Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Παύλο Empty Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Παύλο

Τρι Οκτ 30, 2012 6:33 am
Παρακλητικός Κανών εις τον Ουρανοβάμονα και Θεσπέσιον Απόστολον Παύλον

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Παύλο Paulos10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Ὡς τῶν ἁγίων Ἀποστόλων ἀκρότης καὶ τοῦ Σωτῆρος ἐνθεώτατος μύστης, ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα, Παῦλε παμμακάριστε, ἐκλογῆς θείας σκεῦος, ὅπως λυτρωθείημεν πειρασμῶν καὶ κινδύνων καὶ τῆς μελλούσης τύχοιμεν ζωῆς, οἱ προσιόντες τῇ θείᾳ πρεσβείᾳ σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Αἴτει μοι Παῦλε,θείαν ἀκτῖνα. Γερασίμου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀκτῖσι λαμπόμενος θεϊκαῖς Ἀπόστολε Παῦλε τοῦ νοός μου τὸν σκοτασμό ταῖς σαῖς φωτοφόροις ἱκεσίαις* καὶ τῶν παθῶν τὴν ὁμίχλην διάλυσον.

Ἰλύος με καθαρὸν μοχθηράς παθῶν ἀκαθάρτων καὶ ποικίλων ἁμαρτιῶν, τοῖς ῥείθροις τῶν θείων πρεσβειῶν σου, οὐρανοφοῖτα Ἀπόστολε ἔνδοξε.

Τὸν πάντων Δεσπότην καὶ Λυτρωτήν, ὡς ἔχων μεγίστην παῤῥησίαν ὑπὲρ ἡμῶν ἱκέτευε, Παῦλε θεηγόρε πάσης ῥυσθῆναι ἡμᾶς περιστάσεως.

Θεοτοκίον.
Ἐτέχθη αἱμάτων Σου ἐξ ἁγνῶν ὁ πᾶσι τὸ εἶναι παρεχόμενος ὡς Θεός, ὦ πρέσβευε Πάναγνε Παρθένε, ἁμαρτιῶν μου καθάραι τὸν βόρβορον.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰδὼν φῶς μέγα Παῦλε φωνῆς Χριστοῦ ἤκουσας καὶ κλητὸς Ἀπόστολος ὤφθης θείῳ βουλήματι· ὅθεν ἐνίσχυσον ἡμᾶς φωνῆς εἰσακούειν θείων διατάξεων, ψυχῆς θερμότητι.

Μυστηρίων ἁγίων μύστης σοφὸς γέγονας· ὅθεν μετανοίας πρὸς τρίβον ὁδήγει πάντοτε, Παῦλε πανεύφημε, διὰ ζωῆς ἐναρέτου, τοὺς πιστῶς προστρέχοντας τῇ ἀντιλήψει σου.

Ὁλοτρόπως τῷ πλάνῳ ὑποταχθεὶς γέγονα σκεῦος ἁμαρτίας ἁπάσης, νοΐ ἀγνώμονι· σὺ οὖν με λύτρωσαι ὡς ἐκλογῆς Χριστοῦ σκεῦος, Παῦλε παμμακάριστε, χειρῶν τοῦ δράκοντος.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ τοῦ παντὸς αἴτιον τέτοκας ἀφράστως, Παρθένε, κόσμον καινίζοντα· διὸ ἐγκαίνισον ἐν τῇ ἀθλίᾳ ψυχῇ μου πνεῦμα καθαρότητος καθικετεύω Σε.


Διάσωσον οὐρανοβάμον Ἀπόστολε θεῖε Παῦλε χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.


Αἴτησις και το Κάθισμα.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.

Ἐξ ὕψους λαβών τὴν κλῆσιν, Παῦλε ἔνδοξε, ἐδείχθης Χριστοῦ Ἀπόστολος θεόληπτος· διὸ κἀμὲ ἀνύψωσον γεηρῶν φρονημάτων πρεσβείᾳ σου  καὶ θεϊκόν μοι αἰτεῖ φωτισμόν, ὡς πλήρης φωτὸς τοῦ θείου Πνεύματος.


ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Παθημάτων καὶ θλίψεων καὶ ἐπηρειῶν πικρῶν τοῦ ἀλάστορος ἀνωτέρους Παῦλε φύλαττε,  τοὺς εἰλικρινῶς σὲ μακαρίζοντας.

Ἀσθενείαις τρυχόμενος ταῖς κατὰ ψυχὴν καὶ σῶμα προστρέχω σοι, ἵνα εὔρῳ Παῦλε ἱᾶσιν, ἥν μοι δίδου θᾶττον τῇ πρεσβείᾳ σου.

Ὑψιβάμων γενόμενος καὶ οὐρανοφοίτης Παῦλε Ἀπόστολε χαμαιζήλων με ἀπάλλαξον ἐννοιῶν καὶ λόγων τε καὶ πράξεων.

Θεοτοκίον.
Λύτρωσαί με, Πανάμωμε,  ἐκ τῆς μοχθηρίας τοῦ παναλάστορος τῇ ἀμάχῳ προστασία Σου καὶ εἰρήνην δίδου τῇ καρδίᾳ μου.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔπιδε ἡμῖν οὐρανόθεν Παῦλε ἔνδοξε καὶ παράσχου ὡς θεράπων τοῦ Χριστοῦ, τὰ αἰτήματα ἡμῶν τῶν δεομένων σου.

Θραῦσον τοῦ ἐχθροῦ καθ’ ἡμῶν τὰ μηχανήματα, ἐν ἀγάπῃ καὶ εἰρήνῃ ἀληθεῖ κατευθύνων τὴν ζωὴν ἡμῶν, Ἀπόστολε.

Ἔχων πρὸς Χριστόν παῤῥησίαν πολλὴν Ἅγιε, ὡς Ἀπόστολος Αὐτοῦ θεοειδής, ἡμῖν ἵλεων Αὐτὸν Παῦλε ἀπέργασαι.

Θεοτοκίον.
Ἴασαι Ἁγνή τῆς ψυχῆς μου τὴν ἀσθένειαν καὶ ἁπάσης ἐργασίας πονηράς καὶ κακίστης συνηθείας με ἀπάλλαξον.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκτῖσι λελαμπρυσμένος ταῖς θείαις σκοτασμοῦ ἁμαρτιῶν πολυτρόπων καὶ συμφορῶν καὶ κινδύνων καὶ πόνων, ἀπάλλαξόν με ταῖς σαῖς ἀντιλήψεσιν ὦ Παῦλε σκεῦος ἐκλογῆς, ὡς προστάτης μου θεῖος καὶ ἔφορος.

Ναμάτων πνευματικῶν πεπλησμένος, θεῖε Παῦλε, ἐκ πηγῶν σωτηρίου, τὸ τῆς ἀφέσεως βλῦσόν με ὕδωρ καὶ γλυκασμὸν θεϊκῆς ἀγαθότητος ταῖς εὐπροσδέκτοις σου λιταῖς, πρὸς Χριστὸν τὸν φιλάνθρωπον Κύριον.

Ἀπαύστως ἐν τῷ πελάγει τοῦ βίου χειμαζόμενος ματαίαις φροντίσι, πρὸς τὴν γαλήνην τὴν σὴν καταφεύγω καὶ ἐκβοῶ σοι, ὦ Παῦλε Ἀπόστολε, κυβέρνησόν με ἀσφαλῶς πρὸς λιμένα τοῦ θείου θελήματος.

Θεοτοκίον.
Κινδύνοις κλυδωνιζόμενος πλείστοις ἐκ πολλῶν ἁμαρτιῶν μου ὁ τάλας, ἐπικαλοῦμαι τὴν Σὴν προστασίαν καὶ ἀνακράζω Σοι Κόρη Πανύμνητε· τὰ κύματα τὰ χαλεπά τῶν πολλῶν πειρασμῶν μου κατεύνασον.


Διάσωσον, οὐρανοβάμον Ἀπόστολε θεῖε Παῦλε, χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.

Ὡς εὐσεβείας φωστὴρ καὶ διδάσκαλος καὶ Ἀποστόλων λαμπρὸν ἀκροθίνιον, ἡμῖν εὐμενίζου ἑκάστοτε τὸν πάντων κτίστην Χριστὸν, Παῦλε ἔνδοξε, ὡς ἂν θεῖον ἔλεος εὕρωμεν.


Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. ι΄ 16 -21).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν Σου.

Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεός..
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Παῦλε παμμακάριστε, τῶν Ἀποστόλων ἡ δόξα, ὄργανον θεόπνευστον τοῦ ἁγίου Πνεύματος καὶ πολύφωνον, τῶν πολλῶν θλίψεων κόπασον τὸν σάλον τὸν συνέχοντά με, Ἅγιε καὶ παύλαν δίδου μοι τῶν ὀδυνηρῶν περιστάσεων, εἰρήνην μοι αἰτούμενος καὶ παραπτωμάτων συγχώρησιν, ὡς πλούτων μεγίστην θεόφρον παῤῥησίαν πρὸς Χριστόν, Ὅν ἐκτενῶς καθικέτευε ὑπὲρ τῶν τιμώντων σε.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν μεγίστην σου χάριν ἐφαπλῶν μὴ ἐλλίπῃς ἡμῖν Ἀπόστολε, ὡς ἂν τῶν βουλευμάτων ῥυώμεθα τοῦ πλάνου οἱ ἐν πίστει κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς, εὐλογητὸς εἶ.

Ἰατὴρ νοσημάτων ψυχικῶν ἀνεδείχθης, Παῦλε, τῷ λόγῳ σου· διὸ κἀμὲ νοσοῦντα κατὰ ψυχὴν καὶ σῶμα ἴασαί με κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς, εὐλογητὸς εἶ.

Νομοθέτης ἐδείχθης τῆς ζωῆς τῆς ἁγίας ἐν θείῳ Πνεύματι· διὸ τροπούμενόν με τῆς ἁμαρτίας νόμῳ με ἕλκυσον πρὸς βιοτὴν καθαράν, Παῦλε Κυρίου, στόμα.

Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, σαρκός μου τὰς ὀδύνας καὶ τῆς ψυχῆς τὰ πάθη θεραπεύσασα σῶσόν με εὐλογημένη Ἁγνή, ἵνα Σὲ μακαρίζω.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Γνῶσιν μοὶ δίδου τῆς ἀληθοῦς μετανοίας, Παῦλε, ἔνδοξε ὡς τῆς ἀγάπης μύστης, ἵνα ἐναρέτως Χριστῷ εὐαρεστήσω.

Ἐκ τῆς σῆς γλώττης τῆς σωτηρίας τὸ νέκταρ, Παῦλε ἔνδοξε, Πνεύματι θείῳ βλύζει· ὅθεν γλύκανόν μου τὴν τῆς ψυχῆς πικρίαν.

Ῥώμην μοι δίδου καταπατεῖν τοῦ Βελίαρ, Παῦλε ἔνδοξε, ἰσχὺν τὴν ὀλεθρίαν καὶ ἐν μετανοίᾳ ἀνύειν τὴν ζωήν μου.

Θεοτοκίον.
Ἀγγέλων δόξα, Θεοκυῆτορ Παρθένε, ἀδοξίας με παθῶν τῶν ἀκαθάρτων λύτρωσαι καὶ σῶσον τὸν Σὸν ἀχρεῖον δοῦλον.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίᾳ τῶν σῶν λόγων σόφισον τὸν νοῦν μου καταπατεῖν τοῦ ἐχθροῦ τὰ σοφίσματα καὶ ἐν σοφίᾳ ἀνύειν, Παῦλε, τὸν βίον μου.
Ἰλύος ἁμαρτίας κάθαρον τὸν νοῦν μου πρεσβευτικαῖς σου ἀρδείαις, Ἀπόστολε, ὡς ἂν ἐκφύγω τοῦ πλάνου πᾶν ἐπινόημα.

Ὁ μέγας τοῦ σωτῆρος μύστης, θεῖε Παῦλε μυσταγωγεῖσθαι τῷ λόγῳ σου σθένωσον, πρὸς σωτηρίαν τοὺς πόθῳ σὲ μακαρίζοντας.

Θεοτοκίον.
Ὑδάτων ἀπωλείας ῥῦσαί με, Παρθένε, ἡ τὴν πηγὴν τῆς ζωῆς ἡμῖν τέξασα καὶ ἀπαθείας πρὸς ὕδωρ τὸν νοῦν μου ἴθυνον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἡ καλλονή, Παῦλε θεηγόρε, τοῦ Σωτῆρος μυσταγωγέ, ἐκλογῆς Κυρίου σκεῦος δεδοξασμένον καὶ πάσης Ἐκκλησίας θεῖε διδάσκαλε.

Ἤκουσας ἐξ ὕψους θείας φωνῆς, Παῦλε, σὲ καλούσης μαθητείαν πρὸς ἱεράν, μαθητὴς πυρίνους ἐντεῦθεν ἀνεδείχθης Χριστοῦ τοῦ Ζωοδότου, λόγοις καὶ πράξεσιν.

Ἥλιος ὡς μέγας καὶ φαεινός ἔλαμψας τῷ κόσμῳ, διατρέχων πᾶσαν τὴν γῆν καὶ τοὺς ἐν τῷ σκότει λαοὺς καταφωτίζεις κηρύγματος τῇ αἴγλῃ, Παῦλε Ἀπόστολε.

Βρύει σου ἡ γλῶσσα ῥεῖθρα ζωῆς τοῦ Εὐαγγελίου τὰ διδάγματα τὰ σεπτά καὶ καταποτίζει τὰς λογικὰς ἀρούρας πρὸς θείαν εὐκαρπίαν, Παῦλε Ἀπόστολε.

Ἤνυσας ἀγῶνας ὑπερφυεῖς ὑπὲρ τῆς ἀγάπης τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ ἐν Ῥώμῃ Παῦλε ἐτέλεσας τὸν δρόμον τμηθείς σου τὸν αὐχένα τὸν ἱερώτατον.

Παῦλε τῶν ἀῤῥήτων μυσταγωγέ, Ἀποστόλων δόξα, καθικέτευε ἐκτενῶς ἄφεσιν πταισμάτων καὶ φῶς θεῖον διδόναι παρὰ Χριστοῦ τοῖς πόθῳ σὲ μακαρίζουσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Παῦλε Ἀποστόλων καλλονή, τοῦ Εὐαγγελίου ὁ κῆρυξ ὁ ἐνθεώτατος, στόμα τὸ πολύσοφον Χριστοῦ τοῦ πάντων Θεοῦ, μὴ ἐλλείπης δεόμενος ὑπὲρ τῶν ἐν πίστει προσιόντων, Ἅγιε, τῇ προστασίᾳ σου, ὅπως συμφορῶν καὶ κινδύνων καὶ πολυειδῶν συμπτωμάτων, ἄτρωτοι ἐν βίῳ διαμένωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Πρόσχες, Παῦλε ἔνδοξε, τῇ νῦν δεήσει
Τοῦ Γερασίμου καὶ δίδου τὴν σὴν χάριν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης