proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Χαιρετισμοί του Μάρτυρος Ευγενίου Τραπεζούντιου

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1166

ΔημοσίευσηΘέμα: Χαιρετισμοί του Μάρτυρος Ευγενίου Τραπεζούντιου   Κυρ Ιουλ 14, 2013 11:53 am

ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΜΑΡΤΥΡΟΣ ΕΥΓΕΝΙΟΥ  ΤΡΑΠΕΖΟΥΝΤΙΟΥ


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Τραπεζοῦντος Ἀθλητὴν τὸν περιάκουστον, και Ἐκκλησίας στεφανίτην τὸν πανεύφημον, τὸν ἐν θαύμασι ποικίλοις δεδοξασμένον, ἀνυμνήσωμεν τιμῶντες τὴν ἐπέτειον, τῆς γεννήσεως αὐτοῦ οἱ φιλομάρτυρες, ἀνακράζοντες· Χαίροις Μάρτυς Εὐγένιε.



Ἄγγελος ἐν τῇ πόλει, Τραπεζοῦντος ἐφάνης, Εὐγένιε τοῖς θείοις σου τρόποις (γ΄), σὺ γὰρ καρτερίᾳ πολλῇ, τὰς ἀπειλὰς τῶν τυράννων καὶ βάσανα, ὑπέμεινας μακάριε, διό σοι προσφωνοῦμεν ταῦτα·


Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη·

χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς ἐπικράνθη.

Χαῖρε, Τραπεζοῦντος τοῦ Πόντου τὸ βλάστημα·

χαῖρε, εὐσεβοῦντος λαοῦ τὸ ἐντρύφημα.

Χαῖρε, Μάρτυς ἐνθεώτατος, καὶ ἀρχαῖος Ἀθλητής·

χαῖρε, πύκτης γενναιότατος, καὶ ἀνὴρ σεμνοπρεπής.

Χαῖρε, ὅτι ἠρνήσω τῶν εἰδώλων τὴν πλάνην·

χαῖρε, ὅτι ἐκτήσω Παραδείσου τὰ κάλλη.

Χαῖρε, θαυμάτων ῥεῦμα ἀείῤῥοον·

χαῖρε, Μαρτύρων ἄνθος ἐπέραστον.

Χαῖρε, πολλῶν τῶν ἐκ Πόντου προστάτης·

χαῖρε, πιστῶν εὐσεβῶν παραστάτης.

Χαίροις Μάρτυς Εὐγένιε.




Βλάστημα Τραπεζοῦντος, ἐκ τοκέων ἐνθέων, Εὐγένιε ὑπάρχων ἀθέων, δογμάτων τῶν εἰδωλολατρῶν, νηπιόθεν ἀντέκρουσας Ἅγιε, Χριστῷ γὰρ τῷ Παντάνακτι, ἠγάπησας πιστῶς κραυγάζων·

Ἀλληλούϊα.



Γέγονας τῶν ζητούντων, τοῦ Δεσπότου τὴν πίστιν, διδάσκαλος παμμάκαρ καὶ μύστης, τῶν δαιμόνων γὰρ τὰς διδαχάς, ἀριδήλως ψευδεῖς ἐφανέρωσας, τοῖς φίλοις σου Εὐγένιε, τοῖς ἐκβοῶσί σοι τοιαῦτα·


Χαῖρε, τὸ ἄγαλμα τῶν Ἀγγέλων·

χαῖρε, τὸ θρήνησμα τῶν δαιμόνων.

Χαῖρε, ὁ ἐγκρίτως εἰπὼν τὴν ἀλήθειαν·

χαῖρε, ὁ ἀτρέμας κτυπῶν τὴν κακότητα.

Χαῖρε, κλῆμα τὸ πολύφορον τῆς ἀμπέλου τοῦ Χριστοῦ·

χαῖρε, πόμα τὸ γλυκύτατον Ἐκκλησίας τῆς Αὐτοῦ.

Χαῖρε, ὅτι ἐκ βρέφους τῷ Θεῷ ἀνετέθης·

χαῖρε, ὅτι γενναίως καὶ σοφῶς ἐπαιδεύθης.

Χαῖρε, πιστῶν γονέων σου βλάστημα·

χαῖρε, Ποντίων πάντων ἀνάστημα.

Χαῖρε, ζωῆς αἰωνίας ἐφέτης·

χαῖρε, τρυφῆς πονηρᾶς καθαιρέτης.

Χαίροις Μάρτυς Εὐγένιε.



Δύναμιν ἀοράτως, εἰληφὼς θαρσαλέως, ἐσκέλισας ἐχθρὸν τὸν ἀρχαῖον, καὶ τούτου τὰ εἴδωλα σφοδρῶς, ἐν Τραπεζοῦντι ἀπέδειξας ἄψυχα, δοξάζων καρτερόψυχε, τὸ ὄνομα Χριστοῦ καὶ λέγων·

Ἀλληλούϊα.



Ἔμπλεως χαρισμάτων, οὐρανίων ὑπάρχων, Εὐγένιε ἀνῆλθες εἰς ἄκρον, τῆς εὐσεβείας φωταγωγῶν, ἐσκοτισμένους βροτοὺς θείοις λόγοις σου, διό σε μακαρίζοντες, ἐβόων σοι θερμῶς θεόφρον·


Χαῖρε, διδάσκαλε εὐσθενείας·

χαῖρε, διάκονε Ἐκκλησίας.

Χαῖρε, τοῦ Κυρίου αὐξήσας τὰ τάλαντα·

χαῖρε, τῶν Μαρτύρων κοσμήσας τὴν φάλαγγα.

Χαῖρε, πλήξας ὥσπερ μάστιγι τὸν ἀόρατον ἐχθρόν·

χαῖρε, πλήσας καρτερότητος συναθλούντων σοι χορόν.

Χαῖρε, ὅτι ῥεόντων κατεφρόνησας πλοῦτον·

χαῖρε, ὅτι ἀτόπων ἐξεφαύλισας ζῆλον.

Χαῖρε, κλεινῶν Μαρτύρων ἐφάμιλλος·

χαῖρε, στρατοῦ Ἁγίων συμμέτοχος.

Χαῖρε, λαμπὰς τῶν ψυχῶν σελασφόρος·

χαῖρε, ὀλκὰς τῶν ἐν Πόντῳ μερόπων.

Χαίροις Μάρτυς Εὐγένιε.




Ζάλης Μάρτυς εἰδώλων, τῶν κακούργων δαιμόνων, μακρύνας ὑμνολόγεις τὸν Λόγον, πρὸ τοῦ βήματος τῶν διωκτῶν, ἐν φυλακῇ καὶ ἐν τοῖς μαρτυρίοις σου, Εὐγένιε πανθαύμαστε, ἀπαύστως μελῳδῶν τὸν ὕμνον·

Ἀλληλούϊα.


Ἤκουσεν ὁ Λυσίας, ὁ θεράπων κακίας, τὴν θείαν σου ὁμολογίαν, Χριστιανὸς εἰμὶ ἀληθῶς, καὶ μαθητὴς τοῦ Σωτῆρος θερμότατος, διὸ ἐν πίστει ἅπαντες, Εὐγένιε ἀναβοῶμεν·


Χαῖρε, ὁ τύπος τῆς εὐτολμίας·

χαῖρε, ὁ τόμος τῆς παῤῥησίας.

Χαῖρε, ταῖς αἰκίαις ἀσπλάγχνως τυπτόμενος·

χαῖρε, προσβολαῖς τοῦ βελίαρ πληττόμενος.

Χαῖρε, ἄθλοις ἐγκοσμούμενος ἱεροῖς τὴν σὴν ψυχήν·

χαῖρε, ὕθλοις προσβαλλόμενος τῶν ἀθέων τοῖς μωροῖς.

Χαῖρε, ὅτι ἐδείχθης τῆς Τριάδος ὁ λάτρης·

χαῖρε, ὅτι ἐφάνης καθαιρέτης τῆς πλάνης.

Χαῖρε, Σταυροῦ ὁ ἔνθερμος πρόμαχος·

χαῖρε, Χριστοῦ ὀνόματος κάτοχος.

Χαῖρε, νεότητος ὥραν νικήσας·

χαῖρε, εἰς δόξαν Χριστοῦ μαρτυρήσας.

Χαίροις Μάρτυς Εὐγένιε.




Θεϊκῇ ὁπτασίᾳ, νευρωθεὶς ἀπηρνήσω, τῆς φύσεως θεόφρον δειλίαν, καὶ ὡς λέων ὁρμήσας σφοδρῶς, τοῦ Χριστοῦ τὸ ζωοπάροχον ὄνομα, ἐκήρυξας Εὐγένιε, κραυγάζων ἐκ ψυχῆς τὸν ὕμνον·

Ἀλληλούϊα.

Ἴσχυσας ἀνυποίστου, καὶ σκληρᾶς τιμωρίας, τοῦ ξύλου τῆς εἱρκτῆς καρτερίας, κρουνοῖς γὰρ τῶν αἱμάτων τῶν σῶν, τῶν ἀνομούντων τὸ θράσος διήλεγξας, Εὐγένιε πανθαύμαστε, διό σοι ἐν χαρᾷ βοῶμεν·


Χαῖρε, ὁ κόσμος τῆς Ἐκκλησίας·

χαῖρε, ὁ λύχνος θεογνωσίας.

Χαῖρε, τῆς ἀπάτης δαιμόνων λυτήριον·

χαῖρε, τῶν ἀθέων δογμάτων σβεστήριον.

Χαῖρε, ἄνθος εὐωδέστατον τῆς φυτείας τοῦ Χριστοῦ·

χαῖρε, δένδρον τὸ πολύφυλλον, καὶ πολύκαρπον ὁμοῦ.

Χαῖρε, ὅτι στρεβλώσεις τῶν μελῶν ὑπομένεις·

χαῖρε, ὅτι βελίαρ νικηφόρως σκυλεύεις.

Χαῖρε, ὑποίσας ποδῶν τὴν διάτρησιν·

χαῖρε, ἐλπίσας λαβεῖν τὴν ἀνάψυξιν.

Χαῖρε, παθῶν κοινωνὸς τοῦ Σωτῆρος·

χαῖρε, ποθῶν ἀγαθῶν αἰωνίων.

Χαίροις Μάρτυς Εὐγένιε.




Κύματα πειρασμῶν σοι, ὁ ἐχθρὸς ἐπεγείρας, ἀπέκρουσας αὐτοῦ τὴν μανίαν, καὶ ῥωμαλεότητι φρενῶν, ὁλεθροτόκον ἰσχὺν ἐξεφαύλισας, Λυσίου τοῦ παράφρονος, καὶ ἔνθους ἀνεβόας Μάρτυς·

Ἀλληλούϊα.


Λάμψας ἐν Τραπεζοῦντι, καλλοναῖς τῶν σῶν ἄθλων, ἀνίσχες ὡς πολύφωτον ἄστρον, ἐκπέμπων τοῦ Χριστοῦ θεῖον φῶς, πρὸς τὸ εἰδέναι Αὐτοῦ τὰ διδάγματα, πιστοῖς τοῖς ἐκβοῶσί σοι, Εὐγένιε ἐν εὐφροσύνῃ·


Χαῖρε, τὸ σύντριμμα ἀσεβείας·

χαῖρε, τὸ ἔρεισμα εὐσεβείας.

Χαῖρε, ἀναλγήτων ξοάνων κατάπτωσις·

χαῖρε, μισανθρώπων δαιμόνων κατάθλιψις.

Χαῖρε, θαύμασι πιστούμενος τοῦ Σωτῆρος τὴν ἰσχύν·

χαῖρε, ῥήμασι τρεψάμενος τοῦ Λυσίου τὴν ἰσχύν.

Χαῖρε, ὅτι ἐδάρης ὑπ’ ἀνόμων ἀγρίως·

χαῖρε, ὅτι ἐῤῥύσθης ἐκ δεινῶν θαυμασίως.

Χαῖρε, πυρὸς μαράνας τὴν δύναμιν·

χαῖρε, μελῶν δροσίσας τὴν φλόγωσιν.

Χαῖρε, πολλοὺς τῶν ἀθέων ἑλκύσας·

χαῖρε, στρατὸν διωκτῶν ἐκνευρίσας.

Χαίροις Μάρτυς Εὐγένιε.




Μέγας ἐν Ἀθλοφόροις, καὶ ἐν πᾶσιν Ἁγίοις, Εὐγένιε φανεὶς μαρτυρίοις, ἠδάφισας τυράννου ὀφρύν, καὶ τῶν δαιμόνων τὸ θράσος κατέκοψας, προσβλέπων πρὸς τὰ κρείττονα, τοῦ οὐρανοῦ κραυγάζων πόθῳ·

Ἀλληλούϊα.


Νεύσει ἐπουρανίᾳ, τὰς πληγὰς καὶ αἰκίας, τοὺς ἥλους τὰ δεσμὰ λοιδορίας, καὶ τμῆσιν τῆς σῆς κάρας σοφέ, ἐν Τραπεζοῦντι Εὐγένιε ἤνεγκας, διό σου τὸ μαρτύριον, γεραίροντες πιστῶς βοῶμεν·


Χαῖρε, θεάμων τῶν οὐρανίων·

χαῖρε, ἐπόπτα ζωῆς ἀΰλων.

Χαῖρε, ὁ ψυχὴν εὐτρεπίσας τοῖς αἵμασι·

χαῖρε, ὁ ἐχθρὸν ἀποπνίξας παλαίσμασι.

Χαῖρε, ὅτι προσηλώθησαν τὰ σὰ ἄκρα ἀπηνῶς·

χαῖρε, ὅτι ἐσπαθίσθησαν τὰ σὰ μέλη μανικῶς.

Χαῖρε, ὅτι τὸ στόμα σου τῷ ξύλῳ ἐφράγη·

χαῖρε, ὅτι ἡ κάρα σου τῷ ξίφει ἐσφάγη.

Χαῖρε, κλεινῶν Ἁγίων ὑπόδειγμα·

χαῖρε, ἀνδρῶν τοῦ Πόντου ἐντρύφημα.

Χαῖρε, Λυσίου τὰ νεύρα ἐκκόψας·

χαῖρε, πιστῶν τὰς ἀγέλας νευρώσας.

Χαίροις Μάρτυς Εὐγένιε.




Ξένον ἔχων τὸν νοῦν σου, ἐκ ματαίων φροντίδων, μετέστης πρὸς τὸν δῆμον ἀΰλων, καὶ τῷ θείῳ θρόνῳ τοῦ Χριστοῦ, παρεστηκὼς αἰγληφόρος Εὐγένιε, πρεσβεύεις ἀξιάγαστε, ὑπὲρ ἡμῶν τῶν ἐκβοώντων·

Ἀλληλούϊα.


Ὁλοθύμως βραβεύεις, τοὺς τιμῶντάς σε πίστει, ῥοαῖς χαριτοβρύτων σου μύρων, ἐκ τῶν σῶν λειψάνων Ἀθλητά, ὡς ποταμὸς γὰρ θαυμάτων Εὐγένιε, ἡ λάρναξ καὶ ὁ τάφος σου, ἐδείχθη τοῖς ἀναβοῶσι·


Χαῖρε, τὸ ῥεῦμα τῶν δωρημάτων·

χαῖρε, τὸ πέλαγος τῶν θαυμάτων.

Χαῖρε, πυρετοῦ Μιχαὴλ ἡ κατάπαυσις·

χαῖρε, στρατηγοῦ τοῦ Νικήτα ἡ κούφισις.

Χαῖρε, ὅτι ἐνεργούμενον ἰατρεύεις ἐκ δεσμῶν·

χαῖρε, ὅτι τὸν κωφάλαλον θεραπεύεις θαυμαστῶς.

Χαῖρε, ἡ προστασία τῆς νηὸς ἐν πελάγει·

χαῖρε, ἡ σωτηρία τῶν βροτῶν ἐν χειμῶνι.

Χαῖρε, πηγὴ ποικίλων ἰάσεων·

χαῖρε, ἀστὴρ ἐλλάμψεων χάριτος.

Χαῖρε, ἀνδρὸς ἀποδήμου τὸ ἆκος·

χαῖρε, γυνῆς ἐκ Κολχίδος τὸ κράτος.

Χαίροις Μάρτυς Εὐγένιε.




Πᾶσαν ἔχων τὴν δόξαν, ἀπαστράπτουσα Μάρτυς, ἑπέστης κληρικοῖς σου κατ’ ὄναρ, ἐκζητήσας σφοδρῶς παρ’ αὐτοῖς, τῶν γενεθλίων σου νέαν πανήγυριν, ἣν πανδημεὶ ἑόρταζον, τῷ σὲ δοξάζοντι βοῶντες·

Ἀλληλούϊα.


Ῥείθροις τῶν ἰαμάτων, καταρδεύεις νοσοῦντας, καὶ πάντας τοὺς παντοίως ἀλγοῦντας, ἡ θήκη γὰρ τῶν σῶν ὀστῶν, ἐν Τραπεζοῦντι ὡς κρήνη πολύκρουνος, δωρεῖται τὰ αἰτήματα, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι·


Χαῖρε, ἡ ἔγερσις τῶν καμνόντων·

χαῖρε, ἡ πλάτυνσις τῶν στενόντων.

Χαῖρε, Διονυσίου ἀνδρὸς ἀναθάῤῥυνσις·

χαῖρε, ἀσεβοῦς Μεθοδίου τιμώρησις.

Χαῖρε, ὅτι ἐπετίμησας πλεονέκτας μοναχούς·

χαῖρε, ὅτι διετήρησας λύχνους τοὺς φωτιστικούς.

Χαῖρε, ὁ νουθετήσας Εὐμορφίαν εὐκαίρως·

χαῖρε, ὁ ἰατρεύσας τὴν Βαρβάραν ἐνθέως.

Χαῖρε, ἀλόγων ζώων ἀσφάλεια·

χαῖρε, ἐλλόγων ὄντων μετάνοια.

Χαῖρε, Ἐφραὶμ ἡγουμένου τὸ φίλτρον·

χαῖρε, σεμνοῦ Νικολάου ὁ φίλος.

Χαίροις Μάρτυς Εὐγένιε.




Σῶσαι θέλων τὸν πρῶτον, μοναστῶν ἐκ παγίδων, ἐκρήμνισας δαιμόνων τὸ πλῆθος, καὶ βδελλῶν ξυνωρίδα σοφέ, ἐκ τῶν σπλάγχνων αὐτοῦ τῇ δυνάμει σου, ἐξήγαγες Εὐγένιε, διὸ πρὸς τὸν Χριστὸν ἐφώνει·

Ἀλληλούϊα.


Τεῖχος εἶ Τραπεζοῦντος, καὶ Χαλδίας ἁπάσης, πρεσβείαις σου Εὐγένιε Μάρτυς, ἑτοιμότατος γὰρ βοηθός, τῶν προσιόντων σοι πόθῳ Εὐγένιε, ἐφάνης ἐν ταῖς θλίψεσι, καὶ χάριν δίδως τοῖς βοῶσι·


Χαῖρε, λαοῦ ὑψίπυργον τεῖχος·

χαῖρε, αὐτοῦ ἀκένωτος πλοῦτος.

Χαῖρε, τοῦ υἱοῦ τῆς στείρας ἐνίσχυσις·

χαῖρε, μοναστῶν Ὁσίων ὁδήγησις.

Χαῖρε, ὅτι τὸν Θεόδωρον τῆς Μονῆς σου ἐλεεῖς·

χαῖρε, ὅτι βακτηρίδιον ἀρχιθύτου φανεροῖς.

Χαῖρε, Μητροπολίτου Ἰωσὴφ ἡ φαιδρότης·

χαῖρε, δικαστικοῦ τοῦ εὐσεβοῦς ποδηγέτης.

Χαῖρε, ποδῶν εὐνούχου διόρθωσις·

χαῖρε, κλεπτῶν τοῦ φόρου φανέρωσις.

Χαῖρε, Μελὶκ ἀλλοθρήσκου τὸ δέος·

χαῖρε, τοῦ σοῦ Ἀνδρονίκου τὸ εὖχος.

Χαίροις Μάρτυς Εὐγένιε.




Ὕμνος εὐχαριστίας, ὁ λαὸς ἀναπέμπει, Εὐγένιε πρὸς σὲ καὶ γεραίρει, τὰ τεράστιά σου Ἀθλητά, τὰς ἰάσεις ἐμφανίσεις θαυμάσια, καὶ ἀλλοφύλων πάταξιν, ἀναφωνῶν τὸν θεῖον ὕμνον·

Ἀλληλούϊα.


Φωτοφόρος ἡ λάρναξ, τῶν σεπτῶν σου λειψάνων, ψυχὰς καταφωτίζουσα πάντων, τῶν προσερχομένων ταπεινῶς, ἐν τῷ Ναῷ σου ἐδείχθη Εὐγένιε, προστάτης γὰρ καὶ ἔφορος, ἡμῶν τῶν ἐκβοώντων πέλεις·


Χαῖρε, ὁ πάντιμος Χριστομάρτυς·

χαῖρε, τοῦ Πόντου παντὸς προστάτης.

Χαῖρε, ὁ ἐλαύνων ἐχθροῦ τὴν ἐνέργειαν·

χαῖρε, ὁ κοπάζων πληγῶν τὴν πυόῤῥοιαν.

Χαῖρε, ὅτι ἐφυγάδευσας πυρετὸν ἀσθενειῶν·

χαῖρε, ὅτι ἐξηφάνισας πᾶσαν μάστιγα σαρκός.

Χαῖρε, μεταβολὴ τῶν ὀδυνῶν εἰς ὑγείαν·

χαῖρε, ἡ καταπράϋνσις ἀλγούντων ταχεῖα.

Χαῖρε, ἀμέτρων στόνων ἀνάψυξις·

χαῖρε, κλαυθμοῦ καὶ πόνων ἐκλύτρωσις.

Χαῖρε, ἐρῶν τὸν ἀφρόντιδα βίον·

χαῖρε, φιλῶν τῶν Ἀγγέλων τὸν δῆμον.

Χαίροις Μάρτυς Εὐγένιε.




Χρόνον ἐπισημάνας, κληρικοῖς αἰδεσίμοις, γεννήσεως τῆς σῆς ἐν ὀνείροις, ἐξητήσω ὦ ἄνερ σοφέ, ἑορτὴν λαμπροφόρον συστήσασθαι, τῶν μοναστῶν τὸν πρόεδρον, καὶ πάντας τοὺς ἀεὶ βοῶντας·

Ἀλληλούϊα.


Ψευδοῤῥήμονι γλώττῃ, οἱ πολλὰ ἑπταικότες, ὑμνοῦμέν σου τὰ θαύματα Μάρτυς, καὶ αἰτοῦμεν μὴ παύσῃ ποτέ, ταῖς πρεσβείαις Ποντίων τὸν σύλλογον, περιφρουρῶν Εὐγένιε, βοῶντά σοι τὸ χαῖρε πόθῳ·


Χαῖρε, ὁ ἔκγονος τῶν Ποντίων·

χαῖρε, ὁ ἔντιμος τῶν Ἑλλήνων.

Χαῖρε, ὀλετὴρ νοημάτων τοῦ δαίμονος·

χαῖρε ἀκεστὴρ νοσημάτων τοῦ σώματος.

Χαῖρε, σφάγιον θεόδεκτον Τραπεζοῦντος τῆς κλεινῆς·

χαῖρε, θῦμα ἐθελόθυτον παρατάξεως Χριστοῦ.

Χαῖρε, ὁ ὀλεσίθηρ ψυχοκτόνων θηρίων·

χαῖρε, ἱεροκήρυξ διδαχῶν τοῦ Σωτῆρος.

Χαῖρε, Χριστὸν κηρύξας τοῖς ἔθνεσι·

χαῖρε, σατὰν συντρίψας τὴν ἔπαρσιν.

Χαῖρε, ἡμῶν τῶν ὑμνούντων σε αἴγλη·

χαῖρε, τῶν χαῖρε βοώντων σοι σκέπη.

Χαίροις Μάρτυς Εὐγένιε.




Ὢ πανάριστε Μάρτυς, Ἀθλητῶν ἡ λαμπρότης, Εὐγένιε Ποντίων σεμνότης (γ΄), εἰς ἀγάπην ἀντέκτησιν νῦν, χαριστήριον μέλισμα πρόσδεξαι καὶ μνήσθητι πρεσβείαις σου, τῶν σὲ ὑμνούντων καὶ βοώντων·

Ἀλληλούϊα.



Πηγή
voutsinasilias.blogspot.gr

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Χαιρετισμοί του Μάρτυρος Ευγενίου Τραπεζούντιου
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Χαιρετισμοί :: Χαιρετισμοί εις τους Αγίους μας-
Μετάβαση σε: