proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παρακλητικός κανών εις την Παναγία την Επακούουσα

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώτα
ΤeamOwner
ΤeamOwner
avatar

Αριθμός μηνυμάτων : 187

ΔημοσίευσηΘέμα: Παρακλητικός κανών εις την Παναγία την Επακούουσα   Παρ Απρ 26, 2013 10:29 am

Παρακλητικός κανών εις την Παναγία την Επακούουσα

Ἧς ἡ ἁγία εἰκὼν τεθησαύρισται ἐν τῷ Ναῷ τοῦ Ἁγ. Δημητρίου Ἀσπροπύργου

(ἀρχιμ. Νικοδήμου Ἀεράκη. Νεκτάριος Μαμαλοῦγκος,)

(Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης. π. Νεκτάριος Μαμαλοῦγκος,)


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.


Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ἐν ταῖς τοῦ βίου συμφοραῖς καὶ ἀνάγκαις, Σοὶ Ἐπακούουσα Παρθένε προσπίπτω, καὶ ἐκβοῶ ἐπάκουσον φωνῆς μου οἰκτρᾶς, ἔχεις γὰρ τὸ δύνασθαι, τῇ θελήσει Σου ἴσον, φύσει δὲ φιλεύσπλαγχνος, καὶ οἰκτίρμων ὑπάρχεις, καὶ ἐν ἐλέει σώζεις συμπαθῶς, τοὺς πεποιθότας, τῇ Σῇ ἀγαθότητι.

Δόξα.

Τῇ Σῇ Εἰκόνι Ἐπακούουσα Κόρη, ἐν Ἀττικῇ τοῦ Ἀσπροπύργου ἡ πόλις, ἐγκαυχωμένη κράζει Σοι, αἰσίαις φωναῖς· χαῖρε τὸ διάσωσμα, τῶν εἰς Σὲ πεποιθότων, κρήνη θαυματόβρυτε, ποταμὲ τοῦ ἐλέους, τῶν ἐν ταῖς ζάλαις εὔδιος λιμήν, ἀπεγνωσμένων, ἐλπὶς ἀκαταίσχυντος.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐπακούουσα Ἁγνή, ἐπάκουσόν μου. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ἐξ ὅλης καρδίας μου καὶ ψυχῆς, βοῶ Σοι Παρθένε Ἐπακούουσα Μαριάμ, ταχὺ ἀγαθὴ ἐπάκουσόν μου, καὶ ἐκ δεινῶν περιστάσεων ῥῦσαί με.

Πικρίαις καὶ θλίψεσι συσχεθείς, τῇ Σῇ ἀντιλήψει καταφεύγω καὶ γὰρ πλὴν Σοῦ, οὐκ ἔχω παρήγορον ἐλπίδα, ὦ Παναγία Ἁγνὴ Ἐπακούουσα.

Ἁγνείας κεφάλαιον ἀσφαλές, ἐλέους ὁ πλοῦτος συμπαθείας ὁ θησαυρός, Σὺ εἶ Ἐπακούουσα Παρθένε, καὶ Σοὶ τὸ χαῖρε βοῶμεν ἑκάστοτε.

Κροτείτωσαν χεῖρας οἱ γηγενεῖς, καὶ σάλπιγγες θεῖαι νῦν ἠχείτωσαν ἐν χαρᾷ, καινὴ ἑορτὴ καὶ γὰρ ἐπέστη, Ἐπακουούσης Ἁγνῆς Θεομήτορος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Οὐρανῶν πλατυτέρα Σὺ εἶ Ἁγνὴ Δέσποινα, Κόρη Ἐπακούουσα ὅτι, ἔσχες ἐν μήτρᾳ Σου, τὸν Ποιητὴν τοῦ παντός, καὶ Βασιλέα τῆς δόξης, Ὃν ἡμῖν τοῖς δούλοις Σου ἵλεων ποίησον.

Ὑπακούσασα Εὔα τῇ συμβουλῇ ὄφεως, θάνατον πικρὸν τοῖς ἀνθρώποις πᾶσιν εἰσήγαγεν, ἀλλὰ  καὶ πάλιν ζωήν, ὦ Ἐπακούουσα Κόρη, ἀληθῆ ἐλάβομεν διὰ τοῦ Τόκου Σου.

Ὀρφανῶν ἀντιλήπτωρ καὶ τῶν χηρῶν στήριγμα, ἄρτος τε ἡδὺς τοῖς πεινῶσιν, ὕδωρ διψῶσί τε, τοῖς λυπημένοις χαρά, χειμαζομένοις λιμήν τε, Σὺ ὑπάρχεις εὔδιος ὦ Ἐπακούουσα.

Ὑπερήφανον ὄφιν συντριπτικῶς ἤσχυνας, Σοῦ τῇ ἀληθεῖ ταπεινώσει ὦ Ἐπακούουσα, εὐλογημένη Ἁγνή, καὶ ταπεινῶν ταῖς καρδίαις, χορηγεῖς τὴν χάριν Σου τὴν εἰρηνόδωρον.

Ἐπάκουσον, ἡμῶν τῶν πίστει ἑκάστοτε προστρεχόντων, τῇ εἰκόνι Σου τῇ σεπτῇ ἁγνὴ Ἐπακούουσα, καὶ πρόστηθι πάντων τῶν ἐν ἀνάγκαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ἐν πίστει θερμῇ προστρέχω τῷ ἐλέει Σου, καὶ κράζω πρὸς Σὲ παρθένε Ἐπακούουσα, τῆς φωνῆς μου ἄκουσον, καὶ ἐκ πάσης θλίψεως ῥῦσαί με, τῆς εὐσπλαγχνίας ἔχεις γὰρ πολλήν, τὴν χάριν ὡς Μήτηρ εὐσυμπάθητος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.


Συνεχόμενος πάθεσι, καὶ ταῖς τρικυμίαις καταποντούμενος, ταῖς τοῦ βίου Ἐπακούουσα, Παναγία σπεύδω τῇ Σῇ χάριτι.

Ἀκεσώδυνον φάρμακον, οἱ ἐν ἀσθενείαις καταθλιβόμενοι, Σοῦ τὸ ἔλεος κατέχομεν, τὸ γλυκὺ Παρθένε Ἐπακούουσα.

Ἀνατείλασα Ἥλιον, τῆς Δικαιοσύνης ὦ Ἐπακούουσα, Παναγία ἐξηφάνισας, ἁμαρτίας σκότος χαλεπώτατον.

Γαληνῶδες τὸ κάλλος Σου, καὶ ἡ ὡραιότης Σου ὑπερθαύμαστος, Παναγία Ἐπακούουσα, ἐξιστῶσα τάγματα οὐράνια.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Νύκτωρ καὶ πρωί, ἐν ἑσπέρᾳ μεσημβρίᾳ τε, καὶ καθ’ ὅλην τὴν ἡμέραν ἐκβοῶ, ἐπάκουσόν μου, Παναγία Ἐπακούουσα.

Ἤγγικεν ἰδού, ἑορτὴ ἡ πανευφρόσυνος, τῆς ἁγνῆς Ἐπακουούσης Μαριάμ, ἣν μελωδίαις, ἱεραῖς προϋπαντήσωμεν.

Ἔστη μέχρι Σοῦ, Παναγία Ἐπακούουσα, τοῦ θανάτου ἡ δυσβάστακτος ἰσχύς, Σὺ δὲ τεκοῦσα, τὸν Χριστὸν ζωὴν ἐπήγασας.

Πόμα γλυκερόν, ἐν πληρότητι ἐπίομεν, ἐξ ἀμπέλου τῆς ζωῆς ἥτις ἐστί, Χριστὸς Ὃν ἔσχες, ἐν γαστρί Σου Ἐπακούουσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἀνύμφευτε, Παναγία Δέσποινα, θλιβομένων ἡ ἐλπὶς ἡ βεβαία, ἁμαρτωλῶν, κραταιὰ προστασία, ἐκ τῶν κινδύνων τοὺς δούλους Σου φύλαττε, τοὺς ψάλλον τας ἀπὸ ψυχῆς, Σοὶ τὸ χαῖρε ἁγνὴ Ἐπακούουσα.

Κινείσθωσαν, ἐν χαρᾷ πρὸς αἴνεσιν, τῶν ῥητόρων τὰ πολύφθογγα χείλη, καὶ τὴν ἁγνήν, Ἐπακούουσαν Κόρην, ἐν ἐγκωμίοις συμφώνως ὑμνείτωσαν, Ἣν τάξεις αἱ Ἀγγελικαί, ἀσιγήτοις ᾠδαῖς περιέπουσιν.

Ὁ πλοῦτός μου, ὁ πολὺς καὶ βέβαιος, Σὺ ὑπάρχεις Ἐπακούουσα Κόρη, ἡ κραταιά, ἐν κινδύνοις μου σκέπη, ἡ κηδεμὼν καὶ τροφός μου καὶ Μήτηρ μου, διὸ πᾶσάν μου πρὸς Σέ, τὴν ἐλπίδα ἀεὶ ἀνατίθημι.

Ὑφάνασα, ἐξ ἁγνῶν αἱμάτων Σου, τῷ Δεσπότῃ τοῦ παντὸς ἁλουργίδα, βασιλικήν, Ἐπακούουσα Μῆτερ, πεποικιλμένη ἐν δόξῃ παρίστασαι, Αὐτοῦ Ἁγνὴ ἐκ δεξιῶν, τῆς τιμῆς τὰ πρωτεῖα γὰρ κέκτησαι.

Ἐπάκουσον, ἡμῶν τῶν πίστει ἑκάστοτε προστρεχόντων, τῇ εἰκόνι Σου τῇ σεπτῇ ἁγνὴ Ἐπακούουσα, καὶ πρόστηθι πάντων τῶν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τὰς δεήσεις τῶν ἱκετικῶς κραυγαζόντων Σοι, καὶ τὰς χρείας τῶν εἰλικρινῶς προσιόντων Σοι, προμηθείᾳ μητροπρεπεῖ Σου πλήρωσον ἁγνή, ὡς γὰρ εὔσπλαγχνος καὶ συμπαθής, ἐν ἀγαθότητι πολλῇ, τοῖς πιστοῖς συμπαρίστασαι, ἔλεος οὖν προχέεις, καὶ χάριν τῶν ἰαμάτων, τοῖς πεποιθόσιν ἐπὶ Σοί, Παναγία Ἐπακούουσα.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ.: Ἄκουσον θύγατερ καὶ ἴδε. . .

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...

Δόξα: Τῆς Ἐπακουούσης, πρεσβείαις. .

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...


Πρόσχες τῇ δεήσει μου, ὡς συμπαθὴς καὶ οἰκτίρμων, καὶ ταχὺ παράσχου μοι, τῆς πολλῆς Σου χάριτος τὴν ἀντίληψιν, πρὸς Θεὸν εὔνοιαν, μητρικὴν γὰρ ἔχεις, Παναγία Ἐπακούουσα, διὸ τῇ σκέπῃ Σου, οἱ πανευτελεῖς καταφεύγομεν, καὶ ἄνεσιν λαμβάνομεν, ἐκ τῶν πειρασμῶν καὶ τῶν θλίψεων, ὅθεν κατὰ χρέος, τιμῶμέν Σε Παρθένε ἀγαθή, καὶ ἐν ᾠδαῖς μεγαλύνομεν, τὴν δόξαν Σου Ἄχραντε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σελασφόροις ἀκτῖσι τοῦ φωτός Σου τοῦ θείου ὦ Ἐπακούουσα, Παρθένε Παναγία, λαμπρύνεις τὰς καρδίας τῶν πιστῶς εὐφημούντων Σε, καὶ Σοὶ τὸ χαῖρε Ἁγνή, βοώντων ἐν αἰνέσει.

Ὀδυνῶν ἐκλυτροῦσαι καὶ κινδύνων καὶ νόσων καὶ περιστάσεων, τοὺς Σοὶ ἐν πεποιθήσει, καρδίας προσιόντας, Μαριὰμ Ἐπακούουσα, Σὺ γὰρ χαρὰ καὶ ἐλπίς, τῶν λύπαις καμπτομένων.

Νεανίσκοις συνάμα πρεσβυτέροις αἰνοῦσι τὰ μεγαλεῖά Σου, οἱ πλούσιοι ὠσαύτως, σὺν πένησι τῷ πλούτῳ, Ἐπακούουσα σπεύδουσι, τῆς μητρικῆς Σου στοργῆς, Ἣν πάντες ἐκζητοῦμεν.

Μετανοίας ἡ πύλη Ἐπακούουσα Κόρη Σὺ εἶ εἰσάγουσα, ἡμᾶς εἰς αἰωνίους, σκηνὰς τοῦ Παραδείσου, ἔνθα ὕμνοις δοξάζουσιν, οἱ τῶν Ἀγγέλων χοροί, τὸν Κύριον τῆς δόξης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὅλῃ καρδίᾳ, τῇ ἱερᾷ Σου Εἰκόνι, Ἐπακούουσα Μῆτερ προστρέχω, ἄκουσον βοῶ Σοι, δεήσεως οἰκτρᾶς μου.

Ὑψίστου θρόνος, ὦ Ἐπακούουσα Κόρη, ὑψηλὸς καὶ λαμπρὸς Σὺ ὑπάρχεις, φέρουσα χερσί Σου, τὸν πάντων Βασιλέα.

Ἰδοὺ Σὲ πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, Ἐπακούουσα Κόρη ὑμνοῦμεν, εὗρες καὶ γὰρ Χάριν, πολλὴν παρὰ Κυρίῳ.

Σέβω Παρθένου, Ἐπακουούσης Εἰκόνα, τὴν ἐκβλύζουσα ῥεῖθρα θαυμάτων, καὶ ἐπικαλοῦμαι, αὐτῆς τὴν θείαν χάριν.

Ἱλαστηρίοις, καὶ μητρικαῖς Σου πρεσβείαις, πρὸς Θεὸν Ἐπακούουσα Κόρη, δίδου τῷ λαῷ Σου, τὸν πλοῦτον τοῦ ἐλέους.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Διάσωσον ἐκ βλάβης, καὶ ἐξ ἐπηρείας, τοῦ ἀλλοτρίου τοὺς πόθῳ τιμῶντας τὴν Σήν, ἱερωτάτην Εἰκόνα ὦ Ἐπακούουσα.

Ὡς δοῦλος καὶ ἐπαίτης, αἴρω Σοι ἐν πίστει, τοὺς ὀφθαλμούς Παρθένε καὶ κράζω πρὸς Σέ, μὴ ὑπερίδῃς φωνῆς μου ὦ Ἐπακούουσα.

Ῥανάτωσαν νεφέλαι, δρόσον εὐφροσύνης, καὶ σταλαξάτωσαν ὄρη χαρᾶς γλυκασμόν, Ἐπακουούσης ἐπέστη φῶς γὰρ τὸ ἄδυτον.

Ἀνάγνων ἐκ χειλέων, πρόσδεξαι τὸν ὕμνον, ὦ Ἐπακούουσα Κόρη καὶ λόγον καλόν, ἐν τῇ ἡμέρᾳ τῆς δίκης δὸς τοῖς ἱκέταις Σου.

Σοὶ τάξεις τῶν Ἀγγέλων, ᾄδουσι τὸ χαῖρε, καὶ οἱ πιστοὶ ἐγκωμίοις καὶ ὕμνοις τὴν Σήν, μεγαλωσύνην τιμῶσιν ὦ Ἐπακούουσα.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἐπακούουσα Μαριάμ, τῶν ἁμαρτανόντων εὐσυμπάθητος ἱλασμός, τῆς ἀγαθωσύνης, πληρέστατον ταμεῖον, χρηστότητος ὁ πλοῦτος ὁ ἀδαπάνητος.

Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, Σοῦ τὰ μεγαλεῖα Ἐπακούουσα Μαριάμ, ἄνθρωποι ὡσαύτως, ἐν γῇ δοξολογοῦσι, τὴν δόξαν Σου Παρθένε τὴν ἀκατάληπτον.

Ἴασιν παρέχεις λυσιτελῶς, τοῖς συνεχομένοις ἀσθενείαις ἐν χαλεπαῖς, ῥῶσιν δὲ βραβεύεις, ψυχῶν τε καὶ σωμάτων, τοῖς πίστει Σε τιμῶσιν, ὦ Ἐπακούουσα.

Ῥόδον τῆς ἁγνείας τὸ ἐκλεκτόν, ἄνθος παρθενίας χρυσοστόλιστον καὶ λευκόν, Σὺ εἶ ἀριδήλως, ὀσμήν τε ἀναβλύζεις, ζωῆς τῆς αἰωνίου ὦ Ἐπακούουσα.

Εὔδιον λιμένα καὶ γαληνόν, ἐν ταῖς τρικυμίαις καὶ τοῦ βίου ταῖς συμφοραῖς, ἔχομεν τὴν θείαν, Εἰκόνα Σου καὶ ταύτην, ἐν πίστει προσκυνοῦμεν ὦ Ἐπακούουσα.

Ποίοις ἐγκωμίοις ποίαις ᾠδαῖς, ᾄσω Σου τὴν χάριν, Ἐπακούουσα Μαριάμ, πῶς δὲ ἀριθμήσω, τὰς Σὰς εὐεργεσίας, τὴν ψάμμον γὰρ θαλάσσης καθυπερβαίνουσιν.

Ἄγε δὴ θαυμάσωμεν οἱ πιστοί, τῆς Ἐπακουούσης, Παναγίας τὰ θαυμαστά, καὶ ὑπερμεγέθη, καὶ ξένα μεγαλεῖα, δι’ ὧν Θεὸς ἀξίως ταύτην ἐδόξασεν.

Νέοι καὶ πρεσβῦται ἐπὶ ταυτῷ, ἔνδοξοι ὡσαύτως καὶ οἱ πλούσιοι σὺν πτωχοῖς, ἄρχοντες καὶ πλῆθος, λαοῦ τὴν Θεοτόκον, τιμάτωσαν συμφώνως τὴν Ἐπακούουσαν.

Ἄῤῥηκτόν Σε ἔχομεν ὀχυρόν, σκέπην προστασίαν καὶ βεβαίαν καταφυγήν, ῥύστην ἐν κινδύνοις, ἐν ζάλαις τε λιμένα, ἐν πᾶσί τε τὰ πάντα ὦ Ἐπακούουσα.

Γνώτωσαν τὰ ἔθνη τὴν Σὴν ἰσχύν, καὶ τὴν συμμαχίαν τὴν μεγάλην καὶ κραταιάν, ἣν ἐν τοῖς πολέμοις, δεικνύεις τῷ λαῷ Σου, ἀεὶ αὐτὸν φρουροῦσα ὦ Ἐπακούουσα.

Ἴδε Ἐπακούουσα εὐμενῶς, ἐπὶ τὸν λαόν Σου, τὸν στενάζοντα ἐν δεινοῖς, τῆς κηδεμονίας, τῆς Σῆς δὲ φιλοστόργως, τὴν εὔνοιαν παράσχου τὴν εὐσυμπάθητον.

Ἄκουσον φωνῆς μου Σὲ δυσωπῶ, πρόσχες τῇ δεήσει τοῦ ἱκέτου Σου τοῦ οἰκτροῦ, δέξαι μου τὸν ὕμνον, ὡς δίλεπτον τῆς χήρας, καὶ δός μοι τὸν Σὸν πλοῦτον ὦ Ἐπακούουσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις, Ἐπακούουσα σεμνή, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, τῆς εὐσπλαγχνίας πηγή, πλοῦτε ἀδαπάνητε, τῆς ἀγαθότητος, θλιβομένων παράκλησις, λιμὴν τῶν ἐν ζάλαις, τεῖχος ἀδιάῤῥηκτον, τῶν πεποιθότων Σοι· χαίροις, ἡ οὐράνιος κλῖμαξ, εἰς τοῦ Παραδείσου τὰ κάλλη, ἄγουσα τοὺς πίστει σεβομένους Σε.

Πρόσχες, τῇ δεήσει μου σεμνή, ἄκουσον φωνῆς στεναγμοῦ μου, καὶ συμπαθῶς ἐπ’ ἐμέ, βλέψον Ἐπακούουσα, Παρθένε Ἄχραντε, τὰς ὀδύνας μου ἴασαι, ἐλαίῳ Σου θείῳ, δός μοι τὴν συγχώρησιν, τῶν ἐπταισμένων μοι, σκέπη, ἀσφαλής τε γενοῦ μοι, ῥύστης κηδεμὼν ἀντιλήπτωρ, ἔφορος τροφὸς καὶ προστασία μου.

Σέβω, εὐλαβοῦμαι καὶ τιμῶν, τὴν ἐν Ἀσπροπύργῳ Εἰκόνα, τῆς Παναγίας σεμνῆς, ταύτης μεγαλύνω τε, τὰ ὑπερθαύμαστα, καὶ ἐξαίρετα θαύματα, ἰᾶται γὰρ νόσους, παύει τὰς ὀδύνας τε, ψυχῆς καὶ σώματος, λύει πειρασμοὺς πολυπλόκους, θλίψεως τὰ βάρη κουφίζει, καὶ χαρὰν παρέχει εἰρηνόδωρον.


Δι’ εὐχῶν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς  ἐρήμου πολίτης.


Τῆς φωνῆς μου Παρθένε Ἐπακούουσα ἄκουσον, σπεύδοντος τῇ Σῇ ἀντιλήψει, καὶ τὸ σῶσόν με κράζοντος· ἰᾶσαι ἀσθενείας γὰρ δεινάς, καὶ σκέπεις ἐν κινδύνοις χαλεποῖς, τοὺς τιμῶντας τὴν Εἰκόνα Σου τὴν σεπτήν, καὶ πόθῳ μελωδοῦντάς Σοι· Χαίροις χειμαζομένων ὁ λιμήν, χαίροις ἐλπὶς παρήγορος, χαίροις τοῦ Ἀσπροπύργου Ἀττικῆς, ἡ Μήτηρ ἡ φιλάγαθος.

Ἕτερον. Ὅμοιον.

Τὴν σεπτήν Σου Εἰκόνα Ἐπακούουσα Δέσποινα, πίστει προσκυνοῦμεν βοῶντες, τοῦ λαοῦ Σου ἐπάκουσον, καὶ ῥῦσαι ἐκ κινδύνων χαλεπῶν, καὶ θλίψεων πολλῶν καὶ δυσχερῶν, θεραπεύουσα τὰς νόσους τῶν ἀσθενῶν, ὡς Μήτηρ εὐσυμπάθητος· χαίροις τῆς εὐσπλαγχνίας ἡ πηγή, χαίροις ἐλέους ἄβυσσε, χαίροις τῶν ἐν ἀνάγκαις βοηθός, πενήτων ἡ ἀντίληψις.




Αμην.


Πηγή
voutsinasilias.blogspot.gr
Επιστροφή στην κορυφή Πήγαινε κάτω
 
Παρακλητικός κανών εις την Παναγία την Επακούουσα
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις εις τα ονόματα της Υπεράγια Θεοτόκο-
Μετάβαση σε: