proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Τά Εγκώμια του Κυρίου ημών Ιησού Χριστού

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1164

ΔημοσίευσηΘέμα: Τά Εγκώμια του Κυρίου ημών Ιησού Χριστού   Τετ Φεβ 07, 2018 2:04 pm

Τά  Εγκώμια του Κυρίου ημών  Ιησού Χριστού

ΣΤΑΣIΣ ΠΡΩΤΗ

Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.

Ἡ ζωὴ πῶς θνήσκεις; πῶς καὶ τάφω οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ Ἅδου τοὺς νεκροὺς ἐξανιστᾶς.
 
Μεγαλύνομεν σέ, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου, δι' ὧν ἔσωσας ἠμᾶς ἐκ τῆς φθορᾶς.

Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεὺ τάφω σήμερον, ἐκ μνημάτων τοὺς θανέντας ἀνιστῶν.

Ἰησοῦ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τί ζητῶν τοὶς ἐν τῷ Ἅδῃ ἐλήλυθας; ἢ τὸ γένος ἀπολύσαι τῶν βροτῶν.

Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῶ κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.

Ἡ ζωὴ ἐν τάφῳ κατετέθης Χριστέ, καὶ θανάτω σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῷ Κόσμῳ, τὴν ζωήν.

Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἐλογίσθης δικαιῶν ἠμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
 
Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὠραϊσας τοῦ παντός.

Ἅδης πὼς ὑποίσει, Σῶτερ παρουσίαν τὴν σήν, καὶ μὴ θάττον συνθλασθείη σχοτούμενος, ἀστραπῆς φωτός σου αἴγλη ἐκτυφλωθεῖς;

Ἰησοῦ γλυκὺ μοί, καὶ σωτήριον φῶς, τάφω πῶς ἐν σκοτεινῷ κατακέκρυψαι; ὢ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς!

Ἀπορεῖ καὶ φύσις, νοερὰ καὶ πληθύς, ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον, τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῆς.

Ὢ θαυμάτων ξένων! ὢ πραγμάτων καινῶν! Ὁ πνοῆς μοὶ χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.

Καὶ ἐν τάφῳ ἔδυς, καὶ τῶν κόλπων Χριστὲ τῶν πατρῶ ὧν οὐδαμῶς ἀπεφοίτησας, τοῦτο ξένον καὶ παράδοξον ὁμού.

Ἀληθὴς καὶ πόλου, καὶ τῆς γῆς Βασιλεύς, εἰ καὶ τάφω σμικροτάτω συγκέκλεισαι, ἐπεγνώσθης πάση κτίσει Ἰησοῦ.

Σοὺ τεθέντος τάφω, πλαστουργέτα Χριστέ, τὰ τοῦ Ἅδου ἐσαλεύθη θεμέλια, καὶ μνημεῖα ἠνεώχθη τῶν βροτῶν.

Ὁ τὴν γῆν κατέχων, τὴ δρακὶ νεκρωθεῖς, σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῆς Ἅδου συνοχῆς.

Ἐκ φθορᾶς ἀνέβης, ἡ ζωή μου Σωτήρ, σοὺ θανόντος καὶ νεκροὶς προσφοιτήσαντος, καὶ συνθλάσαντος τοῦ Ἅδου τοὺς μοχλούς.

Ὡς φωτὸς λυχνία, νῦν ἡ σὰρξ τοῦ Θεοῦ, ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν Ἅδῃ σκοτασμόν.

Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμω συστεῖλαι σέ, τὸν ἀχώρητον ἐν μνήματι σμικρῶ.

Νεκρωθεῖς βουλήσει, καὶ τεθεῖς ὑπὸ γῆν, ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας, νεκρωθέντα παραβάσει μὲ πικρά.

Ἠλλοιοῦτο πάσα, κτίσις πάθει τῷ σῷ, πάντα γὰρ σοὶ Λόγε συνέπασχον, συνοχέα σὲ γινώσκοντα παντός.

Τῆς ζωῆς τὴν πέτραν ἐν κοιλίᾳ λαβῶν, Ἅδης ὁ παμφάγος ἐξήμεσεν, ἐξ αἰῶνος οὓς κατέπιε νεκρούς.

Ἐν καινῷ μνημείω, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστᾶς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.

Ἐπὶ γῆς κατῆλθες, ἴνα σώσης Ἀδάμ, καὶ ἐν γῇ μὴ εὐρηκῶς τοῦτον Δέσποτα, μέχρις Ἅδου κατελήλυθας ζητῶν.

Συγκλονεῖται φόβω, πάσα Λόγε ἡ γῆ, καὶ Φωσφόρος τᾶς ἀκτίνας ἀπέκρυψε, τοῦ μεγίστου γῆ κρυβέντος σου φωτός.

Ὡς βροτὸς μὲν θνήσκεις, ἑκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
 
Δακρυρρόους θρήνους, ἐπὶ σὲ ἡ Ἁγνή, μητρικῶς ὢ Ἰησοῦ ἐπιρραίνουσα, ἀνεβόα. Πῶς κηδεύσω σὲ Υἱέ;

Ὥσπερ σίτου κόκκος, ὑποδὺς κόλπους γῆς, τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν, ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ, Ἀδάμ.

Ὑπὸ γῆν ἐκρύβης, ὥσπερ ἥλιος νῦν, καὶ νυκτὶ τὴ τοῦ θανάτου κεκάλυψαι, ἀλλ' ἀνάτειλον φαιδρότερον Σωτήρ.

Ὡς ἡλίου δίσκον, ἡ σελήνη Σωτήρ, ἀποκρύπτει, καὶ σὲ τάφος νῦν ἔκρυψεν, ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.

Ἡ ζωὴ θανάτου, γευσαμένη Χριστός, ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε, καὶ τοὶς πάσι νῦν δωρεῖται τὴν ζωήν.

Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τὴ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεῖς Ἀδάμ.

Νοεραὶ σὲ τάξεις, ἠπλωμένον νεκρόν, καθορῶσαι δι' ἠμᾶς ἐξεπλήττοντο, καλυπτόμεναι ταὶς πτέρυξι Σωτήρ.

Καθελῶν σὲ Λόγε, ἀπὸ ξύλου νεκρόν, ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο. Ἀλλ' ἀνάστα σώζων πάντας ὡς Θεός.

Τῶν Ἀγγέλων Σῶτερ, χαρμονὴ πεφυκῶς, νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος, καθορώμενος σαρκὶ ἄπνους νεκρός.

Ὑψωθεῖς ἐν ξύλῳ, καὶ τοὺς ζώντας βροτούς, συνυψοίς, ὑπὸ τὴν γῆν δὲ γενόμενος, τοὺς κειμένους δ' ὑπ' αὐτὴν ἐξανιστᾶς.

Ὥσπερ λέων Σῶτερ, ἀφυπνώσας σαρκί, ὡς τὶς σκύμνος ὁ νεκρὸς ἐξανίστασαι, ἀποθέμενος τὸ γῆρας τῆς σαρκός.

Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφῶς, τοῦ Ἀδὰμ ἐξ ἢς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.

Ἐν κρυπτῷ μὲν πάλαι, θύεται ὁ ἀμνός, σὺ δ' ὑπαίθριος τυθεῖς ἀνεξίκακε, πάσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.

Τὶς ἐξεῖποι τρόπον, φρικτὸν ὄντως καινόν, ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον, πάθος δέχεται, καὶ θνήσκει δι' ἠμᾶς.

Ὁ ζωῆς ταμίας, πῶς ὀρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον, πὼς δ' ἐν μνήματι συγκλείεται Θεός:

Λογχονύκτου Σῶτερ, ἐκ πλευρᾶς σου ζωήν, τὴ ζωὴ τὴ ἐκ ζωῆς ἐξωσάση μέ, ἐπιστάζεις καὶ ζωοὶς μὲ σὺν αὐτή.

Ἁπλωθεῖς ἐν ξύλῳ, συνηγάγω βροτούς, τὴν πλευράν σου δὲ νυγεῖς τὴν ζωήρρητον, πάσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.

Ὁ εὐσχήμων Σῶτερ, σχηματίζει φρικτῶς, καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σέ, καὶ θαμβεῖταί σου τὸ σχῆμα τὸ φρικτόν.

Ὑπὸ γῆν βουλήσει, κατελθῶν ὡς θνητός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.

Κὰν νεκρὸς ὠράθης, ἀλλὰ ζῶν ὡς Θεός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.

Κὰν νεκρὸς ὠράθης, ἀλλὰ ζῶν ὡς Θεός, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, τὸν ἐμὸν ἀπονεκρώσας νεκρωτήν.

Ὢ χαρᾶς ἐκείνης! ὢ πολλῆς ἡδονῆς! ἢς πὲρ τοὺς ἐν Ἅδῃ πεπλήρωσας, ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροίς.

Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι' ὧν λέλυμαι παθῶν φθοροποιῶν.  ( αργά)

Κατά σου ρομφαία, ἐστιλβοῦτο Χριστέ, καὶ ρομφαία ἰσχυροῦ μὲν ἀμβλύνεται, καὶ ρομφαία δὲ τροποῦται τῆς Ἐδέμ.

Ἡ Ἀμνὰς τὸν Ἄρνα, βλέπουσα ἐν σφαγῇ, ταὶς αἰκίσι βαλλομένη ἠλάλαζε, συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.

Κὰν ἐνθάπτη τάφω, κὰν εἰς Ἅδου μολῆς, ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας, καὶ τὸν Ἅδην ἀπεγύμνωσας Χριστέ.

Ἑκουσίως Σῶτερ, κατελθῶν ὑπὸ γῆν, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, καὶ ἀνήγαγες ἐν δόξῃ πατρική.

Τῆς Τριάδος ὁ εἷς, ἐν σαρκὶ δι' ἠμᾶς, ἐπονείδιστον ὑπέμεινε θάνατον, φρίττει ἥλιος, καὶ τρέμει δὲ ἡ γῆ.

Ὡς πικρᾶς ἐκ κρήνης, τῆς Ἰούδα φυλῆς, οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο, τὸν τροφέα μανναδότην Ἰησοῦν.

Ὁ Κριτὴς ὡς κριτός, πρὸ Πιλάτου κριτοῦ, καὶ παρίστατο καὶ θάνατον ἄδικον, κατεκρίθη διὰ ξύλου σταυρικοῦ.

Ἀλαζὼν Ἰσραήλ, μιαιφόνε λαέ, τί παθῶν τὸν Βαραββᾶν ἠλευθέρωσας; τὸν Σωτήρα δὲ παρέδωκας Σταυρῶ;

Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι' αὐτὸν τὴ φύσει γέγονας ἄνθρωπος, καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.

Ὑπακούσας Λόγε, τῷ ἰδίῳ Πατρί, μέχρις Ἅδου τοῦ δεινοῦ καταβέβηκας, καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.

Οἶμοι φῶς τοῦ Κόσμου! οἶμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνωδοῦσα γοερῶς.

Φθονουργέ, φονουργέ, καὶ ἀλάστορ λαέ, κὰν σινδόνας καὶ αὐτὸ τὸ σουδάριον, αἰσχύνθητι, ἀναστάντος τοῦ Χριστοῦ.

Δεῦρο δὴ μιαρέ, φονευτὰ μαθητά, καὶ τὸν τρόπον τῆς κακίας σου δεῖξον μοί, δι' ὂν γέγονας προδότης τοῦ Χριστοῦ.

Ὡς φιλάνθρωπος τίς, ὑποκρίνη μωρὲ καὶ τυφλὲ πανωλεθρότατε ἄσπονδε, ὁ τὸ μύρον πεπρακῶς διὰ τιμῆς.

Οὐρανίου μύρου, ποὶαν ἔσχες τιμήν, τοῦ τιμίου τί ἐδέξω ἀντάξιον, λύσσαν εὖρες καταρώτατε Σατᾶν.

Εἰ φιλόπτωχος εἰ, καὶ τὸ μύρον λυπῆ, κενουμένου εἰς ψυχῆς ἰλαστήριον, πῶς χρυσῶ ἀπεμπολεῖς τὸν Φωταυγή;

Ὁ Θεὲ καὶ Λόγε, ὢ χαρὰ ἡ ἐμή, πὼς ἐνέγκω σου ταφὴν τὴν τριήμερον.
νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.

Τὶς μοὶ δώσει ὕδωρ, καὶ δακρύων πηγᾶς, ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν, ἴνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;

Ὢ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ τὴ τοῦ Θεοῦ ἠμῶν Μητρί.

Πότε ἴδω Σῶτερ, σὲ τὸ ἄχρονον φῶς, τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου; ἡ Παρθένος ἀνεβόα γοερῶς.

Κὰν ὡς πέτρα Σῶτερ, ἡ ἀκρότομος σύ, κατε τομήν, ἀλλ' ἐπήγασας, ζῶν τὸ ρείδεξω τὴν θρόνως πηγὴ ὧν τῆς ζωῆς.

Ὡς ἐκ κρήνης μιᾶς, τὸν διπλοῦν ποταμόν, τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι, τὴν ἀθάνατον καρπούμεθα ζωήν.

Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφῳ νεκρός, ἀλλὰ ζῆς, καὶ τοὺς βροτοὺς ὡς προείρηκας, ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.  

Δόξα...

Ἀνυμνοῦμεν Λόγε σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.

Καὶ νῦν...

Θεοτοκίον
Μακαρίζομεν σέ, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τρὶ ἥμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἠμῶν πιστῶς.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν. (αργά)

Εἴτα Συναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως καὶ ἡ

Ἐκφώνησις
Ὅτι εὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Καὶ θυμιάσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τῆς δευτέρας στάσεως



ΣΤΑΣIΣ ΔΕΥΤΕΡΗ
Ήχος πλ. ἀ'


Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τᾶς χείρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὸν πάντων Κτίστην, τοὶς σοὶς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ρυσθέντες τῆς φθορᾶς.

Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη, σοὺ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, δύναντος ἐν τάφῳ σωματικῶς.

Ὑπνωσας Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ, καὶ βαρέως ὕπνου ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας, τὸ τῶν ἀνθρώπων γένος.

Μόνη γυναικών, χωρὶς πόνον ἔτεκον σὲ Τέκνον, πόνους δὲ νῦν φέρω πάθει τῷ σῷ, ἀφορήτους, ἔλεγεν ἡ Σεμνή.

Ἄνω σὲ Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἠπλωμένον γῆ, φρίττουσιν ὀρώντα τὰ Σεραφίμ.

Ρήγνυται ναοῦ, καταπέτασμα τὴ σὴ σταυρῶ, σέ, κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς, σοὺ κρυβέντος Ἥλιε ὑπὸ γῆν.

Γῆς ὁ καταρχᾶς, μόνω νεύματι πήξας τὸν γύρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν, φρίξον τῷ θεάματι οὐρανέ.

Ἔδυς ὑπὸ γῆν ὁ τὸν ἄνθρωπον χειρί σου πλάσας, ἲν' ἐξαναστήσης τοῦ πτώματος, τῶν βροτῶν τὰ στίφη, πανσθενεστάτω κράτει.

Θρῆνον ἱερόν, δεῦτε ἄσωμεν Χριστῷ θανόντι, ὡς αἳ Μυροφόροι γυναῖκες πρίν, ἴνα καὶ τὸ Χαῖρε ἀκουσώμεθα σὺν αὐταίς.

Μύρον ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις Λόγε, ὅθεν σοὶ καὶ μύρα προσέφερον, ὡς νεκρῶ τῷ ζώντι, γυναῖκες Μυροφόροι.

Ἅδου μὲν ταφεῖς, τὰ βασίλεια Χριστὲ συντρίβεις, θάνατον θανάτω δὲ θανατοίς, καὶ φθορᾶς λυτροῦσαι τοὺς γηγενεῖς.

Ρεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδύσα ζωοποιεῖ, τοὺς ἐν τοὶς ἀδύτοις Ἅδου μυχοίς.

Ἴνα τὴν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτω θέλων σαρκί. Μῆτερ οὒν μὴ κόπτου τοὶς ὀδυρμοίς.

Ἔδυς ὑπὸ γῆν, ὁ φωσφόρος τῆς δι' καιοσύνης καὶ νεκροὺς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἅπαν, τὸ ἐν τῷ Ἅδῃ σκότος.

Κόκκος διφυής, ὁ φυσίζωος ἐν γῆς λαγόσι, σπείρεται σὺν δάκρυσι σήμερον, ἀλλ' ἀναβλαστήσας, Κόσμον χαροποιήσει.

Ἔπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς Ἅδην φοιτήσαντος, πεπτωκὸς τὸ πρώην, καὶ νῦν ἐγηγερμένος.
 
Σπένδει σοὶ χοᾶς, ἡ τεκούσα σὲ Χριστὲ δακρύων, σαρκικῶς κατατεθέντι ἐν μνήματι, ἐκβοώσα. Τέκνον, ἀνάστα ὡς προέφης.

Τάφω Ἰωσήφ, εὐλαβῶς σὲ τῷ καινῷ συγκρύπτων, Τύμνους ἐξοδίους θεοπρεπεῖς, τοὶς συμμίκτοις θρήνοις μέλπει σοὶ Σωτήρ.

Ἤλοις σὲ Σταυρῶ, πεπαρμένον ἡ σὴ Μήτηρ Λόγε, βλέψασα τοὶς ἤλοις λύπης πικρᾶς, βέβληται καὶ βέλεσι τὴν ψυχήν.

Σὲ τὸν τοῦ παντός, γλυκασμὸν ἡ Μήτηρ καθορώσα, πόμα ποτιζόμενον τὸ πικρόν, δάκρυσι τᾶς ὄψεις βρέχει πικρῶς.

Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα τὴν ἄδικόν σου σφαγήν, ἔλεγεν ἡ Πάναγνος ἐν κλαυθμῷ.

Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σέ; φρίττων ἀνεβόα ὁ Ἰωσήφ.

Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ἄδουσι Χριστῷ νεκρωθέντι νῦν, ἄδει δὲ σὺν τούτοις καὶ Σεραφίμ.

Δύνεις ὑπὸ γῆν, Σῶτερ Ἥλιε δικαιοσύνης, ὅθεν ἡ τεκοῦσα Σελήνη σέ, ταὶς λύπαις ἐκλείπει, σὴς θέας στερουμένη.

Ἔφριξεν ὁρῶν, Σῶτερ, Ἅδης σὲ τὸν ζωοδότην, πλοῦτον τὸν ἐκείνου σκυλεύοντα, καὶ τοὺς ἀπ' αἰώνας, νεκροὺς ἐξανιστώντα.

Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε, καὶ σὺ δ' ἀναστᾶς ἐξαστράψειας, μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.

Γῆ σὲ πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμω, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.

Μύροις σὲ Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες. Φρίξον, ἀνεβόων, πάσα ἡ γῆ.

Ἔδυς Φωτουργέ, καὶ συνέδυ σοὶ τὸ φῶς ἡλίου, τρόμω δὲ ἡ Κτίσις συνέχεται, πάντων σὲ κηρύττουσα Ποιητήν.

Λίθος λαξευτός, τὸν ἀκρόγωνον καλύπτει λίθον, ἄνθρωπος θνητὸς δ' ὡς θνητὸν Θεόν, κρύπτει νῦν τῷ τάφῳ, φρίξον ἡ γῆ !

Ἴδε Μαθητήν, ὂν ἠγάπησας καὶ σὴν Μητέρα, Τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον, ἔκραζε δακρύουσα ἡ Ἁγνή.

Σὺ ὡς ὧν ζωῆς, χορηγὸς Λόγε τοὺς Ἰουδαίους, ἐν Σταυρῷ ταθεῖς οὐκ ἐνέκρωσας, ἀλλ' ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.

Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ' ἐξαναστᾶς ὑπερέλαμψας, καλλωπίσας τοὺς βροτοὺς θείαις αὐγαίς.

Ἔδυς τὴ σαρκί, ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος, καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.

Ἥλιος ὁμού, καὶ σελήνη σκοτισθέντες Σῶτερ, δούλους εὐνοοῦντας εἰκόνιζον, οἱ μελαίνας ἀμφιέννυνται στολᾶς.

Οἶδε σὲ Θεόν, Ἑκατόνταρχος κὰν ἐνεκρώθης, πῶς σὲ οὒν Θεέ μου ψαύσω χερσί; φρίττω, ἀνεβόα ὁ Ἰωσήφ.

Ὕπνωσεν Ἀδάμ, ἀλλὰ θάνατον πλευρᾶς ἐξάγει, σὺ δὲ νῦν ὑπνώσας Λόγε Θεοῦ, βρύεις ἐκ πλευρᾶς σου Κόσμω ζωήν.

Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεώτας, καὶ ἐξαναστᾶς ἐξανέστησας, τοὺς ὑπνούντας ἐξ αἰῶνος Ἀγαθέ.

Ἤρθης ἀπὸ γῆς, ἀλλ' ἀνέβλυσας τῆς σωτηρίας, τὸν οἶνον ζωήρρυτε ἄμπελε. Δοξάζω τὸ Πάθος καὶ τὸν Σταυρόν.

Πῶς οἱ νοεροί, Ταγματάρχαι σὲ Σωτὴρ ὀρῶντες, γυμνὸν ἠμαγμένον κατάκριτον, ἔφερον τὴν τόλμαν τῶν σταυρωτῶν.,

Ἀραβιανόν, σκολιώτατον γένος Ἑβραίων, ἔγνως τὴν ἀνέγερσιν τοῦ ναοῦ, διὰ τί κατέκρινας τὸν Χριστόν.

Χλαίναν ἐμπαιγμοῦ, τὸν Κοσμήτορα πάντων ἐνδύεις, ὃς τὸν οὐρανὸν κατεστέρωσε, καὶ τὴν γῆν ἐκόσμησε θαυμαστῶς.
 
Ὥσπερ πελεκᾶν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παίδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοὶς κρουνούς.

Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν, αὐτὸς δὲ ἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.

Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς Ἅδην καταβέβηκας Χριστέ.

Ἤρθη σταυρωθεῖς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, καὶ ὡς ἄπνους ἐν αὐτῇ νῦν προσκλίνεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.

Οἶμοι ὢ Υἱέ! ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει, ὂν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.

Ταῦτα Γαβριήλ, μοὶ ἀπήγγειλεν ὄτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη τοῦ Υἱοῦ μου τοῦ Ἰησοῦ.

Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία, ἡ γὰρ σὴ ρομφαία διέδραμε, τὴν ἐμὴν καρδίαν Ἐμμανουήλ.

Κὰν τοὺς ἐκ νεκρῶν, ἐπαισχύνθητε ὢ Ἰουδαῖοι, οὖς ὁ ζωοδότης ἀνέστησεν, ὂν ὑμεῖς ἐκτείνατε φθονερῶς
 
Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σὲ Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τέ, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.

Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὄτε ἐν τῷ τάφῳ ἐώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.

Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοὶ ἐφθέγγετο. Μὴ βραδύνης ἡ ζωὴ ἐν τοὶς νεκροίς.

Ἅδης ὁ δεινός, συνετρόμαξεν ὄτε σὲ εἶδεν, Ἥλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.

Μέγα καί, φρικτόν, Σῶτερ θέαμα νῦν καθορᾶται ! ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.

Νύττη τὴν πλευράν, καὶ ἠλοῦσαι Δέσποτα τᾶς χείρας, πληγὴν ἐκ πλευρᾶς σου ἰώμενος, καὶ τὴν ἀκρασίαν, χειρῶν τῶν Προπατόρων.

Πρὶν τὸν τῆς Ραχήλ, υἱὸν ἔκλαυσεν ἅπας κατ' οἶκον, νῦν τὸν τῆς Παρθένου ἐκόψατο, Μαθητῶν χορεία σὺν τὴ Μητρί.

Ράπισμα χειρῶν, Χριστοῦ δέδωκαν ἐν σιαγόνι, τοῦ χειρὶ τὸν ἄνθρωπον πλάσαντος, καὶ τᾶς μύλας θλάσαντος τοῦ θηρός.

Ὕμνοις σου Χριστέ, νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφὴν τέ, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῆ ταφῆ.

Δόξα...

Ἄναρχε Θεέ, συναϊδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.

Καὶ νῦν...

Θεοτοκίον
Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.

Καὶ πάλιν  τὸ πρώτον…..
Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τᾶς χείρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ (αργά)

Εἴτα Συναπτὴ μικρά, καὶ ἡ

Ἐκφώνησις
Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἠμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῶ, καὶ ζωοποιῶ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.




ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἦχος γ'


Αἳ γενεαὶ πᾶσαι, ὕμνον τὴ Ταφή σου, προσφέρουσι Χριστέ μου.

Καθελῶν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ σὲ κηδεύει.

Μυροφόροι ἦλθον, μύρα σοὶ Χριστέ μου, κομίζουσαι προφρόνως.

Δεῦρο πάσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.

Ὡς νεκρὸν τὸν ζῶντα, σὺν Μυροφόροις πάντες, μυρίσωμεν ἐμφρόνως.

Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.

Οὖς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.

Οὖς ἔθρεψε τὸ μάννα, φέρουσι τῷ Σωτήρι, χολὴν ἅμα καὶ ὄξος.

Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!
 
Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.

Τὸν ρύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.

Κατὰ τὸν Σολομώντα, βόθρος βαθὺς τὸ στόμα, Ἑβραίων παρανόμων.

Ἑβραίων παρανόμων, ἐν σκολιαὶς πορείαις, τρίβολοι καὶ παγίδες.

Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.

Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τὸν Ἅδην καθελόντι.

Ὕπτιον ὀρώσα, ἡ Πάναγνος σὲ Λόγε, μητροπρεπῶς ἐθρήνει.

Ὢ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος; (3)

Γύναια σὺν μύροις, ἤκουσι μυρίσαι, Χριστὸν τὸ θεῖον μύρον.

Θάνατον θανάτω, σὺ θανατοὶς Θεέ μου, θεία σου δυναστεία.

Πεπλάνηται ὁ πλάνος, ὁ πλανηθεῖς λυτροῦται, σοφία σὴ Θεέ μου.

Πρὸς τὸν πυθμένα Ἅδου, κατήχθη ὁ προδότης, διαφθορᾶς εἰς φρέαρ.

Τρίβολοι καὶ παγίδες, ὁδοὶ τοῦ τρισαθλίου, παράφρονος Ἰούδα.

Συναπολοῦνται πάντες, οἱ σταυρωταί σου Λόγε, Υἱὲ Θεοῦ παντάναξ.

Διαφθορᾶς εἰς φρέαρ, συναπολοῦνται πάντες, οἱ ἄνδρες τῶν αἱμάτων.

Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;

Ἡ δάμαλις τὸν μόσχον, ἐν Ξύλῳ κρεμασθέντα, ἠλάλαζεν ὀρώσα.

Σῶμα τὸ ζωηφόρον, ὁ Ἰωσὴφ κηδεύει, μετὰ τοῦ Νικοδήμου.

Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυρροοῦσα, τὰ σπλάγχνα κεντουμένη.

Ὢ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφω νῦν καλύπτη;

Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι Μῆτερ, μὴ θρήνει, ταῦτα πάσχω.

Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἢς χάριν ταῦτα πάσχεις.

Ὄξος ἐποτίσθης, καὶ χολὴν οἰκτίρμον, τὴν πάλαι λύων γεῦσιν.

Ἰκρίω προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλω νεφέλης σκέπων.

Αἳ Μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερον σοὶ μύρα.

Ἀνάστηθι οἰκτίρμον, ἠμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ Ἅδου.

Ἀνάστα Ζωοδότα, ἡ σὲ τεκοῦσα Μήτηρ, δακρυρροοῦσα λέγει.

Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς σὲ ἀγνῶς Τεκούσης.

Οὐράνιοι Δυνάμεις, ἐξέστησαν τῷ φόβῳ, νεκρὸν σὲ καθορῶσαι.

Τοὶς πόθω τὲ καὶ φόβω, τὰ πάθη σου τιμώσι, δίδου πταισμάτων λύσιν.

Ὢ φρικτὸν καὶ ξένον, θέαμα Θεοῦ Λόγε! πῶς γῆ σὲ συγκαλύπτει;

Φέρων πάλαι φεύγει, Σῶτερ Ἰωσὴφ σέ, καὶ νῦν σὲ ἄλλος θάπτει.

Κλαίει καὶ θρηνεῖ σέ, ἡ πάναγνός σου Μήτηρ, Σωτήρ μου νεκρωθέντα.

Φρίττουσιν οἱ νόες, τὴν ξένην καὶ φρικτήν σου, Ταφὴν τοῦ πάντων Κτίστου.

Ἔρραναν τὸν τάφον, αἳ Μυροφόροι μύρα, λίαν πρωϊ ἐλθοῦσαι.(3)

Εἰρήνην Ἐκκλησία, λαῶ σου σωτηρίαν, δώρησαι σὴ Ἐγέρσει.

Δόξα...

Ὢ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.

Καὶ νῦν...

Θεοτοκίον
Ιδεὶν τὴν τοῦ Υἱοῦ σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.

Και πάλι το πρώτο……
Αἳ γενεαὶ πᾶσαι, ὕμνον τὴ Ταφή σου, προσφέρουσι Χριστέ μου.

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Τά Εγκώμια του Κυρίου ημών Ιησού Χριστού
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Εγκώμια-
Μετάβαση σε: