proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παρακλητικός Κανών των εν τη Θράκη Αγίων

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1164

ΔημοσίευσηΘέμα: Παρακλητικός Κανών των εν τη Θράκη Αγίων   Πεμ Φεβ 22, 2018 12:18 pm

Παρακλητικός Κανών των εν τη Θράκη Αγίων


Ποίημα του Μητροπολίτου Εδδέσης Ιωήλ

Ευλογήσαντος του ιερέως, ό ψαλμός 142
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έ'λεός σου, δτι έπΐ σοι ήλττισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή ττορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου- Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ήχος δ΄. Ο υψωθής εν τω Σταυρώ.

Τους εν τη Θράκη θεοφόρους αγίους, και πρεσβευτάς υπέρ ημών προς τον κτίστην, Αρχιερείς άξιους και ανάσσοντας, μάρτυρας μονάζοντας, αποστόλους γυναίκας, γηγενείς και άλλους τε, εκ ποικίλων πατρίδων, ικετηρίαις σπεύσαντες ωδαίς, τούτων την χάριν, πιστοί εκζητήσωμεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Είτα ό Ν' ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Άγίως ανύσαντες την οδόν, της Θράκης προστάται, εν τω πλάτει του ουρανού, πάντες εισελθόντες ταις πρεσβείαις, υπέρ ημών ικετεύσατε πάντιμοι

Νικήσαντες πάθη τα ειδεχθή, ως άγγελοι όντως, ουρανόφωτοι εν τη γη, εφάνητε άγιοι της Θράκης, διο ημάς τους σκοτίους φωτίσατε.

Θρακών οι επόπται και οι φρουροί, εκ πάσης στενώσως τον λαόν, λυτρώσατε τάχιστα ταις θείαις, προς τον Χριστόν ικεσίαις πανεύφημοι.

Θεοτοκίον
Ίαται Παρθένε πάσαν πληγήν, ψυχών και σωμάτων, το σον όνομα τάχινως, διο τους εν πίστει σε καλούντας, μη διαλίπης φρουρούσα δυνάμει σου.


ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Μανικής βουλιμίαν, του δυσμενούς δράκοντος, κατά των πιστών της πατρίδος, υμών σκεδάσατε, και ταύτην άγιοι, ευχαίς σκεπάσατε πάσαν, ως αν τα βελτίονα, του βιού κτήσηται.

Ως ωραίοι οι πόδες, υμών Άπόστολοι άγιοι, Μάρκε Άπελλή και Άμπλία, Θράκης οι ήλιοι, διο αυγάσατε, τους εν τω λάκκω πέσοντας, των δεινών αιρέσεων, υμών τη χάρητι.

Τυραννίδος παθών μου, θεοφιλείς μάρτυρες, Στέφανε εξ Αίνου και Δήμε, και οι Γεώργιοι, και οι επίλοιποι της Θράκης πάσης προστάται, ταις υμών δεησεσι, αποτινάξατε.

Θεοτοκίον
Ως μητέρα του Κτίστου, και των βροτών σώτειρα, Δέσποινα οι δούλοι σου χείρας, προς σε εκτείνομεν, καθικετεύοντες, πυρός ασβέστου ρυσθήναι, ταις ικετηρίαις σου, προς τον Φιλάθρωπον.


Διάσωσον, πλειάς αγίων της Θράκης υμών ικέτας, εκ παντοίων του πονηρού περιστάσεων, συμπτώσεων, και στόνου νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αίτησης και το Κάθισμα
Ήχος β’. Τα άνω ζητών.

Προστάται θερμοί, της Θράκης και διδάσκαλοι, φανέντες σεμνοί, ως μάρτυρες αήττητοι, Πατριάρχαι ένδοξοι, Βασιλείς Απόστολοι άγιοι, και γυναικών γεναίων ο χορός πρεσβείες υμών περισκεπάσατε.


Ωδή δ’. Εισακήκοα Κύριε.
Εποπτείας φρουρήσατε, Θράκης την πατρίδα, υμών μακάριοι, απελαύναντες του δράκοντος, πάσαν κακουργίαν και κακόνοιαν.

Επαξίως οι σύλογοι, των Θρακών την μνήμην τε, και τα θαύματα, τα υμετέρα γεραίρουσι, διο εξ ανάγκης τούτους σώσατε.

Ιατήρες ανάργυροι, των επικαλούντων υμών το όνομα, ταις πρεσβείες ανεδείχθητε, άγιοι της Θράκης θεοφώτιστοι.

Θεοτόκιον
Σωστικαίς ενεργείαις σου, των αμαρτιών μου σειράς διάλυσον, Θεοτόκε Αειπάρθενε, ως αν ανυμνώ τα μεγαλεία σου.


Ωδή ε’. Φώτισον ημάς.
Κύριλλε σεμνέ, Βασιλίδος πρωτεπίσκοπε, και οι λοιποί Αρχιερείς του Χριστού, της Θράκης κλήρον, και λαόν λιταίς φωτίσατε.

Όλως τω Χριστώ, τας ψυχάς ημών ιθύνατε, πάσης Θράκης αθλοφόρων οι χοροί, ίνα σχώμεν, την ειρήνην και τον έλεον.

Πέντε αθληταί, Νεομάρτυρες και Σύσσειε, συν τοις άλλοις τοις οπλίταις του Χριστού, υπέρ πάντων, τον Δεσπότην δυσωπήσατε.

Θεοτόκιον
Ώφθης θαυμαστώς, τω σω τόκω κομοσώτειρα, διο δώρησαι το άκος τοις βροτοίς, ασθενούσι, και άλγουσι Αειπάρθενε.


Ωδή στ’. Την Δέησιν.
Ως τείχισμα, αρραγές πανεύφυμοι, πάσης Θράκης τον λαόν του Κυρίου, εξ’ αδοκήτων κακών και προς Χριστόν υμών ευχαίς, ως προστάται φιλόστοργοι άπαντες.

Διάλυσον, χαμερπή φρονήματα, του νοός μου τα οχλούντα με πάνυ, Παρασκευή και σεμνή Μελιτίνη, και Γλυκερία της Θράκης το καύχημα, συν τη Ειρήνη τη κλεινή, γυναικών ευσεβών τα καυχήματα.

Ηδέως σε, ικετεύω άγιε Θεοκύρηξ και Απόστολε Μάρκε, μη διαλίπης ταις σαις φωταυγίαις, καταλάμπρυνων ψυχής μου την σκοτόμαιναν, συ γαρ συνέγραψας σοφώς, του Χριστού το σεπτόν Ευαγγέλιον.

Θεοτόκιον
Νένικηται, Θεοτόκε Άχραντε, κοσμοκράτορος Βελίαρ το κράτος, και ανυψώθη το γένος ανθρώπων, εν δεξιάν του Πατρός τη κυήσει σου, διο απέλασον μακράν, αφ’ ημών του Σάταν την επήρειαν.


Διάσωσον, πλείιάς αγίων της Θράκης υμών ικέτας, εκ παντοίων του πονηρού περιστάσεων, συμπτώσεων, και στόνου νοσημάτων.

Άχραντε, ή διά λόγου τόν Λόγον ανερμηνεύτως, έπ' έσχάτων τών ήμερών, τεκοΰσα δυσώπησον, ώς εχουσα, μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον
Ήχος β’. Τοις των αιμάτων σου.

Ως αντιλήπτορες Θράκης οι μέγιστοι, πάσα η χώρα τιμά τα μνημόσυνα, υμών θεόφρονες ψάλλουσα άσματα, και Εξαιτείται εν πίστει τα πρόσφορα, αυτής γαρ παρέχετε στήριγμα.

Και ευθύς το Προκείμενον. Ήχος δ’.
Θαυμαστός ο Θεός εν τοις Αγίοις αυτού.
Στιχ. Τοις Αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος.
Ευαγγέλιον. Έκ του κατά Ιωάννη
(ιε’ 17-27, ιστ’ 1-2)


Είπεν ο Κύριος τοις εαυτού μαθηταίς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.


Δόξα Πατρί. Ταίς των σων Αγίων.
Και νύν. Ταις της Θεοτόκου.
Προσόμοιον. Ήχος πλ. β’. Όλην αποθέμενοι.
Στίχ. Ελέησον με ο Θεός κατά το μέγα έλεος σου.


Άγιοι πανθαύμαστοι, πάσης της Θράκης προστάται, γηγενείς αυτόχθονες, και πατρίδων άλλων, λαμπρά βλαστήματα, Ασκηταί ένδοξοι μάρτυρες Κυρίου, Βασιλέων η ομήγυρις, θυτών ο θίασος, και Αρχιερέων συνάθροσις γυναίκες αξιάγαστοι, πάντες τω Κυρίω δουλεύσαντες πρεσβείαις άγιαις, ως σχόντες παρρησίαν προς Χριστόν, υπέρ ημών ικετεύσατε, τύχειν τα ωφέλειμα.


Ο Ίερεύς το, Σώσον ο Θεός τον λαό σου.
Ώδη ζ’. Οι εκ της Ιουδαίας.

Των παθών την μανίαν, ηδονών ψυχοκτόνων τας εφαμάρτους ορμάς, σαρκός επαναστάσεις, βροτών των ταλαιπώρων, οι της Θράκης επώνυμοι, ταις ενεργείαις υμών, συστείλατε συντόνως.

Ώσπερ άσωτοι ώμεν, κερατίοις αλόγων ηδυπαθείας ροπών, εσθίοντες οι πάντες, ω άγιοι της Θράκης, διο χείρας εκτείνατε, προς σωτηρίαν ημών, ταχέως θεοφόροι.

Νικολάου Δασίου, Γαβριήλ στεφανίτου, και Επισκόπου ομού, Στεφάνου αθλοφόρου, και του Αγαθαγγέλου, ταις πρεσβείες ελπίζομεν, αποφυγείν οι, πιστοί, πυρός ακατασβέστου.

Θεοτόκιον
Απορεί πάσα κτίσης, Θεοτόκε Παρθένε, των γηγενών η χαρά, πως τέτοκας τον Κτίστην, ανάνδρως και ασπόρως, και Παρθένος διέμεινας, διο υμνούμεν στερρώς, και σε και τον Υιόν σου.


Ωδή η’. Τον Βασιλέα.
Γαύρων δαιμόνων, τας πονηράς επιθέσεις, εναντίον των Θρακών σημειοφόροι, ταις προς τον Δεσπότην, σκεδάσατε πρεσβείαις.

Ίαμα έστιν, αρρωστημάτων παντοίον, η επίκλησις υμών των Θεοφόρων, Θράκης γαρ εύανδρου, τυγχάνετε προστάται.

Ως παραστάται, πολλών ανθρώπων της Θράκης, μη οκνείτε προστατεύοντες απαύστως, τούτους εκ σκανδάλων, του βίου πολυστρόφων.

Θεοτόκιον
Νύν εν τη Θράκη, μετά των άλλων αγίων, Αειπάρθενε βοήθει τους υμνούντας, εν πολλή αγάπη, και πίστει τον Υιόν σου.


Ωδή θ’. Κυρίως Θεοτόκον.
Ιόν της αθείας, παύσατε τελέως, εκ της νεότητος άγιοι ένδοξοι, και προς τα κρείττω τους νέους, ήμεις ιθύνατε.

Ως έχοντες μεγίστην, άγιοι Πατέρες, προς τον Χριστόν παρρησίαν πρεσβεύσατε, υπέρ λαού και του κλήρου, της Θράκης πάντοτε.

Η Θράκη πάσα μέλπει, τους αυτής αγίους, και εκζητεί εξ αυτών την βοήθειαν, τον φωτισμόν και υγείαν, ψυχής και σώματος.

Θεοτόκιον
Λιμήν θαλαττευόντων, εν τω βίω μήτερ, τω πολυφρόντιδι φάνηθι χάριτι, και προστασία και σκέπει τη ση Θεόνυμφε.


Το Άξιον εστι και τα παρόντα Μεγαλυνάρια.
Χαίροις η της Θράκης παρεμβολή, Μάρτυρες Κυρίου, Ιεράρχαι και Βασιλείς, οσίων το πλήθος, γυναίων η χορεία, οι τον Χριστόν ενθέως, υπηρετήσαντες.


Στάχυ και Αμπλία συν Απελλή, Μάρκε θεοφόρε, οι Απόστολοι του Χριστού, της Θράκης άπασης επόπται και προστάται, Χριστού της αληθείας, τα θεία στόματα.

Γεώργιοι πλείστοι οι αθληταί, Νικόλαε Δήμε, Αθανάσιε Μιχαήλ, και πληθύς μαρτύρων, γνωστών και ανωνύμων, υπέρ της Θράκης πάντες, νύνι πρεσβεύσατε.
Ιωάννη άγιε Βασιλεύ, συν τω Ιουστίνω, και τω Λεόντι τω τρανώ, Βασιλείς Κυρίου, θεόφρονες εν πάσι, υπέρ ημών απαύστως, καθικετεύσατε.

Δεύτε την χορείαν των ασκητών, και των οσίαθλων, την παράταξην οι πιστοί, τιμήσωμεν ύμνοις, και ταις ωδαίς συμφώνως, αυτοί γαρ εν τη Θράκη, ως άστρα έλαμψαν.

Πατριάρχαι άγιοι του Χριστού, Επίσκοποι θείοι, και ο θίασος των θυτών, οι το γένος σχόντες, εκ Θράκης της ευάνδρου, μη παύσητε πρεσβείαις, αυτήν φυλάττοντες.

Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ή δωδεκάς, οί άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, είς τό σωθήναι ήμάς.


Τρισάγιον και το Απολυτίκιον των Αγίων
Της ερήμου πολίτης. Ήχος α’.

Των αγίων της Θράκης πολυάρθμον σύλλογον, επαινετικώς ανυμνούμεν βιοτήν αξιέραστον, τα έργα και σημεία θαυμαστά, και πίστιν την Ορθόδοξον ομού, τα μαρτύρια και άθλους πολυειδείς, κραυγάζοντες ομοφώνως΄Δόξα τω αναδείξαντι υμάς, δόξα τω στεφανώσαντι, δόξα τω ενεργούντι δι’ ημών, πάσιν ιάματα.

Είτα εκτενής και απόλυσις,
μεθ’ ην το παρόνΠροσόμοιον.

Ήχος β’. Ότε εκ του ξύλου σε νεκρόν.

Δεύτε πολυάρθμόν χορόν, των σεπτών αγίων της Θράκης, τους θείους μάρτυρας, τους οσίους Γέροντας, γυναίων σύλλογου, Πατριάρχας θεόφρονας, σεμνούς Επισκόπους, ανάκτων τον όμιλον, γνωστούς και άλλους τε, δεύτε ικετεύσωμεν πάντες, την ημών πατρίδα φρουρήσαι, εκ των αδοκήτων περιστάσεων.


Δέσποινα, πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, και λύτρωσαι ημάς, άπό πάσης άνάγκης και θλίψεως.

Τήν πάσαν έλπίδα μου, είς σε άνατίθημι, Μήτερ τοΰ Θεού, φύλαξόν με ύπό τήν σκεπήν σου.


Δι’ευχών….

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Παρακλητικός Κανών των εν τη Θράκη Αγίων
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: