proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παράκλητικός κανών εις τον Ξενοφών τον Όσιο.

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώτα
ΤeamOwner
ΤeamOwner
avatar

Αριθμός μηνυμάτων : 187

ΔημοσίευσηΘέμα: Παράκλητικός κανών εις τον Ξενοφών τον Όσιο.   Κυρ Μαρ 31, 2013 8:24 am

ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΟΝ ΞΕΝΟΦΩΝ ΤΟΝ ΟΣΙΟ.



(Ἰσιδώρας μοναχῆς Ἁγιοϊεροθετίσσης. Νεκτάριος Μαμαλοῦγκος)


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.


Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου....

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ὡς φερωνύμως ἐνηχῶν ἡμῖν Πάτερ, φωνὴν ξενίζουσαν ἐν κόσμου ἀΰλου, τὴν σωτηρίαν πᾶσιν ἐναπόγραψον, ὅπως σοῦ γεραίρομεν, τῶν θαυμάτων τὴν αἴγλην, Ξενοφῶν ἣν δέδεξαι, ὡς Ἰὼβ χορηγήσας, τῷ σῷ Δεσπότῃ ἅπασαν ῥοπήν, σῆς διανοίας, ψυχῆς τε καὶ σώματος.

Δόξα.

Τῷ Ἰησοῦ συνανεκράθης τελείως, ὑπερπηδῶν τῶν φθειρομένων τὴν ἕλξιν, καὶ τὸν σταυρὸν ἐπ’ ὤμων σου ἀράμενος, μόνος μόνῳ ᾕρησο, ἐντρυφᾶν θεηγόρε, ὅθεν κατηγλάϊσαι, σὺν συζύγῳ καὶ τέκνοις, ὅθεν μοι δὸς σὴν χάριν Ξενοφών, ἵνα δοξάζω, θερμὰς ἀντιλήψεις σου.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός....

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ξενοφῶν ξένως ἐμφώνησόν μοι. Ἰσιδώρας

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.


Ξενούμενος μάκαρ διὰ Χριστόν, ξένον με ὡς ὄντα ἐν συνάξεσιν οὐρανῶν, οἰκείωσον φίλτρῳ τῶν Ἁγίων, ὦ Ξενοφῶν σὺν σεπτῇ συνοδείᾳ σου.

Ἐγκάρδιον ἔρωτα Ξενοφῶν, ἐν στέρνοις κατέχων, ἐβδελύξω τῶν γεηρῶν, διὸ ἀγαπήσεως τὴν φλόγα, ἐμοὶ ἀνένδοτον ἆψον πρεσβείᾳ σου.

Νυττόμενος Πνεύματος καλλοναῖς, ἡδίστῃ ἐθέλχθης τῶν Ἀγγέλων διαγωγῇ, διέγειρον ὅθεν Ξενοφῶν μου, πρὸς θείας πτήσεις ψυχὴν καὶ διάνοιαν.

Θεοτοκίον.

Ὁ Λόγος ἀξίαν ὦ Μαριάμ, ἐν κόσμῳ εὑρών Σε, ὑπὲρ ἅπαντα τὰ κτιστά, τοῦ ἔργου φρικτῆς οἰκονομίας, τὴν Σὴν γαστέρα ἐνσάρκως κατώκησας.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Φωτισμόν μοι παράσχου ὦ Ξενοφῶν πάντιμε, ἵνα προσβολῶν τοῦ βελίαρ τάχει ῥυσθήσωμαι, σὺ γὰρ ἐξέλαμψας, τῷ τῆς ἀσκήσεως φάει, τοῦ Χριστοῦ ὡς ἤκουσας ξενοφωνοῦντός σοι.

Ὡς ὁδὸν στενωτάτην σὺ διαβὰς ἔνδοξε, στένωσιν νοός μου κραυγάζω νῦν καταπλάτυνον, ἵνα αὐλίζομαι, εἰς Παραδείσου τὸ πλάτος, ἔνθα εἰς συγγένειαν χαίρει εἰς ἄδυτα.

Νεκταρώδης σοι δρόσος διὰ πολλῶν θλίψεων, καὶ ὑπομονῆς σου τελείας Πάτερ ἐνέσταξε, ποιῶν σε ἄρωμα, ὦ Ξενοφῶν ἀφθαρσίας, ὅθεν δυσωδίας με τάχος ἀπάλλαξον.

Θεοτοκίον.

Ξενοτρόπως Παρθένε Σῶν ὀφθαλμῶν χάριτες, εἵλκυσαν Πάτερ τὰς εὐνοίας ἀναπτερώσασαι, ὅθεν ηὐδόκησεν, ἐν Σοὶ οἰκήσαι ὁ κόλποις, πατρικοῖς καθήμενος ἵνα δοξάσῃ με.

Διάσωσον, ὦ Ξενοφῶν ἐκ κινδύνων, τοὺς σοὺς οἰκέτας, ὅτι πάντες πανευλαβῶς, σὴν χάριν αἰτούμεθα, ὡς ἵλεων κρήνη τῶν ἰαμάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Θεῷ ἀποδοὺς καὶ πλοῦτον καὶ σὴν εὔκλειαν, ὡσεὶ Ἀβραάμ, τῷ Θεῷ εὐηρέστησας, σοὺς υἱοὺς δωρούμενος, εὐχαρίστοις ὕμνοις τῷ Κτίσαντι, διὸ παρέχεις θεῖε Ξενοφῶν, θαυμάτων κρουνοὺς ὡσεὶ φιλόστοργος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἐγκρατείας τοῖς πόνοις σου, ἐν Ἁγίᾳ Πόλει σὺν γόνῳ ἔφανας, ἀστραπὰς αἰωνιότητος, ὅθεν Ξενοφῶν γενοῦ μοι σύμμαχος.

Νοητάς μοι παρέχουσα, δωρεὰς ἐνθέους ἡ σὴ συγγένεια, Ξενοφῶν ἀειμακάριστε, ὀδυνῶν λυτροῦται καὶ κακώσεων.

Ὡς ταμίευμα κέκτησο, Ξενοφῶν ἐντός σου ἄρτον οὐράνιον, συντηροῦντά σε ἐν πνεύματι, ὅθεν με πεινῶντα Πάτερ κόρεσον.

Θεοτοκίον.

Σωστικῶς ἐπιῤῥαίνουσα, ἐν ὑσσώπῳ Μῆτερ ἀποκαθάρσεως, ἐν τοῖς δάκρυσί με λεύκανον, θείᾳ ἀντιλήψει Σου εὐφραίνουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἕλκυσον ἡμᾶς, ἐν τοῖς μύροις οὗ ἠγάπησας, καὶ ἐνήχησον φωνὴν χερουβικήν, Ξενοφῶν ὁ πανοικίᾳ μεμνημένος μου.

Μέμνησο ἀεί, Ξενοφῶν ἡμῶν φιλούντων σε, καὶ ἐξάγαγε ἐκ λάκκου ὀδυνῶν, σὺν συμβίᾳ σου καὶ τέκνοις τοῖς θεόφροσι.

Φαῦσον Ξενοφῶν, λάμψιν θείας ἐπιγνώσεως, ταῖς ἐντεύξεσι Μαρίας καὶ υἱῶν, Ἀρκαδίου Ἰωάννου τε δεόμεθα.

Θεοτοκίον.

Ὥσπερ Ἀερμών, θείαν δρόσον Σε ἐγνώκαμεν, καταβαίνουσαν καρδίας τῶν πιστῶν, καὶ σβεννύουσαν τὴν φλόγωσιν κακότητος.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Νοήσας, ξενοτερπεῖς λαμπηδόνας, ἐβδελύξω τῶν ματαίων τὴν τύρβην, πανοικεσίᾳ φυγὼν ἐν ἐρήμῳ, ὦ Ξενοφῶν τῆς Σιὼν ἐν τοῖς ὄρεσι, διὸ λιταῖς σου θερμουργοῖς, ἀποκάθαρον θείαν εἰκόνα μου.

Ἠλάθης, πρὸς θεωρίαν ἀΰλων, Ξενοφῶν σὺν τῇ Μαρίᾳ καὶ τέκνοις, ὑπεριδόντες τῆς γῆς τὰ ἡδέα, διὸ τοὺς πόνους καὶ ἄλγη ἡδύνετε, τῶν προσιόντων εὐλαβῶς, τοῖς λειψάνοις ὑμῶν καὶ τῇ χάριτι.

Συζύγων, χοροῦ διάδημα ὤφθης, ξυνωρὶς καταβαλοῦσα τὸν πλάνον, ὦ Ξενοφῶν, σὺν Μαρίᾳ τῇ θείᾳ, διὸ ἡμᾶς ἐνισχύσατε ὄφεως, καταπατᾶν τὰς μηχανάς, ταῖς ἐνθέοις ὑμῶν ἀντιλήψεσι.

Θεοτοκίον.

Ὀφθεῖσα, ἐσφραγισμένη ὡς Βίβλος, ἡ γραφεῖσα ἐν δακτύλῳ τῷ θείῳ, τῆς Σῆς πρεσβείας δακτύλοις ὦ Μῆτερ, τῶν ἐπταισμένων μοι γράψον συγχώρησιν, ὅπως ὑμνῶ Σε ὦ χαρά, οὐρανῶν καὶ ἐμὸν ἀγαλλίαμα.

Διάσωσον, ὦ Ξενοφῶν ἐκ κινδύνων, τοὺς σοὺς οἰκέτας, ὅτι πάντες πανευλαβῶς, σὴν χάριν αἰτούμεθα, ὡς ἵλεων κρήνη τῶν ἰαμάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ξενοφώνως ὡς προσελκυσθεὶς εἰς οὐράνια, ἐξαστράπτων σὺν λαμπροφαεῖ συνοδείᾳ σου, ἐκδυσώπει ἐν ἱλασμοῖς ὁσίων σου εὐχῶν, μολπὰς ἀπαύστου χαρμονῆς, εὐφραίνειν μάκαρ Ξενοφῶν, τοὺς πιστῶς σοι κραυγάζοντας· ἴασαι μυριπνόοις, ἐκχύσεσι τῆς σῆς κάρας, καὶ σῶν υἱῶν θεουργικῶν, ἀῤῥωστήματα ἀνίατα.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτῶν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον Ὁσιακόν.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...


Ὤφθητε τετράφωνον, θεογνωσίας ὡς μέλος, Ξενοφῶν μακάριε, καὶ ἡ σὴ συγγένεια, ἡ πανθαύμαστος, τὸν σταυρὸν ἄραντες, τὸν χρηστὸν Κυρίου, χαρᾷ ὡς καρτερόφρονες, τὸν πλοῦτον νείμαντες, διὰ μαργαρίτην τὸν ἄῤῥηκτον, καὶ νῦν καθικετεύσατε, ὅπως διανύσας τὸ πέλαγος, παθῶν τῆς κακίας ὑμῶν ἐν ταῖς φαιδρότησιν ἀρθῶ, ἵνα φωναῖς ξέναις τέρπωμαι, εἰς αἰῶνας Ὅσιοι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Νεουργῶν ἀπαθείας ἀγαλλίασιν Πάτερ τῇ ἱκεσίᾳ σου, εὐστόργῳ ἀντιλήψει, ψυχὰς ἀποκαθαίρεις, πανοικὶ σπεύδων πάντοτε, ὦ Ξενοφῶν θεουργέ, θερμάναι τὴν λατρείαν.

Μυστικῶς ἐνηχήθης ξενοφώνως ἀνήκουστον εἰς ἀπόλαυσιν, διὸ θαυμάτων αἴγλην καὶ νόσων θεραπείαν, διανέμεις τῆς μέλπουσι, ὦ Ξενοφῶν ἀρετάς, συμπνόων σου Ὁσίων.

Ὁρμισθέντες λιμένι ἡσυχίας ἐκ φίλτρου καθιερώσεως, θέοθεν οἱ υἱοί σου, ἐξέλαμψαν ὁσίως, Ξενοφῶν ἱκετεύοντες, ἐκ ναυαγίου παθῶν, ἡμᾶς λυτροῦσθαι τάχει.

Θεοτοκίον.


Ἰησοῦς ὡς εὑρών Σε εὐανθοῦν ἐν κοιλάσι ῥόδον πανεύοσμον, ἐσκήνωμα Παρθένε, ἐν Σοὶ ὡς ἁγνοτέρα ὀρθριφώτου αὐγάσματος, καταγλυκαίνων ἡμᾶς, μητρῷά Σου πρεσβείᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἰάσεις νέμεις, ἐκ θεοστόργων σου σπλάγχνων, Ξενοφῶν ἐμὴ τερπνὴ παραμυθία, ἵνα σου γεραίρω, σὴν χάριν εἰς αἰῶνας.

Σκέπη ὑπάρχεις, μετὰ σεπτῆς σου χορείας, θλιβομένων τε ἀντίληψις ἡδεῖα, ὅθεν Ξενοφῶν σε, τιμῶμεν ἐκ καρδίας.

Ἰσχὺν καὶ σθένος, ὦ Ξενοφῶν μοι παρέχεις, σὺν Μαρίᾳ καὶ πανσέπτῳ Ἀρκαδίῳ, μετὰ Ἰωάννου, κατὰ τοῦ ἀλλοτρίου.

Θεοτοκίον.

Δεδοξασμένη, ἡ κλωσαμένη χιτῶνα, ἐνσαρκώσεως τῷ Κτίστῃ τῶν ἁπάντων, θάλψον νῦν ῥιγῶσαν, Παρθένε τὴν ψυχήν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ὡς ὄργανον τετράπνουν, χορεία Ὁσίων, ἡμῖν χαρὰ ἐπιχέει τὴν ἄληκτον, τῆς μετανοίας ἐμπνέουσα ᾆσμα χάριτος.

Ῥαδάμνους εὐκαρπίας, ἤνθησας ὁσίως, σὺν Ἰωάννῃ τὸν θεῖον Ἀρκάδιον, ὦ ξυνωρὶς χορηγοῦσα ἡμῖν τὰ πρόσφορα.

Ἀνάτειλόν μοι Πάτερ, αὐγὴν φωταυγείας, ἐσκοτισμένῳ ἐν ζόφῳ πορώσεως, ὦ Ξενοφῶν ἐπιφαίνων χαρὰν τοῖς φίλοις σου.

Θεοτοκίον.

Σταγόνες μου δακρύων, ἐξέλιπον Μαρία, βεβαρυμένου ἐν ὕπνῳ νεκρώσεως, ἀλλὰ μ’ ἐξέγειρον ὄμβροις τῆς κατανύξεως.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Λάμπετε τετράστερος ὡς πλειάς, βρύουσα ἰάσεις, ἐκ λειψάνων καὶ δωρεάς, Ξενοφῶν τρισμάκαρ, σὺν τῇ σοφῇ Μαρίᾳ, καὶ τέκνοις παμφαέσι, ξένοις αὐγάσμασι.

Πνοαῖς πανευόσμοις θέλγει ψυχάς, πλουτοῦσα ἰάσεις ἐκ λειψάνων θεουργικῶν, ἡ πάνσεπτος χορεία, τοῦ θείου Ξενοφῶντος, ἀῤῥήτοις εὐωδίαις ἀγαλλιάσεως.

Στίλβουσι τῆς δόξης μαρμαρυγάς, αἱ πάντιμοι κάραι, Ξενοφῶντος καὶ ἀδελφῶν, θείου Ἀρκαδίου, καὶ Ἰωάννου ἅμα, ἀδάμαντες καθάπερ, ξένης λαμπρότητος.

Ὡραῖοι ἐν κάλλει ὑπερφυεῖ, Χριστῷ συναφθέντες, ἱκετεύσατε Ξενοφῶν, σὺν τῇ συγγενείᾳ, ἐν τρίβῳ μετανοίας, ὁδεύειν τοὺς ποθοῦντας, δόξαν τρισήλιον.

Πυρσὸς ὡς τετράφωτος μυστικῶς, ψυχὰς καταυγάζει, Ξενοφῶντος σεπτὸς χορός, ἡ σεπτὴ Μαρία, μετὰ τοῦ Ἰωάννου, καὶ θείου Ἀρκαδίου, ἡμᾶς φαιδρύνοντες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις.

Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου
ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.


Πόθῳ, συνθλιβέντες τοῦ Χριστοῦ, βότρυες περκάζοντες θεῖοι, ληνοῖς ἀσκήσεως, νάματα ἀρδεύετε τῶν ἰαμάτων ἡμῖν, Ξενοφῶν ἀξιάγαστε, σὺν τῇ σῇ συζύγῳ, καὶ υἱοῖς θεόφροσι, διὸ αἰτούμεθα, μέθην, ἐμποιήσατε θείαν, πᾶσι τοῖς ἐρῶσι ἐν πίστει, μέθεξιν αἰώνιον θεότητος.



Δι’ εὐχῶν.



Αμην.




Πηγή
voutsinasilias. blogspot.gr
Επιστροφή στην κορυφή Πήγαινε κάτω
 
Παράκλητικός κανών εις τον Ξενοφών τον Όσιο.
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: