε, ἐπιστάμεθα ἀντλοῦμεν Θεοτόκε, τῆς Σῆς εὐσπλαγχνίας, τὸ ζωηφόρον νᾶμα.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑφάπτουσα τὴν φλόγα, τῆς θεϊκῆς ἀγάπης, ἐν ταῖς καρδίαις ἡμῶν ἐπιφάνηθι, τῶν προσιόντων Παρθένε τῇ ἐμφερείᾳ Σου.

Ῥοώδους ἀμελείας, γηΐνου προσπαθείας, καὶ σαρκικῆς ἐμπαθείας Πανάμωμε, πόῤῥω ἀνάδειξον πάντας τοὺς Σὲ δοξάζοντας.

Ἀφθάρτου πολιτείας, ἀΰλου θεωρίας, καὶ μυστικῆς θεαυγείας ἀξίωσον, ἐπιλαβέσθαι Παρθένε τοὺς Σὲ δοξάζοντας.

Σεισμοῦ λιμοῦ καὶ νόσων, δογμάτων ἀλλοτρίων, καὶ ἐξ ἀνδρῶν τῶν αἱμάτων ὡς γέγραπται, τὴν Λαύραν Κόρη διάσωζε ἀστασίαστον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Χαίρει ἡ Μεγίστη Λαύρα Ἁγνή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ᾗ πιστῶς ἑστῶσα, καὶ πόθῳ προσκυνοῦσα, ὑμνεῖ τὰ μεγαλεῖά Σου, Κουκουζέλισσα.

Τὴν ἐκλελεγμένην τῷ Παντουργῷ, πρὸ πάντων αἰώνων, καὶ τὰς Τάξεις τῶν οὐρανῶν, ὑπερβᾶσαν πάσας, ἐν δόξῃ ἀσυγκρίτῳ, τὴν μόνην Θεοτόκον, ὕμνοις τιμήσωμεν.

Χάρις ἐξεχύθη φωτοειδής, ἐκ τῶν ἀκενώτων, τῆς πηγαίας τῶν δωρεῶν, Πνεύματος Παρθένε, τῇ θείᾳ Σου Εἰκόνι, φωτίζουσα τοὺς πίστει Σὲ μεγαλύνοντας.

Χαίροις τῶν χαρίτων ὁ θησαυρός, τοῦ Ἄθω ἡ σκέπη καὶ προστάτις καὶ προσφυγή· χαίροις ἡ τῆς Λαύρας, ἀντίληψις γλυκεῖα, Ἣν φύλαττε καὶ φρούρει, ἐκ πάσης θλίψεως.

Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τὴν σεπτὴν Εἰκόνα, τῆς τεκούσης ἄνευ σπορᾶς, τὸν παραγαγόντα, ἐκ μηδενὸς τὰ πάντα, Παρθένου Παντανάσσης, καὶ Θεομήτορος.

Σὺ εἶ τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ βροτείου γένους ἡ ἀνάπλασις Ἀγαθή· Σὺ εἶ ἡ φωσφόρος παστὰς τοῦ θείου Λόγου, Ὃν πρέσβευε σωθῆναι τοὺς Σὲ δοξάζοντας.

Κῆπον εὐθυνούμενον μυστικῶς, ἄνθεσι ποικίλοις, τὴν Εἰκόνα Σου τὴν λαμπράν, ἔδειξας ἐν Λαύρᾳ, ἐν ᾟ περιεστῶτες, παθῶν τῆς δυσωδίας ἀπολυτρούμεθα.

Ἥν Σοι ἐδομήσω ἱερῶς, τήνδε Κόρη ποίμνην, Ἀθανάσιος ὁ κλεινός, φύλαττε ἀπαύστως, κινδύνων πολυτρόπων, βραβεύουσα εἰρήνην καὶ ἀγαλλίασιν.

Δέχου ὦ Παντάναξ θείας λιτάς, τῆς ἁγνῆς Μητρός Σου, καὶ τῶν δούλων Σου τῶν πιστῶν, νῦν Ἀθανασίου, καὶ θείου Ἰωάννου, ὁμοῦ καὶ Γρηγορίου, καὶ σῶσον ἅπαντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Αγιος ό θεός, Αγιος Ισχυρός, "Αγιος Αθάνατος, έλέησον ήμάς. (τρίς).

«Δόξα Πατρί,...». Καί νΰν...
Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρησον τάς άνομίας ήμίν, Αγιε, έπίσκεψαι καί ίασαι τάς άσθενείας ήμών, ένεκεν τοΰ ονόματος σου.

«Δόξα... καί νΰν...».
«Πάτερ ημών, ό εν τοίς ούρανοΐς, άγιασθήτω...».
«"Οτι σοΰ έστιν ή βασιλεία...». ’Αμήν.
καὶ τὰ Τροπάρια ταῦτα
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ή Εκτενής, παρά τοΰ Ιερέως καί ή Μνημόνεύσις. Άπόλυσις.
Καί προ τοΰ Δι’ ευχών...
τα παρόντα Τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντες συνειδότι καθαρῷ, καὶ λελαμπρυσμένῃ ἐννοίᾳ, κατασπασώμεθα, τὸ λαμπρὸν ἐκτύπωμα τῆς Θεοτόκου Μητρός, ἐκβοῶντες καὶ λέγοντες, ἐκ πάσης ἀνάγκης, πάσης περιστάσεως, πάσης στενώσεως, ῥύου τὴν Σὴν ποίμνην Παρθένε, τὴν εἰλικρινῶς ἀφορῶσαν, πρὸς τὴν ὀξυτάτην Σου ἀντίληψιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης