proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Ευγενίου Τραπεζούντιου

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1164

ΔημοσίευσηΘέμα: Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Ευγενίου Τραπεζούντιου   Κυρ Ιουν 30, 2013 12:11 pm

Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Ευγενίου Τραπεζούντιου


(Ἰωήλ, ἐπισκόπου Ἐδέσσης· π. Νεκτάριος Μαμαλοῦγκος, nektarios.gr)



Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.



Ψαλμός ρμβ’ (142).


Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ὡς Τραπεζοῦντος τὸ πανεύοσμον ἄνθος, καὶ τῶν Ποντίων βοηθὸν ἐν ἀνάγκαις, καὶ Ἐκκλησίας πάσης ἐγκαλλώπισμα, πρόφθασον Εὐγένιε, καὶ βοήθησον τάχει, τοὺς ἐν περιστάσεσι, πεπτωκότας τοῦ βίου, καὶ ἐξαιτοῦντας Μάρτυς τοῦ Χριστοῦ, τὴν προστασίαν τὴν σὴν καὶ περίθαλψιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.




Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐγένιε δέξαι μου ᾠδὴν ἱκετηρίαν. Ἰωήλ.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.


Εὐγένιε τήνδε ἱκετικήν, ᾠδήν σοι ἐν πίστει, ἀναπέμποντες οἱ πιστοί, λύτρωσαι οὖν Μάρτυς ἐκ παγίδων, τοῦ πολεμήτορος πάντας τοὺς δούλους σου.

Ὑφέρπων δολίως ὁ δυσμενής, καὶ δόλιος ὄφις, τοῦ τηρῆσαι ἐμὴν ψυχήν, Εὐγένιε σπεῦσον ταῖς λιταῖς σου, διαφυλᾶξαί με Μάρτυς ἀλώβητον.

Γεώργησον ἄρουραν τῆς ψυχῆς, ἡμῶν τῶν ὑμνούντων, τὴν σὴν μνήμην καὶ βιοτήν, τὰ σπέρματα Μάρτυς καταβάλλων, τὰ θρεπτικὰ εὐσεβείας Εὐγένιε.

Θεοτοκίον.

Ἐλέους κυήσασα τὴν πηγήν, Χριστὸν τὸν Σωτῆρα, καὶ τοῦ κόσμου τὸν Ποιητήν, ὑπάνοιξον πύλας εὐσπλαγχνίας, τῶν ἀνυμνούντων Παρθένε τὸν Τόκον Σου.




ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Νικητὴς ἀθεΐας ἀναδειχθεὶς ἔνδοξε, πάσης ἁμαρτίας καὶ πλάνης, καὶ τῶν αἱρέσεων, ἀνεπηρέαστον, τῶν Ὀρθοδόξων τὴν ποίμνην, ταῖς ἱκετηρίαις σου, τήρησον Ἅγιε.

Ἰξευθεὶς πανουργίᾳ τοῦ πονηροῦ δράκοντος, κεῖμαι ἐν τῷ λάκκῳ ὀδύνης, καὶ ἀπογνώσεως, διὸ Εὐγένιε, ἐπὶ τὴν σὴν καταφεύγων, προστασίαν δέομαι, δός μοι τὴν ἄνεσιν.

Ἐκ χειμῶνος πταισμάτων τῶν χαλεπῶν Ἅγιε, ἐπὶ τὸ τῆς χάριτος ἔαρ, πάντας ὁδήγησον, σὺ γὰρ διδάσκαλος, τῶν σωτηρίων δογμάτων, ἐν τῷ Πόντῳ ἄριστος, ὤφθης Εὐγένιε.

Θεοτοκίον.

Δαδουχοῦσα μὴ παύσῃ τῷ Σῷ φωτὶ ἔρεβος, τοῦ γεγαυρωμένου νοός μου, Μῆτερ ἀπείρανδρε, Σὺ γὰρ παλάτιον, τὸ φωτοφόρον τοῦ Λόγου, καὶ λυχνία χάριτος, γέγονας πάμφωτος.


Διάσωσον, Μεγαλομάρτυς Εὐγένιε ἐξ ἀνάγκης, ἐκ νοσημάτων παντοδαπῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας ἐν πίστει τὴν σὴν πρεσβείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.


Ποικίλα κακὰ καὶ σώματος τὴν κάκωσιν, στεῤῥῶς ὑποστάς, διὰ Χριστὸν πανεύφημε, ἐκτήσω τὴν λαμπρότητα, ἐν οὐρανοῖς τῶν Μαρτύρων Εὐγένιε, καὶ παῤῥησίαν σχῶν ὑπὲρ ἡμῶν, ἀεὶ ταῖς λιταῖς σου καθικέτευε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἐκ χειρὸς τοῦ ἀλάστορος, τῆς τυραννικῆς θεόφρον Εὐγένιε, ἐνεργείαις σου ἐξάρπασον, τοὺς ἐν μετανοίᾳ βιοτεύοντας.

Ξηρανθεὶς ὁ ταλαίπωρος, καύσωνι ἀστέκτῳ τῆς ῥαθυμίας μου, ὑετῷ τῆς ἐγρηγόρσεως, τὴν ψυχήν μου ἔγειρον Εὐγένιε.

Ἀκεσώδυνον φάρμακον, Ἅγιε εὐχαῖς σου τάχος μοι δώρησαι, ἐν τοῖς νόσοις γὰρ τοῦ σώματος, καὶ ψυχῆς Εὐγένιε ταράσσομαι.

Θεοτοκίον.

Ἱκετεύουσα πάντοτε, τοῦ Υἱοῦ Σου Μῆτερ Θεοχαρίτωτε, μὴ ἐλλίπῃς ταῖς πρεσβείαις Σου, πάσης ἁμαρτίας λυτρωθῆναί με.



ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Μέλλοντος ἐλθεῖν, τοῦ καιροῦ τῆς ἐξετάσεως, πρὸ τοῦ βήματος Χριστοῦ ἐν οὐρανῷ, παραστάτης τοῖς πιστοῖς, γενοῦ Εὐγένιε.

Ὅλον τῷ φωτί, καταλάμπρυνον Εὐγένιε, τῶν χαρίτων σου πολλῶν τῶν λυπηρῶν, τῇ νυκτὶ τροπαιοφόρε, καλυφθέντα με.

Ὕπνον ἡδονῶν, ἐξανάστησον πανόλβιε, τοὺς εὐέλπιδας Εὐγένιε χορούς, τῆς νεότητος παμμάκαρ, δυσωπείαις σου.

Θεοτοκίον.

Ὥσπερ ποταμός, δωρεαῖς ὑπερκαλύπτουσα, ἰαμάτων τὰ συστήματα βροτῶν, Θεοτόκε τὴν ψυχήν μου καταδρόσισον.




ᾨδὴ στ΄. Τὴν δέησιν.

Διδάσκαλος, Ἀθλητὰ Εὐγένιε, τῶν δογμάτων τοῦ Χριστοῦ ἐν τῷ Πόντῳ, ἀναδειχθεὶς τῶν πιστῶν τὰς ἀγέλας, πρὸς τὴν ὁδὸν τὴν εὐθεῖαν κατηύθυνας, διὸ προφθάσας ἀγαθέ, καὶ ἡμᾶς ἐξ αἱρέσεων λύτρωσαι.

Ἡσύχιον, καὶ γαλήνιον βίον, ἀπὸ πάσης ταραχῆς τῶν δαιμόνων, καὶ κακοτρόπων ἀνθρώπων ἐρίδων, γονυπετῶς θεοφόρητε δέομαι, ταῖς ἱκεσίαις σου εὑρεῖν, τὴν ἀθλίαν ψυχήν μου Εὐγένιε.

Νενέκρωμαι, νοητῶς Ἀθλοφόρε, ἐξ ἀπείρων μου κακῶν καὶ πταισμάτων, καὶ τῆς ψυχῆς ἀμαυρώσας τὸ κάλλος, ἐν τῷ βαράθρῳ Εὐγένιε πέπτωκα, τῆς ἀκρασίας ἐξαιτῶν, τῆς σωζούσης πρεσβείαις σου δύναμιν.

Θεοτοκίον.

Ἰδοὺ καιρός, μετανοίας ἤγγικεν, καθὼς εἴρηκεν ὁ Παύλειος λόγος, διὸ προσφεύγω ἐν πίστει κραυγάζων, πρὸς τὸν Υἱόν Σου πανάχραντε Δέσποινα, Φιλάνθρωπε τῆς Σῆς Μητρός, ἱκεσίαις τὸν δοῦλόν Σου στήριξον.


Διάσωσον, Μεγαλομάρτυς Εὐγένιε ἐξ ἀνάγκης, ἐκ νοσημάτων παντοδαπῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας ἐν πίστει τὴν σὴν πρεσβείαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.


Σημειοφόρος ἐδείχθης Εὐγένιε, τῶν νοσημάτων κατ’ ἄμφω τὴν ἴασιν, τῇ σῇ δυνάμει καὶ χάριτι πάσχουσι, Μεγαλομάρτυς χαρίζων ἑκάστοτε, διό σε τιμῶμεν ἐν ᾄσμασι.

Πρ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον τοῦ Ἁγίου Γεωργίου

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...


Νόσον τὴν δυσίατον, τοῦ Μιχαὴλ θεραπεύσας, καὶ Νικήτα Ἅγιε, τὴν δεινὴν ἀσθένειαν στήσας λόγοις σου, τοῦ κωφοῦ μέροπος, ὦτα διανοίξας, Πορφυρίου δὲ τὸν κάματον, λύσας Εὐγένιε, καὶ τοῦ Συμεῶν τὸ δαιμόνιον, ἐλάσας τῇ σῇ χάριτι, καὶ πολλῶν ἑτέρων τὴν ἴασιν, Μάρτυς ἐνεργήσας, ἐφάνης εὐεργέτης τῶν πιστῶν, διὸ ἡμῶν τὰ ἀλγήματα, μάκαρ καταπράϋνον.



ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Κατὰ χρέος γεραίρω τὰ ἐξαίσια πάντα ἐν Τραπεζοῦντι ποτέ, τῶν σῶν λαμπρῶν ἀγώνων, Εὐγένιε τρισμάκαρ, ἀναμέλπων τὸ μέλισμα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐκ νυκτὸς ἁμαρτίας καὶ ἁγνοίας τοῦ θείου Χριστοῦ θελήματος, τοῦ ζόφου ἐγκλημάτων, καὶ πάσης σκοτοδίνης, ἡδονῶν τῶν τοῦ σώματος, ἐπιστασίᾳ τῇ σῇ, θαῤῥῶ ἀπαλλαγῆναι.

Τῆς ψυχῆς μου τὸν τόνον ἁμαρτίαις τοῦ βίου ἐξασθενήσαντα, ταῖς σαῖς θερμαῖς πρεσβείαις, Εὐγένιε τρισμάκαρ, ταχινῶς ἐξανάστησον, ἵνα ὑμνῶ ζωηρῶς, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἡ χαρὰ τῶν Ἀγγέλων κραταιὰ προστασία ἀνθρώπων ἄχραντε, τῶν ἀσθενῶν τὸ ἆκος, καὶ τῶν ἐν δυστυχίαις, ἀγαλλίασιν ἄφατος, καὶ οἰκουμένης σεμνή, ὑπάρχεις εὐφροσύνη.




ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ῥώμην καὶ θάρσος, τοῖς Ὀρθοδόξοις παράσχου, καὶ ἱκάνωσον Εὐγένιε παμμάκαρ, τούτους εὐαρέστως, δουλεύειν τῷ Κυρίῳ.

Ἴδε εὐσπλάγχνως, Μεγαλομάρτυς Κυρίου, τοὺς συντρέχοντας πιστοὺς ἐν τῷ Ναῷ Σου, καὶ τελείως τούτων, ἀπάλειψον τὴν θλῖψιν.

Ἀποσκοποῦντες, ἐπὶ τὴν σὴν προστασίαν, ἀνατείνομεν Εὐγένιε τὰς χεῖρας, πρὸ τῆς σῆς εἰκόνος, ζητοῦντες τὴν σὴν χάριν.

Θεοτοκίον.

Νοσοῦσαν ὄντως, ἐξ ἐπηρείας δαιμόνων, τὴν καρδίαν μου θεράπευσον καὶ δός μοι, δάκρυα Παρθένε, καὶ φόβον τοῦ Δεσπότου.




ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰὸν ἀλαζονείας, καὶ μεγαλαυχίας, τῆς διανοίας μου πρόῤῥιζον ἔκκοψον, ὡς ἂν ἀτύφως διάγω, τὸν βίον Ἅγιε.

Ὡς ἥλιος ὡραῖος, ἐκ τῆς Τραπεζοῦντος, ἐξανατείλας Εὐγένιε ἔνδοξε, τοὺς ἐκ τοῦ Πόντου ἐλθόντας, ἀεὶ καταύγαζε.

Ἡδέως τῶν Ποντίων, σύλλογοι προστάτην, καὶ ἀρωγόν σε Εὐγένιε ἔχοντες, ἐπιζητοῦσι λαμβάνειν, ψυχῆς τὰ πρόσφορα.

Θεοτοκίον.

Λαοὶ τῶν Ὀρθοδόξων, γνόντες Θεοτόκε, τὴν παῤῥησίαν ἣν ἔχεις πρὸς Κύριον, παρακαλοῦσι πρεσβεύειν ὑπὲρ τῶν δούλων Σου.



Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Χαίροις Τραπεζοῦντος τεῖχος στεῤῥόν, χαίροις τῶν Μαρτύρων ἐγκαλλώπισμα ἱερόν, χαίροις τῶν Ποντίων, ἁπάντων ὁ προστάτης, Εὐγένιε θεόφρον, πιστῶν τὸ στήριγμα.

Ξόανα συντρίψας δαιμονικά, εἰδωλομανέντων, τῇ δεήσει καὶ προσευχῇ, τοῦ Εὐαγγελίου, ὡς κήρυξ θεοφόρος, Εὐγένιε ἀτόνως, πίστιν ἐτράνωσας.

Στίγματι ἐν σώματι τὰ πικρά, τοῦ Χριστοῦ ἐνέγκας, ἐνεδύθης τὴν ἱερά, ἀμπεχόνην Μάρτυς, τῶν Ἀθλητῶν ἐν δόξῃ, καὶ εἴληφας τῆς νίκης, στέφος ἀμάραντον.

Ὤφθης καὶ κατ’ ὄναρ τοῖς κληρικοῖς, ἐν τῷ σῷ τεμένει, καὶ ἐζήτησας παρ’ αὐτοῖς, τῶν σῶν γενεθλίων, τὴν ἑορτὴν πανδήμως, συστήσασθαι θεόφρον, σοφὲ Εὐγένιε.

Θαύματα σημεῖα παντοδαπά, νόσων θεραπεῖαι, δαιμονώντων ἀπαλλαγαί, ἡ σεπτὴ σορός σου, ἐπιτελεῖ ἐν Πόντῳ, τὰ μῦρα ἰατρείας, ἀναβλυστάνουσα.

Σύλλογον Ποντίων τὸν εὐαγῆ, καὶ τοὺς ἀποδήμους, ἐκ πατρίδων Ἀνατολῆς, τῇ σῇ ἀοράτῳ, ἐπιστασίᾳ Μάρτυς, προστάτευε ἀπαύστως, κλεινὲ Εὐγένιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.




Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἐν τῇ Τραπεζοῦντι τὸ πάλαι, ὡς ἄστρον ἔλαμψας, ἐν σοφοῖς διδάγμασι, καὶ μαρτυρίῳ σου, καταυγάζων συστήματα, πιστῶν Ὀρθοδόξων, ὅθεν ἐκβοῶμέν σοι, ταῖς σαῖς εὐχαῖς πρὸς Θεόν, πάντας, τοὺς ἐκ Πόντου ἐλθόντας, καὶ λοιπῶν ἀνθρώπων χορείας, φύλαττε πανόλβιε Εὐγένιε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Δι’ εὐχῶν.


Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.



Τὸν λαμπρὸν ἀριστέα Χριστοῦ Εὐγένιον, τῆς Τραπεζοῦντος τὸ ἄνθος, καὶ τῶν ἐκ Πόντου φρουρόν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι στεῤῥότητι ψυχῆς, μυριάριθμον πληθύν, διέλυσε τῶν δαιμόνων, διὸ ἀπαύστως πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης

Τραπεζοῦντος τὸν γόνον καὶ θερμὸν ἀντιλήπτορα, καὶ τοῦ πάντων Δεσπότου στρατιώτην περίδοξον, Εὐγένιον τὸν μέγαν ἀθλητήν, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, ἀπὸ πάσης γὰρ λυτροῦται ἐπιφορᾶς, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.



Πηγή
voutsinasilias.blogspot.gr

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Ευγενίου Τραπεζούντιου
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: