Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τους Αγίους Μάρτυρες Κύρικου και Ιουλίτα Empty Χαιρετισμοί εις τους Αγίους Μάρτυρες Κύρικου και Ιουλίτα

Τρι Αυγ 06, 2013 6:34 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΡΤΥΡΕΣ ΚΥΡΙΚΟΥ ΚΑΙ ΙΟΥΛΙΤΤΑ


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τοὺς ἐν σταδίῳ τὸν Χριστὸν ὁμολογήσαντες, καὶ εὐσθενῶς τὸν τυραννοῦντα καταῤῥάξαντας, ἐπαινέσωμεν Μαρτύρων τὴν κορωνίδα, τοὺς ἀστέρας Ἐκκλησίαν ἐκπυρεύσαντας, καὶ τὸν ζόφον ἀσεβείας διαλύσαντας, οὕτω κράζοντες·

Χριστομάρτυρες χαίρετε.


Ἄγε δὲ τὴν τιμίαν, τῶν Μαρτύρων δυάδα, Χριστοῦ ὦ φιλομάρτυρες πόθῳ (γ΄), Κήρυκον σὺν τούτου τῇ μητρί, Ἰουλίττῃ θείᾳ, ἱερῶς μέλψωμεν τοὺς προβολεῖς τῆς πίστεως, εἰπόντες πρὸς αὐτοὺς τοιαῦτα·


Χαίρετε, δι’ ὧν ἡ Τριὰς λάμπει·

χαίρετε, δι’ ὧν ὁ Χριστὸς χαίρει.

Χαίρετε, πηγαὶ ἐξ Ἐδὲμ ἀναβλύζουσαι·

χαίρετε, ψυχὰς τῶν πιστῶν αἱ ἀρδεύουσαι.

Χαῖρε, Κήρυκε θεόσοφε, Ἰουλίττας τὸ φυτόν·

χαῖρε, Μάρτυς ἡ καλλίνικος, Ἰουλίττα θαυμαστή.

Χαίρετε, ἑστηκότες ἐῤῥωμένοι πρὸς πάλην·

χαίρετε, ὡς στεφθέντες μαρτυρίου στεφάνους.

Χαῖρε, δυὰς Μαρτύρων θεόλεκτος·

χαῖρε, Χριστοῦ ξυνωρὶς πανένδοξε.

Χαίρετε, δι’ ὧν τὰ σύμπαντα χαίρει·

χαίρετε, δι’ ὧν τὰ ἄνω συγχαίρει.

Χριστομάρτυρες χαίρετε.


Βλέπουσα Ἰουλίττα, τὴν μανίαν τῶν τότε, κρατούντων Γραφικῶς ὑπεχώρει, πρὸς Ταρσὸν μολοῦσα τριετὲς νήπιον, ἀγκάλαις φέρουσα τὸν σοφὸν Κήρυκον, μεθ’ οὗ καὶ συναθλοῦσα καιρῷ τῷ εὐπροσδέκτῳ ἀνεβόα·

Ἀλληλούϊα.

Γνοῦσα ἡ Ἰουλίττα, τὰς βουλὰς τῶν ἀνόμων, ἠλάλαζε Χριστῷ ἐκβοῶσα· ἄρνα Κύριε τὸν ἐμόν, μὴ χερσὶν ἐάσῃς ἀσεβῶν, θήραμα γενέσθαι τοῦ ἐχθροῦ, ἀλλ’ ἀθλητήν σου δεῖξον, ὃν ἰδοῦσα ἔφη.


Χαῖρε, υἱέ μου στεφανηφόρε·

χαῖρε, ὦ γόνε εὐλογημένε.

Χαῖρε, προσφορὰ τῆς Τριάδος εὐπρόσδεκτος·

χαῖρε, ἱερὸν τοῦ Χριστοῦ καλλιέρημα.

Χαῖρε, φόνε δι’ οὗ χαίρουσα, τοῖς κινδύνοις εὐτολμῶ·

χαῖρε, τέκος ᾧ συνήδομαι, ἐναθλοῦσα εὐθαρσῶς.

Χαῖρε, ὅτι πυκτεύεις τριετὴς ὢν τὸν ὄφιν·

χαῖρε, ὅτι δοξάζεις τὴν Τριάδα ὢν βρέφος.

Χαῖρε, Χριστοῦ ὁπλῖτα ὦ σπλάγχνον μου·

χαῖρε, Αὐτοῦ ὦ κῆρυξ θεσπέσιε.

Χαῖρε, δι’ οὗ ἐντρυφῶ ἐν σταδίῳ·

χαῖρε, δι’ οὗ καρτερῶ ἐν τοῖς ἄθλοις.

Χαίροις, τέκνον γλυκύτατον.


Δόξα τῶν Ἀθλοφόρων, πέλεις Κήρυκε Μάρτυς, τὸν δράκοντα γὰρ τὸν παλαμναῖον, κατεπάλαισας ὢν τριετής, θανατώσας τοῦτον δέ, στρατιὰς ἐξέπληξας οὐρανίους ἀληθῶς, ὦ τρισμακάριστε βοῶν·

Ἀλληλούϊα.

Ἔχων σὲ συναθλοῦσαν, γλυκυτάτη μου μῆτερ, ἀνδρίζομαι ἀθλῶν ἐν σταδίῳ, κἂν ἑλκύεις με θέλων, ἐχθρὸς ταῖς θωπείαις, ἀλλ’ οὖν εὐχερῶς τοῦτον πατῶ, ὁ Κήρυκος ἔλεγεν, βοῶν τῇ αὐτὸν τεκούσῃ·


Χαῖρε, ὦ μῆτερ μου μακαρία·

χαῖρε, πανένδοξε Χριστοῦ Μάρτυς.

Χαῖρε, εὐσεβεῖν με καλῶς ἐκδιδάξασα·

χαῖρε, ἐναθλεῖν με σοφῶς ὑπαλείψασα.

Χαῖρε, ὅτι μακαρίζομαι μῆτερ, σὸς λαχὼν υἱός·

χαῖρε, μῆτερ συναθλοῦσά μοι, σῷ υἱῷ μητροπρεπῶς.

Χαῖρε αἰκιζομένη, ὅτι χαίρεις ὦ θαῦμα·

χαῖρε ὅτι ἠδύνη, τεμνομένη ὦ χάρις.

Χαῖρε σοφή, τὸ ἄθλον τῆς πίστεως·

χαῖρε, σεμνῶν μητέρων ἀγλάϊσμα.

Χαῖρε, ἐν ᾧ, θεία λῆξίς σε μένει·

χαῖρε, ἐν ᾧ, σοὶ ἡτοίμασται γέρα.

Χαίροις μοι, μῆτερ πανσέβαστε.


Ζάλην τῆς ἀσεβείας, φεύγοντες Ἀθλοφόροι, πρὸς σκάμματα ἀθλήσεως ῥᾶον, κατηντήσατε ὄντως, σοφοὶ καὶ γὰρ συλληφθέντες ἐν Ταρσῷ, ἄθλησιν φρικτὴν καθυπεμείνατε ὑπὲρ τῆς εὐσεβείας, βοῶντες·

Ἀλληλούϊα.

Ἥδιστον ἐμοὶ ἅπαν, εἶδος κολαστηρίου, ἡ Μάρτυς τῷ τυράννῳ ἐβόα, καὶ γὰρ οὕτως ἤλπικα θᾶττον τῷ ἐμῷ φιλτάτῳ περιτυχεῖν, καὶ στεφθῆναι σὺν αὐτῷ παρὰ Κυρίου, παρ’ οὗ ἀκούσω ταῦτα·


Χαῖρε σεμνή, σὺν κλεινῷ σου γόνῳ·

χαῖρε σοφή, σὺν υἱῷ συνάθλῳ.

Χαίρετε, ὡς ὄντως καλλίνικοι Μάρτυρες·

χαίρετε, ἐχθρὸν ὡς τροπώσαντες πάνσοφοι.

Χαῖρε, αὖχος Ταρσοῦ μέγιστον, ξυνωρὶς ἡ θαυμαστή·

χαῖρε, γέρας πιστῶν τίμιον, συζυγία ἐκλεκτή.

Χαίρετε, Ἰκονίου θεοβλάστητα δένδρα·

χαίρετε, Παραδείσου θεομύριστα κρίνα.

Χαίρετε οὖν, Θεόν με κηρύξαντες·

χαίρετε δή, λαμπρῶς ἐναθλήσαντες.

Χαίρετε, λύχνοι Τριάδος φανέντες·

χαίρετε, ῥεῖθρα χαρίτων ὀφθέντες.

Χριστομάρτυρες χαίρετε.


Θέλων τῆς ἀσεβείας, τ’ ἀσθενὲς διελέγξαι, τὸν Κήρυκον προβάλλει σταδίῳ, ὁ Χριστὸς καὶ γὰρ οὗτος σαφῶς, κομιδῆ ὑπάρχων νήπιος, τύραννον λακτίσας τοῦτον ᾔσχυνε, στεῤῥῶς τε ἐναθλήσας, βοᾶ·

Ἀλληλούϊα.

Ἴσχυε ὦ υἱέ μου, Ἰουλίττα ἐβόα, τὸν Κήρυκον ὁρῶσα ἀθλοῦντα, καὶ ἀνδρίζου κἂν νήπιος εἶ, ἀλάζοντα πύκτευε ἐχθρόν, καὶ δόξασον Υἱὸν τὸν τῆς Παρθένου, ἵνα γέρα παρ’ Αὐτοῦ λαβὼν ἀκούσῃ·


Χαῖρε, υἱὲ ἐμῆς Βασιλείας·

χαῖρε, υἱὲ ζωῆς κληρονόμε.

Χαῖρε, ὑπὲρ σοῦ ὅτι πρόκεινται στέφανοι·

χαῖρε, ἐπὶ σοὶ οὐρανοὶ ὅτι χαίρουσι.

Χαῖρε, ὅτι κἂν εἶ νήπιος, τὸν μεγάλαυχον πατεῖς·

χαῖρε, ὅτι κἂν μὴ τέλειος, ὥσπερ τέλειος ἀθλεῖς.

Χαῖρε, ὅτι ὑπέστης δι’ ἐμὲ μελῶν θρίψιν·

χαῖρε, ὅτι παρέστης νικητὴς ἐμῷ θρόνῳ.

Χαῖρε, φαιδρὸν Ἀγγέλων ἀγλάϊσμα·

χαῖρε, σεπτὸν Μαρτύρων μου ἴνδαλμα.

Χαῖρε, Ἁγίων μου πάντων τὸ θαῦμα·

χαῖρε, νηπίων πιστῶν μου τὸ εὖχος.

Χαίροις, Μάρτυς θεόσοφε.


Κόσμος Ἀγγέλων σκιρτά, ἐκπληττόμενος σύμπας, καὶ γὰρ ὃν ὑμεῖς ἄνω λειτουργεῖτε τρόμῳ, κάτω Μάρτυς τριετής, νῦν κηρύττει λίαν εὐθαρσῶς μέσῳ τοῦ σταδίου, ὅθεν ἥκει νικηφόρος, σὺν ὑμῖν ἔνθους βοῆσαι·

Ἀλληλούϊα.

Λάμψις τῆς εὐσεβείας, Ἀλεξάνδρου τὴν ὄψιν, λαθεῖν οὐκ ἠδυνήθη, διὸ οὖν συλληφθεῖσα ἐτάσθης δεινῶς, μὴ ἀρνησαμένη τὸν Χριστόν, τέτμησαι τὴν κάραν, Ἀθλήτρια φανεῖσα, διὸ ἀκούεις·


Χαῖρε, δεινοῦ Ἀλεξάνδρου πλῆγμα·

χαῖρε, διπλοῦν ἀθεΐας ξίφος.

Χαῖρε, τοῖς ἀψύχοις ξοάνοις μὴ θύσασα·

χαῖρε, ἀσεβέστατον δόγμα ἡ πτύσασα.

Χαῖρε, πίστιν ἡ κηρύξασα, ἐν σταδίῳ τὴν σεπτήν·

χαῖρε, ὅτι καὶ κατήσχυνας, ἡγεμόνα τὸν δεινόν.

Χαῖρε, ὅτι Ἑλλήνων διεχλεύασας μύθους·

χαῖρε, πολυθεΐαν ἡ ἐλέγξασα τούτων.

Χαῖρε, δειναῖς βασάνοις μὴ εἴξασα·

χαῖρε, πολλοὺς ἐκ πλάνης ἡ σώσασα.

Χαῖρε, δι’ ἧς ἀρετῆς ἐπαινεῖται·

χαῖρε, δι’ ἧς εὐσέβεια λάμπει.

Χαίροις, Μάρτυς καλλίνικε.


Μιαρὲ ἀνδροφόνε, ἡ ἀμνὰς Ἰουλίττα ἐβόα τῷ δεινῷ Ἀλεξάνδρῳ, εἰ τὰ σπλάγχνα σπαράττεις μου νῦν θανατῶν ἀπηνῶς τὸν σεπτὸν ἄρνα μου, ἀλλ’ ἴσθι ὅτι Μάρτυρος μητέρα με ἐργάζῃ, βοῶσαν·

Ἀλληλούϊα.

Νέος κἂν ἧς τῷ χρόνῳ, πολιὸς τῇ συνέχει, ἐδείχθης ὦ θεόσοφε Μάρτυς, ἐπὶ εἰ καὶ νήπιος ὢν ἐψέλλιζες γλώσσῃ, ἐθεολόγεις οὖν, ὢν τῇ φρονήσει τέλειος μακάριε, διὸ ἀκούεις·


Χαῖρε, ὡς ὄντως πάνσοφον βρέφος·

χαῖρε, μητρὸς Ἁγίας τὸ θρέμμα.

Χαῖρε, Ἰουλίττης βλαστὸς ὁ θειότατος·

χαῖρε, ἐξ αὐτῆς πεφυκὼς ὄρπηξ τίμιος.

Χαῖρε, ὄφιν ὅτι ἔπληξας, σοῦ τῆς γλώσσης ψελισμῷ·

χαῖρε, ὅτι νοῦν εὐθύτητι, ἐμεγάλυνας Θεόν.

Χαῖρε, ὅτι ὑπάρχεις Ἐκκλησίας τὸ ἄνθος·

χαῖρε, ὅτι ὑπάρχεις τὸ τῆς φύσεως θαῦμα.

Χαῖρε, υἱὲ καὶ Μάρτυς ἐκ Μάρτυρος·

χαῖρε, Θεῷ ἀστεῖε ὦ Κήρυκε.

Χαῖρε οὐκοῦν, ἀγγελόμορφον βρέφος·

χαῖρε λοιπόν, χαριτόπλουτον τέκος.

Χαίροις, Μάρτυς θεόσοφε.


Ξένως ἐπηκολούθει, τὰ ὑμέτερα πάντα, ἐπὶ τέ το μαρτύριον θεῖοι, φεύγοντες τυράννου τὴν ὠμότητα γάρ, ἤγεσθε θείᾳ ῥοπῇ πρὸς ἄθλησιν, μαρτυρικῶς στεφθῆναι, ἐν σταδίῳ ἐκβοῶντες ὕμνον·

Ἀλληλούϊα.

Ὄντως μάλα γενναίως, τυραννίαν πρὸς πᾶσαν, ἀντέστης Ἰουλίττα ἀθλοῦσα, ὡς γὰρ συμπλακεῖσα τῷ ἐχθρῷ, ἔβαλες αὐτὸν σθένει Σταυροῦ, Χριστὸν ἀνακηρύττουσα Θεὸν πάντων, διὸ ἐκτενῶς ἀκούεις·


Χαῖρε, Χριστοῦ διάτορος κῆρυξ·

χαῖρε, ἐχθροῦ λαμπρὰ καθαιρέτις.

Χαῖρε, τὸν Χριστὸν Θεὸν εἶναι κηρύξασα·

χαῖρε, τὸν Αὐτὸν καὶ βροτὸν ἐκδιδάξασα.

Χαῖρε, ὅτι ἐθριάμβευσας τὸν τοῦ σκότους ἀρχηγόν·

χαῖρε, ὅτι ἐμεγάλυνας ἐν σταδίῳ τὸν Χριστόν.

Χαῖρε, ὅτι ἐπεδείξω τὰ ἀνδρῶν γυνὴ οὖσα·

χαῖρε, τοῦ μαρτυρίου τὸ διάδημα σχοῦσα.

Χαῖρε, Χριστὸν ἀθλοῦσα ἐδόξασας·

χαῖρε, ἐχθρὸν σῷ αἵματι πνίξασα.

Χαῖρε, Χριστῷ ἐντρυφῶσα τοῖς ἄθλοις·

χαῖρε, Αὐτῷ νοητῶς νυμφευθεῖσα.

Χαίροις, Μάρτυς καλλίνικε.


Ποία γλῶσσα ἰσχύσει, ἐξυμνῆσαι ὡς πρέπει, ὑμᾶς ὦ Ἀθλοφόροι Κυρίου; ἡ μὲν μήτηρ γυνὴ ἀσθενής, ὁ δὲ υἱὸς δὲ νήπιος ὤν, ἠγείρατε κατ’ ἐχθροῦ μέγα τρόπαιον, ἀθλήσαντες ὑπερφυῶς βοῶντες·

Ἀλληλούϊα.

Ῥητορεύσαντες θείως, τὴν Ἁγίαν Τριάδα, εἰλήφατε Αὐτῇ παῤῥησίαν, ἀγαθῶν δὲ ὡς οὖσαν πηγήν, ἐξαιτεῖσθε δοῦναι φωτισμὸν ἅπασι, καὶ τῶν δεινῶν ἡμῶν ἀπαλλαγὴν σοφοί, τοῖς ἐκβοῶσι·


Χαίρετε, ἡμῶν στεῤῥοὶ προστάται·

χαίρετε, ἡμῶν σωτῆρες θεῖοι.

Χαίρετε, τοῦ κόσμου φρουροὶ οἱ ἀκοίμητοι·

χαίρετε, τοῦ πόλου ἀστέρες πολύφωτοι.

Χαίρετε Μεγαλομάρτυρες, τεῖχος εὐσεβοῦς λαοῦ·

χαίρετε, ἔνδοξοι κήρυκες, τοῦ Παντάνακτος Χριστοῦ.

Χαίρετε, Ἐκκλησίας οἱ ἀκράδαντοι στύλοι·

χαίρετε, εὐσεβείας ἀδιάσειστοι πύργοι.

Χαίρετε οὖν, Τριάδος ἐκλόγια·

χαίρετε δή, Χριστοῦ σκεύη τίμια.

Χαίρετε, Μάρτυρες τῆς ἀληθείας·

χαίρετε, κήρυκες τῆς εὐσεβείας.

Χριστομάρτυρες χαίρετε.



Συμπαθῶς Ἀθλοφόροι, ἐπισκέψασθε ποίμνην, τὴν φθόνῳ τοῦ δεινοῦ βροτοκτόνου, σχιζομένην δεινῶς Ἀθληταί, ταῖς λιταῖς ὑμῶν δωρούμενοι εἰρήνην καὶ ὁμόνοιαν, τοῖς ἐκβοῶσιν·

Ἀλληλούϊα.

Τεῖχος Ὀρθοδοξίας, ἀδιάῤῥηκτον ὄντως, ὑπάρχεις ὦ δυὰς μακαρία, ὁ γὰρ τῆς ἀθεΐας ἐσμός, προσβαλὼν ὑμῖν Ἀθληταὶ συντέτριπται, καὶ τέλεον ἠφάνισται, διὸ πίστει ὑμῖν βοῶμεν·


Χαίρετε, δι’ ὧν ἐχθρὸς ἐθραύσθη·

χαίρετε, δι’ ὧν τυραννὶς ἤρθη.

Χαίρετε, δι’ ὧν ἀθεΐα ἀπώλετο·

χαίρετε, δι’ ὧν ἡ δυσσέβεια ᾤχετο.

Χαίρετε, κνίσσαν διώξαντες, καὶ δαιμόνων μιασμούς·

χαίρετε, λύθρου καθαράντες, τῶν δαιμόνων τοὺς πιστούς.

Χαίρετε, ἀσεβοῦντας εὐσεβεῖς πεπραχότες·

χαίρετε, τῶν εἰδώλων ἐκκαθάραντες ῥύπον.

Χαίρετε, πλάνης δαιμόνων κάθαρσις·

χαίρετε, θείας ὀσμῆς οἱ πρόξενοι.

Χαίρετε, ῥῦσται ἐχθροῦ κακουργίας·

χαίρετε, πάντων ἡμῶν οἱ μεσίται.

Χριστομάρτυρες χαίρετε.



Ὕμνεις Θεὸν ἐνδόξως, κατεχόμενος μάκαρ, χερσὶ ταῖς μιαραῖς τοῦ τυράννου, τὸ Θεάρχιον καὶ γὰρ τοῦ Χριστοῦ, ὄνομα τῇ σῇ γλώττῃ ἀεὶ ἔφερες, τὴν ὄψιν τε τοῖς ὄνυξι, κατέξανες αὐτοῦ, μὴ γνότος ψάλλειν·

Ἀλληλούϊα.

Φανωτάταις ἀκτῖσι, ἀρχιφώτου Τριάδος, αὐγάζῃ ἐσαεὶ Ἰουλίττα, διὸ φώτισον νῦν καὶ ἡμᾶς, τῷ φωτὶ τῶν ἐντολῶν τοῦ Θεοῦ βαίνειν καὶ τιμᾶν σε ἅμα σῷ υἱῷ, Κηρύκῳ καὶ ἀμφοῖν ὑμῖν λέγει·


Χαῖρε, θεόσοφε Ἰουλίττα·

χαῖρε, ὦ Κήρυκε πολιοῦχε.

Χαῖρε, σὺν υἱῷ σου ἀμνῷ ἀμνὰς πάνσεμνε·

χαῖρε, σὺν Κηρύκῳ καὶ ἀμφοῖν ὑμῖν λέγει·

Χαῖρε, σὺν ἡλίῳ Μάρτυρι, Ἰουλίττα σῷ υἱῷ·

χαῖρε, σὺν σελήνῃ Κήρυκε, Ἀθληφόρῳ σου μητρί.

Χαῖρε, ὦ Ἰουλίττα, πάντιμε χριστοκήρυξ·

χαῖρε, Κήρυκε θεῖε, Ἀθλοφόρε καὶ Μάρτυς.

Χαῖρε, ἡὼς ἀνίχουσα ἥλιον·

χαῖρε, πλειὰς τεκοῦσα τὸν Κήρυκον.

Χαῖρε τρυγών, νεοττῷ σὺν Κηρύκῳ·

χαῖρε, οὐκοῦν, χελιδὼν ἡ ὡραία.

Χαίροις, Μάρτυς καλλίνικε.



Χαίρομεν ἐκπλουτοῦντες, ὦ πανόλβιε Μάρτυς, σὸν θεῖον χαριτόβρυτον πόδα, καὶ σκιρτῶμεν τῷ πνεύματι δή, πόθῳ τε καρδίας περιπτυσσόμεθα, χάριν ἀπαρνούμενοι, βοῶντες τῷ Θεῷ·

Ἀλληλούϊα.

Ψάλλοντες χαρμοσύνως, ἀρυσώμεθα δεῦτε, τοῦ Μάρτυρος λειψάνων τὴν χάριν, καθαρθέντες αἰσθήσεις πιστοί, ἀνυψοῦντες δὲ φρένα καὶ νοῦν δράμωμεν, καὶ πίστει προσκυνήσωμεν, ὑμνοῦντες καὶ βοῶντες τούτῳ·


Χαῖρε, οὐκοῦν ἰσάγγελον βρέφος·

χαῖρε, Θεοῦ πυρίμορφον ἅρμα.

Χαῖρε, τῶν ἐνδόξων Μαρτύρων χορείαρχε·

χαῖρε, στρατιῶτα Κυρίου μεγάθυμε.

Χαῖρε, ὅτι ἐξιώμεθα, σῇ προσψαύοντες σορῷ·

χαῖρε, ὅτι λαμπρυνώμεθα, σὲ γεραίροντες πιστοί.

Χαῖρε, ὅτι ὑπάρχεις σὲ τιμῶσι προστάτης·

χαῖρε, ὅτι ὑπάρχεις, παρακλήτωρ σοῖς δούλοις.

Χαῖρε, ἡμῖν ὁ νέμων χαρίσματα·

χαῖρε, ἡμᾶς ὁ σκέπων πρεσβείαις σου.

Χαῖρε, οὐκοῦν ἀξιέραστε Μάρτυς·

χαῖρε, Χριστοῦ χαριτόβρυτον σκεῦος.

Χαῖρε, Μάρτυς θεόσοφε.



Ὢ δυὰς μακαρία, εὐσυμπάθητε ὄντως, θερμῶς ἡ προστατεύουσα πάντας, ῥῦσαι τάχος ἡμᾶς τοῦ πυρός, τοῦ ἀστέκτου σοὺς δούλους δεόμεθα, καὶ μελῳδεῖν σὺν σοὶ τὸν ὕμνον καταξίωσον·

Ἀλληλούϊα.



Πηγή
voutsinasilias.blogspot.gr
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης