proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Χαιρετισμοί της Αγίας Οσιοπαρθενομάρτυς Παρασκευής της Αθληφόρου

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώτα
ΤeamOwner
ΤeamOwner
avatar

Αριθμός μηνυμάτων : 187

ΔημοσίευσηΘέμα: Χαιρετισμοί της Αγίας Οσιοπαρθενομάρτυς Παρασκευής της Αθληφόρου   Κυρ Μαρ 31, 2013 10:00 am

ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΑΓΙΑΣ ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΣ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΑΘΛΗΦΟΡΟΥ

(Θεοτέκνης μοναχῆς Ἁγιοστεφανιτίσσης.)


Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.

Ὡς τοῦ Κυρίου χαριτόβρυτον μονάστριαν, καὶ ἐν ταυτῷ θερμὴν ἀπόστολον καὶ Μάρτυρα, εὐφημοῦμέν σε ἐν ὕμνοις ἐπινικίοις, καὶ τιμῶμεν τὴν σὴν μνήμην ἀσμενέστατα, ἐπιῤῥαίνοντες τοῖς ἄνθεσι καὶ κράζοντες· Χαίροις Παρασκευὴ καλλιπάρθενε.

ᾌσματα ἀναμέλπω, σοὶ καλλίστῃ παρθένων, σεμνὴ Παρασκευὴ χριστομάρτυς (ἐκ γ΄)· ἐναθλήσασα γὰρ εὐθαρσῶς, καὶ θαυμάτων ἀκτῖσι, σοφὴ λάμπουσα, φαιδρύνεις τοὺς ὑμνήτορας, καὶ πόθῳ εὐφημεῖν προάγεις·


Χαῖρε, πιστῶν εὐσεβῶν τεκνίον·
χαῖρε, Θεοῦ προσφιλὲς θρονίον.
Χαῖρε, τῆς ἀγάπης ἡ σάλπιγξ ἡ εὔφθογγος·
χαῖρε, τῆς Παρθένου ἡ δούλη ἡ ἄμωμος.
Χαῖρε, ἄνωθεν ἡ σκέπουσα ὀρθοδόξων αἰκισμούς·
χαῖρε, δάκρυα ἡ παύουσα καὶ βροτείους στεναγμούς.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν ὀμμάτων προστάτις·
χαῖρε, ὅτι τὴν τρίβον μοναζούσαις χαράττεις.
Χαῖρε, ἐχθροῦ τὸ θράσος συντρίψασα·
χαῖρε, Χριστοῦ τῷ κράτει νικήσασα.
Χαῖρε, τῆς Ῥώμης ὡράϊσμα θεῖον·
χαῖρε, τῆς λώβης ταχὺ ἰατρεῖον.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Βλάστημα οὖσα θεῖον προσευχῆς σῶν γονέων, Ἀγάθωνός τε καὶ Πολιτείας, ἠρδεύθης εὐλαβείας κρουνῷ, καὶ ηὐξήθης εἰς δένδρον Ἁγνὴ πάγκαλον, τοκῆες δὲ τερπομένοις σαῖς χάρισι, Κυρίῳ ἐμελώδουν·

Ἀλληλούϊα.

Γέλως καὶ παῤῥησία, ἀπωλείας τὰ ῥεῖθρα, ψυχῇ σου οὐκ εἰσῆλθον θεόφρον· ἀλλ’ ὡμίλεις παρθένοις σεπταῖς, καὶ μελέταις Γραφῶν τὸν καιρὸν ἤνυες, ὑπόδειγμα τυχάνουσα ἡμῖν, τοῖς εὐλαβῶς φωνοῦσι·


Χαῖρε, ψυχὴ ἡ χαριεστάτη·
χαῖρε, ἡμῖν ὁσία φιλτάτη.
Χαῖρε, ἐντρυφὴς ὀρθοδόξου ἀσκήσεως·
χαῖρε, ἡρωΐς καὶ ἀξία τῆς κλήσεως.
Χαῖρε ἔνθεον ἐκσφράγισμα ἱερᾶς ἀποστολῆς·
χαῖρε, κλέος καὶ ὀσφράδιον ἰσαγγέλου βιοτῆς.
Χαῖρε, νεᾶνις ἡ θεοτίμητος·
χαῖρε, ξοάνοις ἡ ἀπροσκύνητος.
Χαῖρε, ἡ δᾲς τῶν σεμνῶν διαγόντων·
χαῖρε, χαρὰ τῶν ἀεί σοι βοώντων·

Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Δόξῃ τῶν ἐπικήρων, οὐδαμῶς ἐνικήθης, ἁγνὴ Παρασκευὴ χριστοφόρε, ἀλλ’ ἐλπίδι τῆς ἄνω ζωῆς, τὰ τοῦ βίου τερπνὰ θεωρεῖς σκύμβαλα, πλουτίζουσα θειότατα, καὶ πόθῳ τὸν Θεὸν ὑμνοῦσα·

Ἀλληλούϊα.

Ἑπομένη τοῖς λόγοις, σοῦ Ἀχράντου Νυμφίου, γονέων σου σεπτῶν ἐκδημίαν, ἐκλαμβάνεις ὡς θείαν φωνήν, καὶ παρέχεις τὸν πλοῦτον βροτοῖς πένησι, διό σου τὸ φιλόδωρον γεραίροντες, πανευλαβῶς φωνοῦμεν·


Χαῖρε, τῆς ἄνω σοφίας πλήρης·
χαῖρε, ψυχῆς ἐνθέως μονήρης.
Χαῖρε, ἀηδὼν ᾀσματίσασα Ὕψιστον·
χαῖρε, μοναστῶν καταδείξασα χάριτας.
Χαῖρε, ὄλβον σου ἡ νείμασα ἐνδεέσιν ἀδελφοῖς·
χαῖρε, ἄφθαρτα βαλάντια σχοῦσα ἐν τοῖς Οὐρανοῖς.
Χαῖρε, ὅτι ἀνδρεία ἐν δεινοῖς ἀνεφάνης·
χαῖρε, ὅτι ἀχλὺν κατεσπάσω τῆς πλάνης.
Χαῖρε, δρομεῦ Μαρτύρων πολύνικε·
χαῖρε, λαμπὰς ἁγνείας φωτόλαμπρε.
Χαῖρε, πυξὶς ὁδηγοῦσα πρὸς Κτίστην· χαῖρε ἀκτὶς βιοτῆς ὑπὲρ φύσιν.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Ζήλῳ τῶν οὐρανίων, ἐγκλεισθεῖσα Σεμνείῳ, κλεινὴ Παρασκευὴ ἀθλοφόρε, ὑπετάγης φρονίμῳ νοΐ, καὶ ἀσκήσεως πόνους φαιδρῶς ἤνεγκας, λατρεύουσα τὸν Κύριον, καὶ ᾄσμασι πυκνοῖς βοῶσα·

Ἀλληλούϊα.

Ἤχθης χάριτι θείᾳ, εἰς τὸ ὕψος ἀγάπης, ποθεῖν τοῦ μαρτυρίου τὸ στέφος, καὶ αἰτεῖς Προεστώσης εὐχήν, τοῦ Κυρίου τὸν λόγον λαλεῖν ἔνθεσι, καὶ πλάνης ἀποσπάσασθαι λαούς, τοὺς νῦν σὲ ἀνυμνοῦντας·


Χαῖρε, ἡ αὔρα παραμυθίας·
χαῖρε, ἡ νάβλα γνώσεως θείας.
Χαῖρε, τῶν φρονίμων παρθένων συνώνυμε·
χαῖρε, τῶν ἀχράντων Ἀγγέλων συνόμιλε.
Χαῖρε, Σχῆμα τὸ ισάγγελον ἀσπαθεῖσα ποθητῶς·
χαῖρε, σκέπη καὶ κραταίωμα τῶν τιμώντων σε πιστῶς.
Χαῖρε, ἀκουτισθεῖσα φωνημάτων ἀῤῥήτων·
χαῖρε, ἀξιωθεῖσα τῆς τιμῆς τῶν προκρίτων.
Χαῖρε, πιστῶν πανεύοσμον λείριον·
χαῖρε, ἐμῶν ὀμμάτων κολλύριον.
Χαῖρε, μολπὴ ἀγαπήσεως θείας·
χαῖρε, πνοὴ ἀκοιμήτου λατρείας.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Θεοχάρακτον τρίβον, Ἀποστόλων βιοῦσα, ὡς ἄλλοτε πρωτόαθλος Θέκλα, τῶν Ῥωμαίων διῆλθες τὴν γῆν, καὶ Ἑλλήνων τὰς πόλεις, δορκὰς πάντιμε, Χριστὸν εὐαγγελίζουσα θερμῶς καὶ ᾄδουσα ἐν πόθῳ·

Ἀλληλούϊα.

Ἰσαπόστολον δράσιν, Ἀντωνῖνος μαθών σου, ἐπιτίθησι τὸ φλόγιον κράνος, ἀλλὰ τῇ τοῦ Κυρίου βουλῇ, παντελῶς ἀβλαβὴς ἁγνὴ ἔμεινας, πιστοὺς δὲ πάντας ὤθησας, βοᾶν θαμβητικῶς τοιαῦτα·


Χαῖρε, δορκὰς χριστοποίμνης θεία·
χαῖρε, ὀσμής σου νάρδος καὶ ἵα.
Χαῖρε, μακαρία καὶ ἔμφρον διδάσκαλε·
χαῖρε, γλυκυτάτη Σωτῆρος ἀπόστολε.
Χαῖρε, φθέγματα κηρύττουσα ἐκ χειλέων καθαρῶν·
χαῖρε, ψήγματα παρέχουσα ἐμπειρίας ἀσκητῶν.
Χαῖρε, ὅτι ὑπάρχεις τῆς εἰρήνης ἐργάτις·
χαῖρε, ὅτι τυγχάνεις τεθλιμμένων προστάτις.
Χαῖρε, πιστῶν ἁγίων κατίσχυσις·
χαῖρε, θεῶν τοῦ ψεύδους ἀφάνισις.
Χαῖρε, στακτὴ ὀρθοδόξου ἀνδρείας·
χαῖρε, μομφὴ δειλιώσης καρδίας.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Κύματα δαιμονώδη, αἰκισμῶν ἀνυποίστων, ὑπέμεινας πανώδυνε Κόρη, τῶν τυράννων ζητούντων πυρί, καὶ ξεσμοῖς ἀποσπάσαι τῆς σῆς πίστεως, ἀλλ’ ὥσπερ θεῖον ἄγαλμα, ἀκλόνητος Χριστῷ ἐπηύχου·

Ἀλληλούϊα.

Λάμψει σῶν θαυμασίων, πιστευσάντων χορεία, προσῆλθον τοῦ Κυρίου τῇ ποίμνῃ, αὐτοκράτορος δὲ τῇ ὀργῇ, ἐν βασάνοις πολλαῖς τὴν πνοὴν ἔλιπον, καὶ νῦν λαμπροῖς Σκηνώμασι, φωνοῦσιν εὐγνωμόνως ταῦτα·


Χαῖρε, Χριστοῦ ἁγνὴ καλλιμάρτυς·
χαῖρε, ἡμῶν κανών τε καὶ χάρτης.
Χαῖρε, ψευδωνύμους θεοὺς ἡ ἐμπαίξασα·
χαῖρε, τῶν ειδώλων μορφὰς κατάῤῥίψασα.
Χαῖρε, πάνσεπτος μονάστρια ταπεινὴ καὶ εὐπειθής·
χαῖρε, ῥόδον τὸ πανεύοσμον καὶ ὀσφράδιον ψυχῆς.
Χαῖρε, ὅτι ἡδύνεις τῆς ἀσκήσεως πόνον·
χαῖρε, ὅτι συνθλίβεις τὸν ἑσμὸν τῶν δαιμόνων.
Χαῖρε, φερνὴ τῷ Χριστῷ πολυτάλαντος·
χαῖρε, ᾠδὴ ἐκλεκτὴ τοῦ Παντάνακτος.
Χαῖρε, βλαστὲ τῆς πρεσβύτιδος Ῥώμης·
χαῖρε, φρουρὲ πάσης χώρας καὶ κώμης.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Μένουσα ὡς ὁ Παῦλος, ἐν δεσμοῖς μονωτάτῃ, Ἀγγέλου ἠξιώθης τῆς θέας, ὅς δεικνύς σοι παθῶν τοῦ Χριστοῦ, τὰ σεβάσμια Παρασκευὴ σύμβολα, ἀνδρίζου ἔφη πάνσοφος, ἵνα εἰς τὸν αἰώνα κράζῃς·

Ἀλληλούϊα.

Νόμισμα Μῆτερ πέλεις, τιμαλφὲς ἐκκλησίας, σφραγῖδα τοῦ Δεσπότου σου φέρον, καὶ γὰρ δοκιμασθεῖσα πυρί, καὶ βασάνοις ποικίλαις, τρισένδοξε, οὐδόλως σὺ ἠλλοίωσαι, ἀκούουσα πρὸς πάντων ταῦτα·


Χαῖρε, σφραγὶς ἱερῶν χαρίτων·
χαῖρε, ἡ κλεὶς δωρεῶν ἀκτίστων.
Χαῖρε, τανυσμὸν τῇ σαρκὶ ὑπομείνασα·
χαῖρε, τὸν ξεσμὸν ἀνδρικῶς καρτερήσασα.
Χαῖρε, ἄθλοις σου ἡ φθάσασα τὰς δυσβάτους κορυφάς·
χαῖρε, Μάρτυρας ἡ σκέπουσα καὶ ἐρήμου ἀσκητάς.
Χαῖρε, ὅτι ἐν πίσσῃ τῇ ζεούσῃ ἐβλήθης·
χαῖρε, ὅτι ἐνθέως ἀβλαβὴς ἐτηρήθης.
Χαῖρε, πολλῶν νοσούντων ἡ σώτειρα·
χαῖρε, τυφλοῖς τὸ φαὸς ἡ δότειρα.
Χαῖρε, δι’ ἧς ἡ χρηστότης προήχθη·
χαῖρε, δι’ ἧς μαγικὴ ἠφανίσθη.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Ξεομένη ἀσπλάγχνως, καὶ οἰκτρῶς κρεμασθεῖσα, οὐδόλως ἐπτοήθης στεῤῥόφρον, ἀλλ’ ἐβόας τυράννῳ ὠμῷ, οὐδεμία σὴ μηχανὴ δύναται, Χριστοῦ με ἀποσπάσασθαι, ᾧ μελωδῷ ἀφόβως·

Ἀλληλούϊα.

Ὄμματα Ἀντωνίνου, ἐν ἐλαίῳ καὶ πίσσῃ, αἰτήσει τῇ αὐτοῦ ἐπιχέεις, ἀλλ’ εὐθὺς εὐσπλαγχνίᾳ πολλῇ, ἐδωρήσω Παρασκευὴ τὴν ἴασιν, διὸ ὁ ἄρχων ἔκθαμβος ἠσπάσατο σὴν πίστιν κράζων·


Χαῖρε, τὸ ἔαρ τῶν δωρημάτων·
χαῖρε, τὸ φρέαρ τῶν ιαμάτων.
Χαῖρε, τῶν Ῥωμαίων ἐσθλὸν ἀκροθίνιον·
χαῖρε, τῆς ἀγάπης κηρύξασα ἥλιον.
Χαῖρε, ὄργανον θεόπνοον τὸ εὐφραῖνον εὐσεβεῖς·
χαῖρε, ὄμμα καθαρώτατον, κατανύγον δυσμενεῖς.
Χαῖρε, ἡ εὐλογοῦσα ὑμνητῶν σου τὰ πλήθη·
χαῖρε, ἡ ἐκνικῶσα ἐναντίων τὰ στίφη.
Χαῖρε, μορφὴ σεπτή, καὶ ἀκίβδηλος·
χαῖρε, φωτὶ ψυχῆς ἡ περίβλεπτος.
Χαῖρε, πιστὴ εὐκλεὴς καὶ ἀξία·
χαῖρε, ὀσμὴ τοῖς βροτοῖς οὐρανία.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Πρὸ τοῦ τέλους σου πλάκα, βαρυτάτην σῷ στήθει, ἐπέθηκαν Παρασκευὴ Μάρτυς, ἐπιστὰς δὲ νυκτὶ Ἰησοῦς, ἐν φωτὶ καὶ Ἀγγέλων λαμπροῖς τάγμασιν, εὐθέως σὲ ἰάσατο, διὸ καὶ ἐν χαρᾷ προσῇδες·

Ἀλληλούϊα.

Ῥώμῃ τῇ τοῦ Δεσπότου, ὑπερέβης γενναίως, τὴν σύμφυτον θηλείαις δειλίαν, καὶ δυνάμει τοῦ θείου Σταυροῦ, φοβερὸν διέῤῥηξας εὐχῇ δράκοντα, οἱ πάντες δὲ ἐξέστησαν καὶ ἤρξαντο ἐν θάμβει κράζειν·


Χαῖρε μονάστρια φωτοφόρος·
χαῖρε, ἡ Μάρτυς ἡ στεφηφόρος.
Χαῖρε, χαλεποῖς ἐν δεινοῖς καρτερόψυχος·
χαῖρε, αἰκισμοῖς καὶ ἀσκήσει καλλίνικος.
Χαῖρε, ἕδρασμα τῆς χάριτος καὶ ἀγάπης οἰκισμός·
χαῖρε, πνεύματος πρᾳότητος, καὶ εἰρήνης χορηγός.
Χαῖρε, ὅτι ὑπάρχεις μοναστῶν ποδηγέτις·
χαῖρε, ὅτι τυγχάνεις τῇ Τριάδι ἱκέτης.
Χαῖρε, σεμνῶν παρθένων ἡ ἅλυσις·
χαῖρε, σκαιῶν πνευμάτων διάλυσις.
Χαῖρε, δι’ ἧς διεῤῥάγη ὁ δράκων·
χαῖρε, δι’ ἧς κατεπλάγη ὁ ἄρχων


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Στέφος ἄφθαρτον κόρη, καὶ θαυμάτων τὴν χάριν, ἐδέξω οὐρανόθεν ἀξίως, εἰς ἀντέκτισιν σῶν ἀρετῶν, καὶ ἀγώνων πολλῶν ἐν σκληραῖς μάστιξιν, ἀνθ’ ὧν καὶ νῦν δεδόξασαι, συνάθλοις σου κλεινοῖς βοῶσα·

Ἀλληλούϊα.

Τῇ πανσέπτῳ σου Κάρᾳ, τῇ κειμένῃ θεόφρον, Μονῇ τῶν Ἀσωμάτων Πετράκῃ, καταφεύγομεν Παρασκευή, ἐξαιτούμενοι πάντες εὑρεῖν ἔλεος, καὶ ἴασιν ὁράσεως, ὡς ἄν καὶ γεγηθότες φῶμεν·


Χαῖρε, ὀμμάτων ἡ θεραπεία·
χαῖρε, θαυμάτων κρήνη ἡ θεία.
Χαῖρε, φερωνύμων ναΐσκων ἱδρύτια·
χαῖρε, μονοτρόπων ῥοδώνων φυτεύτρια.
Χαῖρε, κάστρον τὸ ἑπτάπυργον ἐλπιζόντων εἰς Θεόν·
χαῖρε, καύματι τῶν θλίψεων ἡ δροσὶς ἡ Ἀερμών.
Χαῖρε, ὅτι εὐχή σου πρὸς ὁμόνοιαν ἄγει·
χαῖρε, ὅτι ἡ χείρ σου θεραπεύει τὰ ἄλγη.
Χαῖρε, θερμοῖς τῇ πίστει βοήθεια·
χαῖρε, πτωχοῖς διδοῦσα προμήθειαν.
Χαῖρε, τὸ ἄγγος Θεοῦ εὐλογίας·
χαῖρε, τὸ ἄνθος τερπνῆς εὐωδίας.

Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Ὕδωρ ἀθανασίας σὸν ἁγίασμα Μῆτερ, καὶ πάσης ἀσθενείας θεράπων, διὸ ἀγαλλομένῳ ποδί, τῷ τεμένει σου Παρασκευὴ σπεύδομεν, αἰτούμενοι τὴν κάθαρσιν ψυχῆς, εἰς τὸ βοᾶν ἀπαύστως·

Ἀλληλούϊα.

Φυγαδεύσειας Μῆτερ, πρεσβειῶν σου ὑσσώπῳ, δαιμόνων τὰς πικρᾶς ἐπηρείας, καὶ γὰρ τὰς ψευδοθέους μορφάς, ἀτρομήτῳ χειρὶ κατὰ γῆς ἔῤῥιψας, καὶ ἔμφρονας κατέπληξας, οἵ ἐν χαρᾷ ἐξύμνουν·


Χαῖρε, τὸ φέγγος ἐν νήψει ζώντων·
χαῖρε, ὁ τρόμος τῶν δαιμονώντων.
Χαῖρε, φρυκτωρὲ ὀρθοδόξου ἀσκήσεως·
χαῖρε, ὁδηγὲ τῆς πιστῶν κατηχήσεως.
Χαῖρε, ὅτι ὥσπερ σφάγιον προσηνέχθης ἱερόν·
χαῖρε, ὅτι ἐν πασσάλῳ προσεδέθης ἐκ τριχῶν.
Χαῖρε, ἡ καρφωθεῖσα δι’ ἀγάπην Κυρίου·
χαῖρε, ἡ πιεσθεῖσα δυσβαστάκτῳ φορτίῳ.
Χαῖρε, ἐν ἀσκητρίαις ἀπόστολος·
χαῖρε, ἐν ἀποστόλοις πανθαύμαστος.
Χαῖρε, μελῶν ὑποστᾶσα κακώσεις·
χαῖρε, δαυλῶν ἡ δεχθεῖσα φλογώσεις.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Χαίρουσα εὐφροσύνως, πρὸς τὸν ἄνω Νυμφῶνα, εἰσῆλθες ὦ σεπτὴ καλλιμάρτυς, καὶ πεσοῦσα Χριστοῦ τοῖς ποσί, κατεφίλεις θερμῶς, Παρασκευὴ πάντιμε, τὸ στέφος καταθέτουσα Αὐτῷ, καὶ ἔκθαμβος βοῶσα·

Ἀλληλούϊα.

Ψώμισόν με ὦ Μάρτυς, ἐκ Μονῶν οὐρανίων, τὸ μάννα ἀγαπήσεως θείας, ἵνα ὅλῃ καρδίᾳ βοῶ, Ἰησοῦ τὸ γλυκὺ καὶ σεπτὸν ὄνομα, καὶ χάριν σου κηρύξαιμι ἁγνή, ἐν κατανύξει ᾄδων·


Χαῖρε, προπύργιον τῶν ευσεβούντων·
χαῖρε, ἀσπὶς τῶν φερωνυμούντων.
Χαῖρε, τοὺς κατοίκους τοῦ Κρόκου ἡ σώσασα·
χαῖρε, Γερμανοὺς λαγῳῶ φυγαδεύσασα.
Χαῖρε, κόρη αἱρετίσασα τὴν κοιλάδα τῶν Τεμπῶν·
χαῖρε, Μάρτυς ἀφανίσασα δοξασίας τῶν Νυμφῶν.
Χαῖρε, πλῆθος θαυμάτων Ῥοδολίβῳ ποιοῦσα·
χαῖρε, χάους ἀπίστους σῇ πρεσβείᾳ λυτροῦσα.
Χαῖρε, τοῦ Μετεώρου προτείχισμα·
χαῖρε, τῶν δαιμονίων φρικίαμα.
Χαῖρε, πλουτοῦσα Χριστῷ παῤῥησίαν·
χαῖρε, τῶν σῶν ὑμνητῶν προστασία.


Χαίροις Παρασκευὴ καλλιπάρθενε.

Ὤ μονάστρια θεία, ἀκροθίνιον μέγα, παρθένων εὐλαβῶν τῷ Ὑψίστῳ (ἐκ γ΄)· δεξαμένη ὡς ἄνθη ἀγροῦ, τὰ ἁπλότεχνα τάδε ἐφύμνια, Τριάδι θείᾳ πρέσβευε, σωθῆναι τοὺς σὺν σοὶ βοῶντας·

Ἀλληλούϊα.
Επιστροφή στην κορυφή Πήγαινε κάτω
 
Χαιρετισμοί της Αγίας Οσιοπαρθενομάρτυς Παρασκευής της Αθληφόρου
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Χαιρετισμοί :: Χαιρετισμοί εις τους Αγίους μας-
Μετάβαση σε: