proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παρακλητικός Κανών Οσίου Μελετίου Υψενή Ρόδου

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1166

ΔημοσίευσηΘέμα: Παρακλητικός Κανών Οσίου Μελετίου Υψενή Ρόδου   Τετ Φεβ 14, 2018 9:14 am

Παρακλητικός Κανών Οσίου Μελετίου Υψενή Ρόδου

(Νεκτάριος Μαμαλοῦγκος, nektarios.gr)



Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.



Ψαλμός ρμβ’ (142).


Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.



Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…



Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Τοῦ Μελετίου νῦν Ὁσίου τοῦ νέου, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, Χριστιανῶν τιμήσωμεν, τὴν μνήμην πιστῶς, βίον τούτου ἐκμιμούμενοι, ἀρετὰς τὰς θεοειδεῖς, ἆθλα τὰ ἀσκητικά, πολιτείαν ἀρίστην, ὡς θεῖον πρέσβυν ἔχοντες Χριστῷ, ὅπως πρεσβεύῃ, ἡμῖν δοῦναι ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.



Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὁσίου Μελετίου ἡδὺ μελώδημα.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.


Ὀδμὴν εὐωδίας πνευματικῆς, Μελέτιε Πάτερ, δὸς ὑμνῆσαι σὴν βιοτήν, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, πνευματοφόρε Ὁσίων ἀγλάϊσμα.

Σαρκὸς ἀλγηδόνας ὀδυνηράς, νοὸς ἐτροπάς μου, σὺν τοῖς πάθεσι τῆς ψυχῆς, μετάβαλε μάκαρ σαῖς πρεσβείαις, πρὸς τὸν Σωτῆρα καὶ δὸς τούτων ἄφεσιν.

Ἱκέτευε Πλάστην καὶ Λυτρωτήν, τοῦ δοῦναι πταισμάτων, ἀπολύτρωσιν καὶ παθῶν, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ ὑμνοῦντας Μελέτιε Ὅσιε.

Θεοτοκίον.

Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.



ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὑψηλόφρονος γνώμης παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ δὸς ἄνω Πάτερ φρονεῖν μοι, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἀμετεώριστος πέλων, ἵνα δόξης μέτοχον, Κύριος δείξῃ με.

Μιαρὰς τῶν δαμόνων σὺ στρατιὰς ἤλασας, ἔχθραν κατηγόροις πὐδόλως, μὴ ἐνδεικνύμενος, ταῖς προσευχαῖς καρτερῶν, ἀεὶ Χριστὸν ἱκετεύων, Ὃν ἡμᾶς λυτρώσασθαι, Πάτερ δυσώπησον.

Ἐχθρῶν ῥῦσαί με Πάτερ καὶ ψαλμικῶς Ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τήρει ἀπήμονας, σὲ δὲ τιμώντων ᾠδαῖς, ὡς ταπεινὸς ἦσθα δοῦλος, μνήσθητι δεόμεθα, ἐν ὥρᾳ κρίσεως.

Θεοτοκίον.

Λοιμοῦ λύτρωσαι πάντας ὡς συμπαθὴς Δέσποινα, ἣ οὐλὰς ψυχῶν σωμάτων βαλσάμῳ χάριτος, ταῖς μητρικαῖς πρὸς Θεόν, παρακαλεῖς μεσιτείαις, ταχὺ θεραπεύουσα, πάθη τ’ ἐλαύνουσα.



Διάσωσον, ὦ θεοφόρε Μελέτιε, δεινῶν μάνδραν τῆς Ὑψενῆς, καὶ τοὺς πιστοὺς ῥῦσαι περιστάσεων, τοὺς μνήμην σήν, πόθῳ ἐπιτελούντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν καὶ πρέσβυν πρὸς Φιλάνθρωπον, πτωχῶν ἀρωγόν, πασχόντων ἀντιλήπτορα, ὁδηγὸν κεκτήμεθα, σὲ μάκαρ τῶν πιστῶν πληθὺς κράζοντες· σπεῦσον ταχέως ῥῦσαι συμφορῶν, ὀργῆς ἀνάγκηγς κινδύνων καὶ θλίψεων.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἐξαιρέσεων λύτρωσαι, εἰδωλολατρίας τρισμάκαρ ἅπαντας, τοὺς ζητοῦντας σὴν ἀντίληψιν, καὶ παράσχου βίον ἀνεπίληπτον.

Τῶν λειψάνων σου χάρισιν, ὧν λελαμπρυσμένων εκ θείου Πνεύματος, νῦν κἀμῶν τῶν ἀνυμνούντων σε, ἴασαι ταχὺ ψυχῆς νοσήματα.

Ἰσχὺν δίδου τοῖς πάσχουσι, λύπην τῆς καρδίας ἡμῶν ἀφάνισον, καὶ χαρᾶς Χριστοῦ καταύγασον, τῷ φωτὶ τοὺς μέλποντάς σε Ἅγιε.

Θεοτοκίον.

Ὅπως ἵλεως γένηται, ἡμῖν ὁ Υἱός Σου ὁ πολυεύσπλαγχνος, δυσωποῦμέν Σε πανύμνητε, πάντας ἐκλυτρώσασθαι κολάσεως.



ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὕψωσον Θεῷ, ὦ Μελέτιε τὰς χεῖράς σου, καὶ πθῶν κόπασον τὴν ζάλην λιταῖς, σαῖς πρὸς Σωτῆρα, γαλήνην θείαν δωρούμενος.

Ἦρας τὸν Σταυρόν, τοῦ Χριστοῦ ἐπ’ ὤμων Ὅσιε, οὗ τῇ δυνάμει περιχαράκωσον, ἵνα δαιμόνων, κἀμεῖς τροπούμεθα φάλαγγας.

Δήλην τῆς ἁγνῆς, τὴν εἰκόνα Πάτερ εἵλκυσας, διὸ κἀμῶν ἕλκυσον ἄνω τὸν νοῦν, ὅπως ἀκτίστου Φωτός, τὴν θεάν κατίδωμεν.

Θεοτοκίον.

Ὕμνοις λιγυροῖς, μεγαλύνομέν Σε ἄχραντε, τὸν ἀχώρητον χωρήσασα γαστρί, Ὃν ἐκδυσώπει ἡμᾶς, τρυφῆς ἀξιώσασθαι.



ᾨδὴ στ΄. Τὴν δέησιν.

Μετάνοιαν, πρὸς καλήν με ἴθυνον, καὶ πρὸς τρίβους τοῦ Χριστοῦ σωτηρίους, θεοπρεπῶς, ἱερώτατε Πάτερ, τῶν μοναστῶν καὶ πιστῶν ἐγκαλλώπισμα, τὸν μέλποντα περιχαρῶς, ἀρετάς σου καὶ θεῖα παλαίσματα.

Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅ,τι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Μελετίου λιταῖς Σῶτερ σῶσόν με.

Λευκόχροον, τὴν ψυχὴν ἀνάδειξον, ἀποκάθαρον παθῶν προσευχαῖς σου, νόσων δεινῶν, πειρασμῶν με ὀδύνης, ὦ Πάτερ ῥῦσαι κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.

Θεοτοκίον.

Ὦ Δέσποινα, ἐκ παθῶν με νήστευσον, καὶ δυνάμει Σου ἐνίσχυσον θείᾳ, ὅ,τι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια, ἀεὶ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.

Διάσωσον, ὦ θεοφόρε Μελέτιε, δεινῶν μάνδραν τῆς Ὑψενῆς, καὶ τοὺς πιστοὺς ῥῦσαι περιστάσεων, τοὺς μνήμην σήν, πόθῳ ἐπιτελούντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ τῶν Χριστιανῶν πέλεις Ὅσιε, καὶ μεσίτης πάντων τῶν πιστῶν πρὸς τὸν Κύριον, σὺ θεόφρον, τῶν μοναστῶν ἐδείχθης ὁδηγός, διὸ πρόφθασον θεῖε ποιμήν, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε, ἴασαι ἀσθενοῦντας, ἐκλύτρωσαι δαιμονῶντας, ἡμᾶς ἐκ βλάβης ἐξελοῦ, καὶ ἀνάγκης ἀξιάγαστε.



Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίους Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...


Μὴ οὖν ἀποῤῥίψης με, σαρκὸς τὸν μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα ὁ πανάθλιος, Ὅσιε σῶσόν με, λιταῖς πρὸς Κύριον, ὦ Μελέτιε πανθαύμαστε, ἴασιν δώρησαι, ἄμφω καὶ κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου, ὅπως ἀνυμνῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω τοῖς ᾄσμασιν, ἄθλους καὶ καμάτους σου.



ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Δαιμόνων καθαιρέτα τῶν αἱρέσεων θράση καὶ τῶν βαρβάρων ὀφρύν, Μελέτιε παμμάκαρ, κατάβαλε ἐν τάχει, ἵνα χαίροντες μέλπωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἡμᾶς εὐσεβοφρόνως ἀνυμνοῦντά σε κλέος τῶν Ὀρθοδόξων λαῶν, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ εὐκλείας ἀξίωσον, τῆς Βασιλείας Θεοῦ, Μελέτιε θεόφρον.

Μετὰ τῶν Ἀσωμάτων αὐλιζόμενος Πάτερ καὶ τῶν Ἁγίων Χριστόν, ἱλέωσαι λιταῖς σου, κολάσες ῥυσθῆναι, θεοφόρε τοὺς κράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἁγνὴ νῦν καθορῶμεν ἀπειρόγαμον Νύμφην Σὲ ὡς κατείδε Μωσῆς, ἐν τῲ Σιναίῳ Βᾶτον, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν, διὸ τὴν φλόγαν παθῶν, ἡμῶν σβέσον Παρθένε.



ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γῆθεν ἀνῆλθες, πρὸς τὴν Σιὼν θεῖε Πάτερ, τοῦ ποθεῖν ὁρᾶν Χριστὸν Νυμφίον, ὅθεν προσευχαῖς σου, σὸν πόθον ἡμῖν δίδου.

Ἐλέους θείου, καὶ δωρεῶν πάντας πλήρου, καὶ Μονὴν τῆς Ὑψενῆς τιμῶσαν, σὲ τὸν ἀνευρόντα, εἰκόνα τῆς πανάγνου.

Ὦ πανοικτίρμον, σῶσον λιταῖς Μελετίου, τοὺς πιστῶς ἀπαύστως Σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ῥῦσαι γεένης, τῶν οὐρανῶν πλατυτέρα, γηγενῶν τ’ ἁγνὴ ἁγιωτέρα, ἡμᾶς Σὲ ὑμνοῦντας, καὶ σκέπε πάσης βλάβης.



ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον δὸς βίον, φύλαττε μοι Σῶτερ, τοῦ Μελετίου λιταῖς τὸν προσφέροντα, τόνδε τὸν ὕμνον καὶ πάντας διάσωσον.

Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς ὦ σεπτέ, τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.

Ὀρδὰς τῶν ἀλλοπίστων, τρέψον πόῤῥῳ Πάτερ, ἡμᾶς τοὺς ἐπαπειλοῦντας δουλῶσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων ἀεὶ τιμώντων σε.

Θεοτοκίον.

Ὑψίστου ἡ καθέδρα, Ὑψενὴ ὑπάρχεις, διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.



Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις ὁ τῆς Λάρδου θεῖος βλαστός, ἄνθος τῶν Ῥοδίων, Ἐκκλησίας λαμπρὸς ἀστήρ, ὁ διδασκαλίαις, Χριστιανοὺς στηρίξας, τῇ πίστει ἐν δουλείας, χαλεποῖς ἔτεσιν.

Χαίροις ὑπὸ δένδρου ῥίζης εὑρών, εἰκόνα Παρθένεου, ἐν τῷ τόπῳ τῆς Ὑψενῆς, καὶ ναῷ ἐγείρας, τὸ πρῶτον εἶτα μάνδρα, ἐν ᾗ ποιμὴν ἀξίως, γέγονας Ὅσιε.

Ὦ κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς ἐγκρατείας, καὶ αὐστηρᾶς νηστείας, δι’ ὧν σὸν βίον Πάτερ, ὄντως ἐκόσμησας.

Ῥῦσαι τῶν παγιδων τοῦ πομνηροῦ, τοὺς σοὺς ἐξυμνοῦντας, θείους ἄθλους Πάτερ σοφέ, ἐνάρετον βίον, καὶ πλῆθος θαυμασίων, ἃ ἔτι ζῶν ἐτέλεις, ἐν γῇ πανθαύμαστε.

Ἱκεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, σὴν πανένδοξον ἑορτήν, διδάσκαλε θεῖε, Μελέτιε θεόφρον, καὶ Ὑψενῆς τὴν μάνδραν, τήρει ἀσάλευτον.

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, Μελέτιε μάκαρ, τῶν σοῦ ὑμνολογούντων, τὴν φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.

Ὕβριν ἀποδίωξον ἀφ’ ἡμῶν, πάθη ψυχοφθόρα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος, καρπὸν Μελέτιε.

Μή μοι δὸς Θεῷ τὸ καταφρονεῖν, τῶν παραγγελμάτων, καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ γνῶσιν, Πάτερ τὴν ἔνθεον.

Νόσων τάχυ ἴασαι λοιμικῶν, τοὺς σὲ εὐφημοῦντας, καὶ Μονὴν σκέπε Ὑψενῆς, ἣν ἐν νήσῳ Ῥόδῳ, ἀνήγειρας θεόφρον, τοῖς χαῖρέ σοι βοῶσι, Πάτερ Μελέτιε.

Τοὺς καταφιλοῦντας σεπτὰ ὀστά, κάραν σου ἐν θήκῃ, καὶ εἰκόνα τῆς Ὑψενῆς, ῥῦσαι ἐκ κινδύνων, καὶ χάριν σὴν παράσχου, Μελέτιε Πατέρων, θεῖον ἐντρύφημα.

Σὺν τῷ Κωνσταντίνῳ Ὕδρας βλαστῷ, Νεομάρτυρί τε, μαρτυρήσαντα εὐκλεῶς, ἐν Ῥόδῳ καὶ νήσου, παντάπασιν Ἁγίοις, Μελέτιε δυσώπει, Χριστὸν φιλάγαθον.

Ὕμνον Ὑψενῆ Σοι Γεθσημανῆ, πέμπει κτίσις Μῆτερ, φάτνη σπήλαιον Βηθλεέμ, Ἄγγελοι Ποιμένες, ἀστὴρ Μάγοι σὺν δώρις, γῆ οὐρανὸς ἡμεῖς δέ, Σὲ μεγαλύμομεν.

Γένναν Σου δοξάζομεν Μαριάμ, ἐν ναῷ Κυρίου, θείαν εἴσοδον εὐλαβῶς, Εὐαγγελισμόν τε, Γένναν Μονογενοῦς Σου, λοχείαν σὺν Συνάξει, καὶ Σὴν Μετάστασιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.



Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.



Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις, μοναζόντων ὁδηγός, τῶν Χριστιανῶν ἀντιλήπτωε, Μελέτιε ἱερέ, εὐσεβῶν διδάσκαλος, καὶ στηριγμὸς τῶν πιστῶν, καταπλήττων τοῖς θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ στηριγμὸς τῶν πιστῶν, καταπλήττων τοῖς θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπιστασίαν σου, ἐπιζητούντων θερμῶς, ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.

Δέξαι, ὦ Μελέτιε σεπτέ, ὕμνον ἱερὸν ᾆσμα θεῖον, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς τὴν σὴν κάρα, κατασπαζομένων σου, σὺν τῷ λειψάνῳ ὁμοῦ, Πάτερ, σκέπε πάντας βοῶντας· ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζων καὶ φρουρῶν ἡμᾶς ἐκ θλίψεων.

Σὺ εἶ ὁ προστάτης τῶν πιστῶν, τῆς Μονῆς Ὑψενῆς ὁ κτίτωρ, πασχόντων ὁ βοηθός, δρόσος καὶ ἀνάψυξις, χαρὰ καὶ φῶς τῶν τυφλῶν, ἰατρὸς τῶν νοσούντων τε, τροφὴ δεομένων, σκέπη παραμύθιον, χηρῶν καὶ τῶν ὀρφανῶν, πάντων, ὁδηγὸς ἀντιλήπτωρ, τεῖχος καταφύγιον Πάτερ, τῶν σοὶ προστρεχόντων ὦ Μελέτιε.

Χαῖρε, Θεοτόκε Ὑψενῆς, Κρεμαστῆς προστασία, Τσαμπίκας Λίνδου φρουρά, Φιλερήμου καύχημα, Σκιαδενῆς ἡ ἐλπίς, Ἐλεούσης τὸ στήριγμα, τῆς Φανερωμένης, τεῖχος μετ’ Ἀσκληπειοῦ, τῆς Παντανάσσης χαρά, τῆς Παραμυθίας Ἀφάντου, Ἔμπωνας Ἁμάρτου ἡ φύλαξ, καὶ Νεοχωρίου τὸ ὀχύρωμα.

Ἄνασσα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, αἰωνίου πυρὸς Βᾶτε ἄφλεκτε.

Εἰκόνι προσπίπτω Σοι Ὑψενῆ Μητρόθεε, ῥῦσαί με πυρός, ἵν’ ᾄδω Σοι τὴν ἀξιΰμνητον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Δι’ εὐχῶν.

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Παρακλητικός Κανών Οσίου Μελετίου Υψενή Ρόδου
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: