proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παράκλητικός Κανών εις την Παναγία Κυπαρισσιώτισσης Μεγάρων

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώτα
ΤeamOwner
ΤeamOwner
avatar

Αριθμός μηνυμάτων : 187

ΔημοσίευσηΘέμα: Παράκλητικός Κανών εις την Παναγία Κυπαρισσιώτισσης Μεγάρων   Παρ Μαρ 01, 2013 10:26 am

Παράκλητικός Κανών εις την Παναγία Κυπαρισσιώτισσης Μεγάρων


Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἐξῆς:

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ ἱερᾶ σου καὶ ἁγία Εἰκόνι, Θεοκυῆτορ εὐλαβῶς προσιόντες, τὴν πρὸς ἡμᾶς κηρύττομέν σου πρόνοιαν, ὤ Κυπαρισσιώτισσα, Παναγία Παρθένε, καὶ πιστῶς βοῶμέν σοι· ἀπὸ πάσης ἀνάγκης, ῥύου ἀπαύστως ταύτην τὴν Μονήν, Ἱεροθέου τοῦ θείου δεήσεσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Βαρβαρικῆς ἐπιδρομῆς ἐπελθούσης, ἐκ τοῦ ὀλέθρου τὴν ἁγίαν Μονήν σου, ὡς ἀληθῶς διέσωσας Πανάχραντε· ὅθεν χαριστήριον, σοὶ προσάδομεν αἶνον, καὶ ἐκβοῶμεν Κόρη εὐλαβῶς· ἐκ τῶν μελλόντων, δεινῶν ἡμᾶς φύλαττε.

Ὁ Ν΄ ψαλμὸς καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: Τῇ Κυπαρισσιωτίσσῃ αἶνος. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.


Τῇ θείᾳ Εἰκόνι Σου εὐλαβῶς, προσπίπτοντες Κόρη, ἐκβοῶμεν ἀπὸ ψυχῆς· Κυπαρισσιώτισσα Παρθένε, δέχου ἡμῶν τὰς δεήσεις ἑκάστοτε.

Ἡ χάρις σου φθάσασα θαυμαστῶς, διέσωσε πάλαι, ἐξ ὀλέθρου τὴν σὴν Μονήν, Κυπαρισσιώτισσα Παρθένε· διὸ κηρρύτομεν πᾶσι τὸ θαῦμά σου.

Κυπάρισσος ὤφθη καταφυγή, τοῖς ἀπειλουμένοις, ἐκ βεβαίας καταστροφῆς, Κυπαρισσιώτισσα Παρθένε· ἔνθεν προσφόρως τὴν κλῆσιν ἐκέκτησο.

Ὑψίστου καθέδρα περιφανής, Κεχαριτωμένη, τὴν Εἰκόνα σου τὴν σεπτήν, λαβόντες οἱ Μονασταῖ ἀνῆλθον, ἐν Κυπαρίσσῳ τῇ νεύσει σου Ἄχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.

Πειρασμῶν ἀδοκήτων, καὶ συμφορῶν λύτρωσαι, Κυπαρισσιώτισσα Κόρη, ταύτην τὴν μάνδραν σου, ταῖς παρακλήσεσιν, Ἱεροθέου τοῦ θείου, οὗ τὴν Κάραν ἔχομεν, ὡς δῶρον ἅγιον.

Ἀποῤῥήτως τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον, δέχου τὰς δεήσεις Παρθένε, ἡμῶν ἑκάστοτε, καὶ τῆς προνοίας σου, δίδου ἡμῖν τὰς ἐκφάνσεις, Κυπαρισσιώτισσα, ἐκδυσωποῦμέν σε.

Ῥωστικῇ σου πρεσβείᾳ, καὶ σωστικῇ χάριτι, σῶζε τὴν Μονήν σου Παρθένε, ἐκ πάσης θλίψεως, τοῦ σοῦ θεράποντος, Ἱεροθέου πρεσβείαις, τοῦ τὴν σὴν Μετάστασιν, λαμπρῶς ὑμνήσαντος.

Ἱλασμὸν ἡμῖν δίδου, καὶ φωτισμὸν ἄνωθεν, Κυπαρισσιώτισσα Κόρη, ὡς ἡμῶν ἔφορος, καὶ πόῤῥω δίωκε, τὸν πονηρὸν Θεοτόκε, ἀφ’ ἡμῶν τὰ σκάνδαλα, ἀεὶ τεκταίνοντα.

Διάσωσον, ταύτην τὴν ποίμνην σου πάσης ἐπιβουλίας, δυσωποῦμεν Κυπαρισσιώτισσα Δέσποινα, ὡς ἀληθὴς προστασία ἡμῶν καὶ σκέπη.

Ἐπίβλεψον ἐν ἐυμενείᾳ...

Αἴτησις καὶ τὸ κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.


Τὴν σὴν εὐλαβῶς, λαβόντες οἱ μονάζοντες, Εἰκόνα Ἁγνή, ἀνῆλθον μετὰ πίστεως, ἐν κυπαρίσσῳ Δέσποινα, καὶ ἐχθροῦ τῆς μανίας ἐῤῥύσθημεν· ἐντεῦθεν Κυπαρισσιώτισσα, προσφόρως ὠνόμασαι Πανάχραντε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Συμφορῶν καὶ κακώσεων, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Κυπαρισσιώτισσα Παντάνασσα.

Συντριβῆς ὡς διέσωσας, τῆς τῶν πειρατῶν τὴν Μάνδραν σου Ἄχραντε, οὕτω σκέπε αὐτὴν πάντοτε, ἐξ ἐπιβουλῶν καὶ περιστάσεων.

Ἱερὸν περιτείχισμα, ἔχοντες τὴν Κάραν σου Ἱερόθεε, θείαν χάριν κομιζόμεθα, καὶ πάσης στενώσεως ῥυόμεθα.

Ὡς τὸ πῦρ ἀνεχαίτισας, κατὰ τῆς Μονῆς σου τῇ θείᾳ χάριτι, Ἱερόθεε τῆς Κάρας σου, οὕτως ἡμᾶς σῶζε πάσης θλίψεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τεῖνον εὐμενές, οὖς Παρθένε ταῖς δεήσεσι, τῶν τιμώντων τὴν Εἰκόνα σου πιστῶς, καὶ ἐκ ταύτης δεχομένων θείαν δύναμιν.

Ἵλεων ἡμῖν, τὸν Υἱόν σου Κόρη ἔργασαι, ὡς ἄν λάβωμεν τὴν λύσιν τῶν παθῶν, καὶ τῆς ἄνω βασιλείας ἐπιτύχωμεν.

Σύντριψον ταχύ, τοῦ Βελίαρ τὰ βουλεύματα, ὡς ἀνέτρεψας τοὺς πάλαι πειρατάς, καὶ παράσχου ἡμῖν Κόρη τὴν εἰρήνην σου.

Σοῦ τὴν θαυμαστήν, Ἱερόθεος ὁ πάνσοφος, ἐμεγάλυνε μετάστασιν Ἁγνή, οὗ πρεσβείαις ἡμῖν δίδου θείαν ἔλλαμψιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἡ χάρις, τῆς ἱερᾶς σου Εἰκόνος, πειρατῶν τῶν καθ’ ἡμῶν ἐπελθόντων, πᾶσαν βουλὴν ἐματαίωσε Κόρη· διὸ καὶ νῦν ἡμῖν δίδου δεόμεθα, τῆς προστασίας σου Ἁγνή, τὴν ἰσχὺν ἐν κινδύνοις καὶ θλίψεσιν.

Ἀνῆλθον, ἐν κυπαρίσσῳ κρατοῦντες, ταῖς χερσὶ τὴν ἱεράν σου Εἰκόνα, οἱ Μονασταὶ καὶ ἐῤῥύσθησαν πάλαι, τῶν πειρασμῶν τῆς δεινῆς βιαιότητος· ᾗ νῦν προσπίπτοντες Ἁγνή, κομιζόμεθα χάριν καὶ ἔλεος.

Ἰάσεις, τοῦ σοῦ θεράποντος βλύζει, Θεοτόκε ἡ πανσέβαστος Κάρα, Ἰεροθέου ὅς ὕμνησε πάλαι, Γεσθημανῇ τὴν ἁγίαν σου Κοίμησιν· οὗ ταῖς λιταῖς δίδου ἡμῖν, τὴν σωτήριον χάριν σου Δέσποινα.

Ναμάτων, ζωοποιῶν οὗσα κρήνη, ὡς τεκοῦσα τὸν Θεὸν τῶν ἁπάντων, βλῦσον ἡμῖν γλυκασμὸν σωτηρίας, πᾶσαν παθῶν τὴν πικρίαν ξηραίνοντα, Θεογεννῆτορ Μαριάμ, καὶ πταισμάτων ἡμῶν αἴτει τὴν ἄφεσιν.

Διάσωσον...

Ἄχραντε...


Αἴτησις καὶ τὸ κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Τῇ σῇ ἁγίᾳ Είκόνι προσπίπτοντες, ἁγιασμὸν καὶ εἰρήνην καὶ δύναμιν, λαμβάνομεν Κόρη ἑκάστοτε, καὶ τὴν πολλήν σου ὑμνοῦμεν προμήθειαν, δι’ ἧς δίδως πᾶσι τὰ κρείττονα.

Εἶτα, τὸ α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἦχου.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου...

Στ.: Ἄκουσον, Θύγατερ...

Εὐαγγέλιον. Λουκὰ α΄. 39-49, 56: Ἐν ταῖς ἡμέραις ἐκείναις...

Δόξα: Πάτερ, Λόγε, Πνεῦμα...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἐλεῆμον, ἐλέησόν με... Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.


Κυπαρισσιώτισσα δεδοξασμένη Παρθένε, σκέπη καὶ βοήθεια, καὶ θερμὴ ἀντίληψις τῶν ὑμνοῦντών σε, πειρασμῶν λύτρωσαι, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων περιστάσεων, ταύτην τὴν Μάνδραν σου, πίστει προσκειμένην τῇ δόξῃ σου· θερμῶς καθικετεύει γάρ, ὁ θεοειδὴς Ἱερόθεος· καὶ σὺν τούτῳ Κόρη, μὴ παύσῃ προστατεύουσα ἡμῶν, τῶν ἀφορώντων θερμότατα, πρὸς σὲ μετὰ πίστεως.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὀμβροφόρον νεφέλην, γλυκασμὸν σωτηρίας, ἡμῖν ὀμβρίζουσα, ὁρᾶται Θεοτόκε, ἡ πάντιμος Εἰκών σου, ᾗ προσπίπτοντες ψάλλομεν· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.

Σὺν σεπτοῖς Ἀποστόλοις, ὁ σοφὸς Ἱερόθεος Κόρη ᾔνεσε, τὴν θείαν Κοίμησίν σου· οὗ ταῖς πρεσβείαις σκέπε, τὴν Μονήν σου κραυγάζουσαν· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.

Γέρας κέκτηται θεῖον, ἡ ἁγία Μονή σου Θεοχαρίτωτε, τὴν θείαν σου Εἰκόνα, καὶ τὴν ἁγίαν Κάραν, Ἱεροθέου τοῦ μάκαρος· διὸ καὶ πίστει ὑμνεῖ, Χριστὸν τὸν πάντων Κτίστην.

Ἐκ πυρὸς τοῦ παμφάγου, Ἱερόθεε Πάτερ ὡς πάλαι ἔσωσας, Μονήν σου τὴν ἁγίαν, οὕτως αὐτὴν διατήρει ἀπήμαντον, ἐκ συστροφῶν τῶν δεινῶν, ἐχθροῦ τοῦ ἀοράτου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ῥώμην καρποῦται, ἡ τῆς Μονῆς Ἀδελφότης, ἐκ τῆς θείας σου Εἰκόνος Θεοτόκε· ὅθεν καὶ κηρύττει, τὴν σὴν ἐπιστασίαν.

Ἅγιον βίον, ἐν ὁμονοίᾳ ἀνύειν, καταξίωσον ἡμᾶς ἐν εὐλαβείᾳ, Ἄχραντε Παρθένε, ἐν τῇ παρούσῃ Μάνδρᾳ.

Σὲ προστασίαν, Θεοκυῆτορ πλουτοῦντες, καὶ τὸν ἔνδοξον καὶ θεῖον Ἱεράρχην, ἔφορον ὑμνοῦμεν, Χριστὸν τὸν ζωοδότην.

Ἴθυνον Κόρη, ἐπὶ νομὰς σωτηρίας, τοὺς τὴν θείαν σου Εἰκόνα προσκυνοῦντας, ἵνα τῆς ἀλήκτου, τύχωμεν εὐφροσύνης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μονὴν ἡμῶν τὴν θείαν, Κεχαριτωμένη, καὶ Ἱεράρχα σοφὲ Ἱερόθεε, ἐκ δυσχερείας ἁπάσης λυτροῦσθε πάντοτε.

Ὁλόφωτε λυχνία, τῆς ἀύλου δόξης, ἐκ σκοτασμοῦ ἁμαρτίας ἀπάλλαττε, τοὺς ἀνυμνοῦντας Παρθένε τὰ μεγαλεῖά σου.

Ὑφέρποντα δολίως, καθ’ ἡμῶν Παρθένε, τὸν σκοτεινόμορφον δράκοντα σύντριψον, ἐν ἐγρηγόρσει τηροῦσα ἡμᾶς δεόμεθα.

Ὑπέρτερον τὸν νοῦν μου, τήρει Θεοτόκε, τῆς γεηρᾶς προσπαθείας καὶ λάμψόν μοι, τῆς ἀληθοῦς μετανοίας φῶς τὸ σωτήριον.

Τὸ Ἄξιον ἐστὶ καὶ τὰ μεγαλυνάρια.

Ἔχει τὴν Εἰκόνα σου τὴν σεπτήν, ἡ Μονή σου Κόρη, ὡς διάδημα νοητόν, ἥν καὶ προσκυνοῦσα, χαῖρέ σοι ἀνακράζει, ᾧ Κυπαρισσιώτισσα, Ἀειπάρθενε.

Ἐν τῇ Κυπαρίσσῳ οἱ μονασταί, ἀνῆλθον Παρθένε μετ’ Εἰκόνος σου τῆς σεπτῆς, καὶ τῇ χάριτί σου, χειρώσεως ῥυσθέντες, ᾧ Κυπαρισσιώτισσα, ὕμνον ᾗδόν σοι.

Κυπαρισσιώτισσα ἠ σεπτή, Εἰκών σου Παρθένε, ἐπικέκληται προσφυῶς, καὶ καθαγιάζει, τὴν ἱεράν Μονήν σου, τῇ ἐξ αὐτῆς πλουσίᾳ Δέσποινα χάριτι.

Σὺν Ἱεροθέῳ τῷ ἱερῷ, Κόρη Ἱεράρχῃ, ἀνυμνοῦμέν σε εὐλαβῶς, ὡς θερμοὺς προστάτας, καὶ θείους κηδεμόνας, ταύτης τῆς θείας ποίμνης, ἀγαλλιώμενοι.

Εἰκόνι προσπίπτοντες εὐλαβῶς, τῇ σεπτῇ σου Κόρη, καὶ τῇ Κάρᾳ τῇ ἱερᾷ, τοῦ Ἱεροθέου, τοῦ θείου Ἱεράρχου, ἐν τῇ ψυχῇ δεχόμεθα, χάριν ἄφθονον.

Καὶ Ἀπόλυσις, μεθ’ ἥν τὸ ἐξῆς: Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅρμος καὶ ἀχείμαστος λιμήν, Κυπαρισσιώτισσα Κόρη, ἡ σὴ ἁγία Εἰκών, ὤφθη ἐπινεύσει σου, ταύτῃ τῇ ποίμνῃ σου, ᾗ πιστῶς προσερχόμενοι, πάσης τρικυμίας, πόνων καὶ κακώσεων, ἀπολυτρούμεθα· θᾶττον γὰρ παρέχεις Παρθένε, τὴν σὴν θαυμαστὴν προστασίαν, ἡμῖν τοῖς ἱκέταις σου ἑκάστοτε.

Δίστιχον.
Κυπαρισσιώτισσα δίδου Παρθένε,
Γερασίμῳ δύναμιν εἰς σωτηρίαν.



Αμην.
Επιστροφή στην κορυφή Πήγαινε κάτω
 
Παράκλητικός Κανών εις την Παναγία Κυπαρισσιώτισσης Μεγάρων
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις εις τα ονόματα της Υπεράγια Θεοτόκο-
Μετάβαση σε: