proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παράκληση Μιχαήλ Πακνανας Νεομάρτυς Αθηνών

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1164

ΔημοσίευσηΘέμα: Παράκληση Μιχαήλ Πακνανας Νεομάρτυς Αθηνών   Κυρ Ιουλ 14, 2013 11:28 am

ΠΑΡΑΚΛΗΣΙΣ ΜΙΧΑΗΛ ΠΑΚΝΑΝΑΣ ΝΕΟΜΑΡΤΥΣ ΑΘΗΝΩΝ


(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου, π. Νεκτάριος Μαμαλοῦγκος, ww.nektarios.gr)


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.



Ψαλμός ρμβ’ (142).


Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…



Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ὡς ἐναθλήσας ἀνενδότῳ καρδίᾳ, τῆς τῶν Μαρτύρων ἠξιώθης εὐκλείας, ὦ Νεομάρτυς Μιχαὴλ μακάριε, ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ παντοίων κινδύνων, τοὺς τῇ σεπτῇ πρεσβείᾳ σου πιστῶς, προσερχομένους, καὶ πόθῳ τιμῶντάς σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μιχαὴλ ῥῦσαι ἡμᾶς κινδύνων. Γερασίμου.



ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Μαρτύρων ἰσότιμος γεγονώς, Μιχαὴλ παμμάκαρ καθικέτευε ἐκτενῶς, πταισμάτων ἡμῖν διδόναι λύσιν, καὶ εἰρηναίαν ἐν βίῳ κατάστασιν.

Ἰσχὺν ἡμῖν αἴτει παρὰ Χριστοῦ, ἐχθροῦ τοῦ σκοτίου καταλύειν τὰς μηχανάς, Μιχαὴλ θεόφρον Νεομάρτυς, καὶ κατισχύειν δεινῶν περιστάσεων.

Χαρᾶς ἀνεκφράστου ὢν κοινωνός, Μιχαὴλ θεόφρον, πάσης λύπης ὀδυνηρᾶς, ῥῦσαι τοὺς πιστῶς σοι προσιόντας, μαρτυρικῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον.

Ἀφράστως τεκοῦσα τὸν Ποιητήν, Κεχαριτωμένη Παντευλόγητε Μαριάμ, Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ, τῆς τῶν παθῶν τυραννίδος ῥυσθῆναί με.




ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Ἡ θερμῇ σου πρεσβείᾳ πρὸς τὸν Χριστὸν Ἅγιε, τεῖχος ἀσφαλείας γενέσθω ἡμῖν καὶ στήριγμα, ἀποδιώκουσα, πᾶσαν φθοράν τε καὶ βλάβην, ἀφ’ ἡμῶν ἑκάστοτε, τῶν εὐφημούντων σε.

Λαμπρυνόμενος φέγγει τῆς τριλαμποῦς λάμψεως, οἷα Νεομάρτυς Κυρίου ἀξιοθαύμαστος, σκότους τῶν θλίψεων, καὶ ζοφερῶν παθημάτων, Μιχαὴλ ἀπάλλαξον, ἡμᾶς πρεσβείας σου.

Θεοτοκίον.

Ὑψηλότατος θρόνος καὶ φωταυγὲς σκήνωμα, τοῦ Παμβασιλέως τῆς δόξης ὤφθης Πανάχραντε, Τοῦτον κυήσασα, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, Ὃν ἡμῖν ἱλέωσαι, τοῖς Σὲ δοξάζουσι.

Διάσωσον, ὦ Μιχαὴλ Νεομάρτυς ἠγλαϊσμένε, πάσης βλάβης ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀθλήσας καλῶς ὡς νεανίας ἔνθεος, πολλῶν ἀμοιβῶν παρὰ Χριστοῦ ἠξίωσαι, ὦ πρέσβευε δεόμεθα, Μιχαὴλ Νεομάρτυς μακάριε, ἐπερχομένων λυτροῦσθαι δεινῶν, τοὺς πόθῳ τιμῶντάς σου τὴν ἄθλησιν.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Συντριβέντας τοῖς πάθεσι, Μιχαὴλ παμμάκαρ ἡμᾶς θεράπευσον, μεσιτείαις σου πρὸς Κύριον, δι’ Ὃν προθυμότατα ἐνήθλησας.

Ἀθηναίων ἡ πόλις σε, Μιχαὴλ γεραίρει ὡς θεῖον βλάστημα, ἣ ἐξαίτει θεῖον ἔλεος, καὶ εἰρήνην Μάρτυς ἀστασίαστον.

Ἴδε Μάρτυς τοὺς σπεύδοντας, τῇ σῇ ἀντιλήψει ὡς ἱλαρώτατος, καὶ ἑκάστῳ δίδου ἄνωθεν, τῆς σῆς προστασίας τὰ δωρήματα.

Θεοτοκίον.

Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ τὸν Τόκον παρθένος μείνασα, Θεοτόκε Ἀειπάρθενε, ἵλεών μοι ἔργασαι Ὃν ἔτεκες.



ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Μάρτυς ἀληθής, Μιχαὴλ ὤφθης τοῦ Κτίσαντος, καταισχύνας τὸν τοῦ ψεύδους εὑρετήν, οὗ τῆς πλάνης καὶ ἀπάτης ἡμᾶς λύτρωσαι.

Αἵμασι τοῖς σοῖς, ἡγιάσθη γῆ ἡ πάτριος, διὸ αἴτει Μιχαὴλ ἁγιασμόν, καὶ χαρὰν τὴν ἀληθῆ τοῖς εὐφημοῦσί σε.

Σύντριψον ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν ἀεί, κατευθύνων Μιχαὴλ ἐπὶ τὰ κρείττονα.

Θεοτοκίον.

Κόπασον Ἁγνή, τῶν παθῶν μου τὸ κλυδώνιον, καὶ ὁδήγησόν με Κόρη ἀσφαλῶς, πρὸς λιμένα θελημάτων τοῦ Παντάνακτος.



ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἰδού σοι, ἐν εὐλαβείᾳ προσῆλθον, Ἀθηναίων εὐσεβούντων χορεῖαι, καὶ τῇ σεπτῇ σου εἰκόνι ἑστῶτες, ἀπὸ ψυχῆς Μιχαὴλ ἐκβοῶσί σοι· ῥῦσαι ἡμᾶς πάσης ὀργῆς, Νεομάρτυς λιταῖς σου πρὸς Κύριον.

Νεκρώσας, τὸν νεκρωτὴν τὸν ἀρχαῖον, δι’ ἀγάπην νεκρωθεὶς τοῦ Σωτῆρος, νεκροποιῶν ἐννοιῶν καὶ ἀτόπων, τὰς διανοίας ἡμῶν ἀποκάθαρον, ἀθλητικῇ σου πρὸς Χριστόν, Μιχαὴλ παῤῥησία δεόμεθα.

Δυνάμει, κραταιωθεὶς οὐρανίῳ, ἀπετμήθης τὸν αὐχένα ἀνδρείως, ὅθεν κἀμέ, ἐνδυνάμωσον Μάρτυς, καταπατεῖν τοῦ δολίου τὰ σκάνδαλα, καὶ ἐν ἀνδρείᾳ ψυχικῇ, διανύειν ὁδὸν τὴν σωτήριον.

Θεοτοκίον.

Ὑδάτων, τῆς ἀπωλείας με ῥῦσαι, εἰσρευσάντων τῇ ἀθλίᾳ ψυχῇ μου, καὶ πρὸς τὸ ὕδωρ ζωῆς τῆς ἁγίας, δι’ ἀληθοῦς μετανοίας με ἴθυνον, Παρθενομῆτορ Μαριάμ, τῶν ἀνθρώπων λιμὴν ὁ σωτήριος.

Διάσωσον, ὦ Μιχαὴλ Νεομάρτυς ἠγλαϊσμένε, πάσης βλάβης ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ἐν εὐσεβείᾳ ἀνύων τὸν βίον σου, μαρτυρικῆς ἠξιώθης λαμπρότητος, διὸ τῶν παθῶν μου τὴν ζόφωσιν, ταῖς σαῖς πρεσβείαις διάλυσον Ἅγιε, βραβεύων μοι χάριν καὶ ἔλεος.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.


Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, κατὰ Λουκᾶν.


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ἡμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὲ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...


Μάρτυς ἐνθεώτατος, τοῦ Βασιλέως τῆς δόξης, ἐν ὑστέροις ἔτεσιν, ἀθλήσας στεῤῥότατα ὤφθης Ἅγιε, διὸ νῦν πρέσβευε, τῷ σῷ Ἀθλοθέτῃ, τυχεῖν θείας ἱλαρότητος, καὶ τῆς ἀφέσεως, τῶν ἁμαρτιῶν ὧν ἐπράξαμεν, καὶ φωτισμοῦ τῆς χάριτος, τοὺς εἰλικρινῶς σε γεραίροντας, Μιχαὴλ παμμάκαρ, τὸ ἄνθος τὸ εὐῶδες Ἀθηνῶν, τὸ διαπνέον τοῖς ἅπασι, τὴν ὀσμὴν τοῦ Πνεύματος.



ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Νέος ὤφθης ὁπλίτης Μιχαὴλ Νεομάρτυς τοῦ Παντοκράτορος, διὸ τῆς ἐξαπάτης, καὶ πάσης πονηρίας, τοῦ δεινοῦ κοσμοκράτορος, ῥύου ἡμᾶς εἰσαεί, θερμῇ σου ἀντιλήψει.

Ὡς θεόφρονι γνώμῃ ἐναθλῆσαι προείλου πόθῳ τοῦ Κτίστου σου, νοῦν σώφρονα ἐν πᾶσι, καὶ καθαρὰν καρδίαν, ἐν σεμνοῖς Μάρτυς ἤθεσι, δίδου ἰσχὺν γεωργεῖν, ἡμῖν τοῖς σὲ τιμῶσι.

Ναὸν θεῖόν σοι Μάρτυς εὐσεβοῦντες εἰς δόξαν σὴν καθιέρωσαν, ἐν ᾧ οἱ προσιόντες, χαρᾶς καὶ εὐφροσύνης οὐρανίου πληρούμεθα, ἐπιφοιτήσει τῆς σῆς, χάριτος Ἀθλοφόρε.

Θεοτοκίον.

Γλυκασμὸν σωτηρίας τῶν δεινῶς πληγωθέντι ἰῷ τοῦ ὄφεως, παράσχου μοι Παρθένε, καὶ τῆς ψυχῆς μου πᾶσαν, ἡδυπάθειαν νέκρωσον, ἵνα σωθεὶς διὰ Σοῦ, ὑμνῶ Σε Θεοτόκε.




ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἔχων μεγίστην, ὡς Ἀθλητὴς παῤῥησίαν, πρὸς τὸν Κύριον ὦ Μιχαὴλ δυσώπει, πάσης δυσχερείας, ἡμᾶς ἀεὶ λυτροῦσθαι.

Ῥείθροις αἱμάτων, τὴν Ἐκκλησίαν ἀρδεύσας, βλῦσον ἅπασι τῆς θείας εὐσπλαγχνίας, ταῖς σαῖς ἱκεσίαις, ὦ Μιχαὴλ τὰ ῥεῖθρα.

Ἄνωθεν ἴδε, ὡς συμπαθὴς Νεομάρτυς, τοὺς προσπίπτοντες τῇ θείᾳ σου πρεσβείᾳ, Μιχαὴλ καὶ πλήρου, τὰς τῶν πιστῶν αἰτήσεις.

Θεοτοκίον.

Σάρκα φορέσας, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ὁ τὰ σύμπαντα παραγαγὼν Παρθένε, ἔσωσε τὸν κόσμον, τῆς πάλαι καταδίκης.




ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰλύος πάσης ῥῦσαι, Μιχαὴλ θεόφρον, ἐπιφορῶν ὀλεθρίων τοῦ ὄφεως, τοὺς ἀδιστάκτῳ καρδίᾳ σε μεγαλύνοντας.

Μονὰς τὰς οὐρανίους, ἤδη κατοικήσας, μὴ διαλίπῃς ἐκεῖθεν μακάριε, τοῦ ἐποπτεύειν τοὺς πόθῳ σε μακαρίζοντας.

Ὁ νέος Χριστοῦ Μάρτυς, Μιχαὴλ τρισμάκαρ, τῶν Ἀθηνῶν τὸ τερπνότατον βλάστημα, τὴν σὴν πατρίδα ἐκ πάσης φύλαττε θλίψεως.

Θεοτοκίον.

Ὑλώδους προσπαθείας, κάθαρον τὸν νοῦν μου, καὶ τῇ ἀγάπῃ με Κόρη καρδίωσον, τοῦ προελθόντος ἀφράστως ἐκ τῶν αἱμάτων Σου.




Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Πόλις Ἀθηναίων ἡ εὐκλεής, ἤνεγκέ σε Μάρτυς, ὥσπερ κρίνον πανευθαλές, ἔνθεν εὐσεβείας, ὀσμὴν τὴν οὐρανίαν, ἀθλήσας διαπνέεις, Μιχαὴλ ἅπασι.

Νέος ὢν τῷ σώματι Ἀθλητά, ἁπλοῦς δὲ τὸν τρόπον, καὶ τοῖς ἤθεσιν εὐπρεπής, τὴν ὀφρὺν καθεῖλες, ἐχθροῦ τοῦ παλαιμναίου, ὦ Μιχαὴλ θεόφρον, ἀθλήσας ἄριστα.

Γνώμῃ ἀπτοήτῳ καὶ σταθερᾷ, τὰς βουλὰς αἰσχύνας, καὶ τὸ θράσος τῶν δυσσεβῶν, ἱδρυμένος πέτρᾳ, στεῤῥῶς τῆς εὐσεβείας, ὦ Μιχαὴλ καὶ πόνους, Μαρτύρων ἤνεγκας.

Λόγους τε καὶ δώρα καὶ ἀπειλάς, καὶ πικρὰς βασάνους, ὑπερέδραμες Μιχαήλ, καὶ τμηθεὶς τὴν κάραν, ὑπὲρ Χριστοῦ ἀνδρείως, Μαρτύρων ἐκοσμήθης, τῷ διαδήματι.

Ἄνθος τῆς νεότητος παριδών, ἤθλησας νομίμως, δι’ ἀγάπην τοῦ Ἰησοῦ, Ὃν ἀεὶ δυσώπει, δοῦναι ἡμῖν εἰρήνην, καὶ πᾶσαν εὐλογίαν, Μιχαὴλ ἄνωθεν.

Δόξης ἀπολαύων θεαρχικῆς, Μιχαὴλ θεόφρον, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν ἐν πίστει, τελούντων σου τὴν μνήμην, διδόναι ἡμῖν χάριν, καὶ θεῖον ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.




Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς γεραίροντας πιστῶς, Μάρτυς τοὺς ἁγίους ἀγῶνας, τῆς σῆς ἀθλήσεως, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, ἀνωτέρους διάσωζε, Μιχαὴλ παμμάκαρ, ταῖς πρὸς τὸν Παντάνακτα, θερμαῖς πρεσβείαις σου, δίδου δὲ χαρὰν καὶ εἰρήνην, καὶ παντὸς καλοῦ ἀφθονίαν, τοῖς τῷ σῷ ναῷ θερμῶς προστρέχουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Δι’ εὐχῶν.





Πηγή
voutsinasilias.blogspot.gr/

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Παράκληση Μιχαήλ Πακνανας Νεομάρτυς Αθηνών
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: