Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις τον Πατέρα ημών Πατάπιον Empty Παρακλητικός κανών εις τον Πατέρα ημών Πατάπιον

Σαβ Μαρ 02, 2013 8:27 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός κανών εις τον Πατέρα ημών Πατάπιον

Ποιηθείς υπό μοναχού Γερασίμου Μικραγιαννανίτου.
Παρακλητικός κανών εις τον Πατέρα ημών Πατάπιον Osiosp10
Η μνήμη αυτού την 8ην Δεκεμβρίου.

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἴτα τo Τροπάριo.

Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ.

Τους προσιόντας τω σεπτώ σου Λειψάνω, και αιτουμένους την θερμήν σου πρεσβείαν, θαυματουργέ Πατάπιε, Πατήρ ημών, πάσης απολύτρωσαι, επηρείας και βλάβης, και παντοίων θλίψεων, και δεινών νοσημάτων, και εν ειρήνη φύλαττε ημάς, οία προστάτης ημών συμπαθέστατος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών

Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας.

Προστάτην υπάρχων και πρεσβευτής, ημών προς τον Κτίστην, καθικέτευε εκτενώς, Πατάπιε, ρύεσθαι κινδύνων, και πολυτρόπων ημάς περιστάσεων.

Αγίως ανύσας σου την ζωήν, ημάς αγιάζεις, και λυτρούσαι πάσης οργής, τη εκ του αγίου σου Λειψάνου, προερχομένη Πατάπιε χάριτι.

Θεράπων Κυρίου ως αληθής, θεράπευσον Πάτερ, τας οδύνας των καρδιών, και τας των σωμάτων αλγηδόνας, των προσιόντων θερμώς τη πρεσβεία σου.

Θεοτοκίον.
Ως Μήτηρ του πάντων Δημιουργού, και της ευσπλαγχνίας, ανεξάντλητος θησαυρός, σπλαγχνίσθητι Κόρη τοις σοις δούλοις, και την κατ’ άμφω υγείαν πρυτάνευσον.


Ωδή γ’. Ουρανίας αψίδος.
Νοερώς εποπτεύων, ως συμπαθής Όσιε, ταύτην την αγίαν Μονήν σου, την καταφεύγουσαν αεί τη σκέπη σου, μη διαλίπης Θεόφρον, εξ αυτής παν σκάνδαλον πόρρω ποιούμενος.

Η αγία σορός σου, αγιασμόν Άγιε, Πνεύματι Αγίω βλυστάνει καθαγιάζουσα, ημών τα πρόσωπα, και τας ψυχάς Θεοφόρε, και παθών καθαίρουσα άπαντα βόρβορον.

Μη ελλίπης πρεσβεύειν, υπέρ ημών Όσιε, δούναι των πταισμάτων την λύσιν, και απολύτρωσιν, πάσης στενώσεως, και θλιβερών των του βίου, τοις πιστώς προστρέχουσι τη αντιλήψει σου.

Θεοτοκίον.
Απειράνδρως τεκούσα, τον του παντός αίτιον, και μετά τον άφραστον τόκον, Παρθένος μείνασα, αγνόν με φύλαττε, ψυχή νοί και καρδία, μόνη Αειπάρθενε, πάντων βοήθεια.


Διάσωσον πάσης ανάγκης και θλίψεων των εν βίω, τους εν πίστει τη ση πρεσβεία προστρέχοντας, και σε τιμώντας, Πατάπιε Θεοφόρε.

Επίβλεψον, εν ευμενεία Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.


Αίτησις και το Κάθισμα.
Ήχος β’. Πρεσβεία θερμή.

Πρεσβεία τη ση, Πατάπιε μακάριε, εν πίστει θερμή, η ποίμνη σου προστρέχουσα επηρειών του όφεως, και σκανδάλων πικρών απαλλάττεται˙ ή δίδου ευστάθειαν ζωής, και θείας αγάπης πύρ το άϋλον.


Ωδή δ’. Εισακήκοα Κύριε.
Συμπαθώς ίδε Άγιε, τους εν ευλαβεία τη θεία θήκη σου, παρεστώτας ώ Πατάπιε, και παράσχου τούτοις τα αιτήματα.

Παθημάτων τον καύσωνα, και ασθενειών την φλόγα κατάσβεσον, δρόσω Πάτερ της σης χάριτος, και χαράν παράσχου τοις ικέταις σου.

Απόδιωξον Άγιε, τον κατά της Μάνδρας σου ωρυόμενον, νοητόν εχθρόν και βύθιον, την σην ευλογίαν ταύτη δωρούμενος.

Θεοτοκίον.
Τον Θεόν όν εκύησας, Άχραντε Παρθένε δι’ αγαθότητα, καθικέτευε δωρήσασθαι, των πλημμελημάτων ημίν άφεσιν.


ωδή ε’. Φώτισον ημάς.
Άνωθεν ημάς, τα σα τέκνα Πάτερ Όσιε, μη ελλίπης επιβλέπειν πατρικώς, και παρέχειν την ειρήνην ταις ψυχαίς ημών.

Πλήρου συμπαθώς, τας αιτήσεις Πάτερ Όσιε, των τη Μάνδρα σου Πατάπιε, αεί συρρεόντων, πανταχόθεν μετά πίστεως.

Ίασιν ψυχών, και σωμάτων ανακαίνισον, εκ της θήκης σου λαμβάνομεν αεί˙ δια τούτο ως προστάτην ευφημούμέν σε.

Θεοτοκίον.
Έχουσα πολλήν, παρρησίαν προς Θεόν έτεκες, οία Μήτηρ τούτου Κόρη αληθής, καθικέτευε σωθήναι τας ψυχάς ημών.


Ωδή ς’. Την δέησιν.
Ρυσθήναι πειρατηρίων του βίου, και τυχείν ημάς γαλήνης βαθείας, και ευσπλαγχνίας ρανίδας της θείας, ημίν δοθήναι τον Κτίστην ικέτευε, Πατάπιε θαυματουργέ, Γερανείων πυρσός ο ακοίμητος.

Υπάρχων πλήρης φωτός ουρανίου, ως θεράπων του Θεού θεοφόρος, τον σκοτασμόν των παθών ημών λύσον, και απαθείας ημέραν ευφρόσυνον, ανάτειλον ημίν σοφέ, φωτοφόροις λιταίς σου προς Κύριον.

Ουράνιον αληθώς ευωδίαν, η σορός του σου Λειψάνου παρέχει, και δυσωδίαν παθών ακαθάρτων, και πονηρίας διώκει τα πνεύματα, η προσιόντες ευλαβώς, πάσαν χάριν καρπούμεθα Άγιε.

Θεοτοκίον.
Υψίστου περιφανέστατε θρόνε, Παντευλόγητε Αγνή Θεοτόκε, εκ κατωτάτου με λάκκου πταισμάτων, προς μετανοίας ζωήν με ανάγαγε, και σώσόν με επιφοράς, των κακίστων δαιμόνων Πανάμωμε.


Διάσωσον, πάσης ανάγκης και θλίψεων των εν βίω τους εν πίστει τη ση πρεσβεία προστρέχοντας, και σε τιμώντας Πατάπιε Θεοφόρε.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον.
Ήχος β’. Τοις των αιμάτων σου.

Τη κραταιά προστασία σου σπεύδοντες, ως εις λιμένα γαλήνιον Όσιε, κυμάτων του βίου λυτρούμεθα, και πάσης ζάλης δεινών περιστάσεων˙ διο την σην χάριν κηρύττομεν.

Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.
Στίχ. Μακάριος ο ανήρ ο φοβούμενος τον Κύριον…

Ευαγγέλιον κατά Ματθαίον.

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς˙ Πάντα μοι παρεδόθη υπό του Πατρός μου˙ και ουδείς επιγινώσκει τον Υιόν, ειμή ο Πατήρ˙ ουδέ τον Πατέρα τις επιγινώσκει, ειμή ο Υιός, και ώ εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τον ζυγόν μου εφ’ υμάς, και μάθετε απ’ εμού, ότι πράος ειμί, και ταπεινός τη καρδία˙ και ευρήσετε ανάπαυσιν ταις ψυχαίς υμών. Ο γαρ ζυγός μου χρηστός, και το φορτίον μου ελαφρόν εστίν.

Δόξα.
Ταις του Οσίου…

Και νύν.
Ταις της Θεοτόκου…

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μέγαν αντιλήπτορα, και βοηθόν εν ανάγκαις, έχοντες σε Όσιε, πάντοτε προστρέχομεν τη ση χάριτι˙ πάσι γαρ παρέχεις, της σης βοηθείας, τα σωτήρια γνωρίσματα, δεινών λυτρούμενος, και οδυνηρών περιστάσεων, τα τέκνα σου εκάστοτε, και τους τω λειψάνω σου σπεύδοντος. Αλλά μη ελλίπης, ημάς επερχομένων συμφορών, απολυτρούσθαι Πατάπιε, οία συμπαθέστατος.

Σώσον ο Θεός τον λαόν σου…

Ωδή ζ’. Οι εκ της Ιουδαίας .

Ανωτέραν εκ πάσης, χαλεπής επινοίας του πολεμήτορος, Πατάπιε παμμάκαρ, την Μάνδρα σου συντήρει, την ως μέγα προσφύγιον, καταπλουτούσαν σοφέ, το θείον Λείψανόν σου.

Μετά πίστεως πλείστης, και πολλής ευλαβείας Πάτερ τους ήκοντας, Μονή σου τη αγία, δέχου εν ευμενεία, οία πλήρης χρηστότητος, και δίδου τούτοις σοφέ, τας πατρικάς σου δόσεις.

Η πρεσβεία σου Πάτερ, οχυρώτατον τείχος και μέγα στήριγμα, γενέσθω τοις σοις δούλοις, απείργουσα εφόδους, χαλεπάς, του αλάστορος, του μαινομένου αεί, κατά των ικετών σου.

Θεοτοκίον.
Νεκρωθείς τη κακία, σοι προσφεύγω Παρθένε, θερμοίς εν δάκρυσιν˙ άλλ’ ως ζωήν τεκούσα, Χριστόν τον Ζωοδότην, την καρδίαν μου ζώωσον, και λάμπρυνόν μου τον νουν, φωτί της μετανοίας.


Ωδή η’. Τον Βασιλέα.
Γέρας και πλούτον, και θησαυρόν αφθαρσίας, το σον Λείψανον η ση Μονή πλουτούσα, εξ αυτού λαμβάνει, χαράν και ευφροσύνην.

Έπιδε Πάτερ, εξ ουρανίων αψίδων, και επάκουσον ημών των ικετών σου, των επιζητούντων, την σην επιστασίαν.

Ρώσιν παράσχου, κατά ψυχήν τε και σώμα, τοις προστρέχουσι τω θείω σου Λειψάνω, και την σην αιτούσι, Πατάπιε πρεσβείαν.

Θεοτοκίον.
Αγνή Παρθένε, κόσμου παντός προστασία, προστατεύουσα μη παύση των σων δούλων, καθ’ εκάστην ώραν, άχρι τερμάτων βίου.


Ωδή θ’. Κυρίως Θεοτόκον.
Σκηνάς τας ουρανίους, συν Αγγέλων δήμοις, περιπολεύων Πατάπιε Άγιε, υπέρ ημών εκδυσώπει τον Πανοικτίρμονα.

Ιάτρευσον παμμάκαρ, τας ημών καρδίας, τας πληγωθείσας τω βέλει του όφεως, τη χάριτί σου ευφραίνων ημάς Πατάπιε.

Μετόχους ημάς δείξον, μετά τέλος Πάτερ, οία πατήρ τα σα τέκνα Πατάπιε, της του Χριστού βασιλείας ταις σαις δεήσεσι.

Ο μέγας ημών ρύστης, και θερμός προστάτης, εν πάση ώρα Πατάπιε Όσιε, μη διαλίπης φυλάττειν ημάς δεόμεθα.

Θεοτοκίον.
Υψίστου χαίρε Μήτηρ, Κεχαριτωμένη, της αϊδίου χαράς καταξίωσον, τους ολικώς αφορώντας προς σε Πανάμωμε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λουτρακίου στέφανος και τιμή, της υδρωπικίας, και καρκίνου θεραπευτά, Πατάπιε Θεόφρον, των Γερανείων δόξα, πρέσβευε τω Κυρίω υπέρ των δούλων σου.

Τον εν πολιτεία αγγελική, λάμψαντα εν κόσμω, ως αστέρα περιφανή, και θαυμάτων χάριν, θεόθεν ειληφότα, Πατάπιον τον μέγαν ύμνοις τιμήσωμεν.

Δύναμιν πατήσας την του εχθρού, ασκήσει συντόνω, και φρονήματι καρτερώ, λαμπρώς εδοξάσθης, Πατάπιε τρισμάκαρ, και σώζεις εκ κινδύνων τους προσιόντας σοι.

Χαίροις της Αιγύπτου θείος βλαστός, χαίροις Γερανείων, θεοδώρητος θησαυρός˙ χαίροις Λουτρακίου, και πάσης Κορινθίας, αντίληψις και κλέος Πάτερ Πατάπιε.

Χάριν αναβλύζει η ση σορός, και ιάται πάθη, και ευφραίνει πάσαν ψυχήν˙ όθεν προσιόντες, αυτή μετ’ ευλαβείας, αγιασμού του θείου, Πάτερ πληρούμεθα.

Δίδου τα αιτήματα συμπαθώς, τοις απανταχόθεν, προσιούσι πίστει θερμή, τη σεπτή Μονή σου, Πατάπιε παμμάκαρ, ιώμενος τους πόνους ψυχής και σώματος.

Μέγαν σε προστάτην η ση Μονή, έχουσα παμμάκαρ, πάσης ρύεται προσβολής˙ ήν αεί εκ πάσης, μανίας του Βελίαρ, αλώβητον συντήρει Πάτερ Πατάπιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Το Απολυτίκιον. Ήχος α’.
Γερανείων το κλέος, Κορινθίας το καύχημα, και Μοναζουσών νυν προστάτης, ανεδείχθης Πάτερ Πατάπιε. Ασκήσεσι νηστείαις προσευχαίς, νυν έχεις παρρησίαν προς Θεόν, αδιαλείπτως ικετεύειν υπέρ ημών, των κατακρίτων δούλων σου. Δόξα τω δοξασθέντι δια σου, δόξα τω σε ενισχύσαντι, δόξα τω φωτίσαντι ημάς δια της σης ασκήσεως.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ήχος β’. Ότε εκ του ξύλου.

Πάσης του εχθρού επιβουλής, και επιφορών και κινδύνων και περιστάσεων.
Άγιε Πατάπιε, τη αντιλήψει σου, αβλαβείς ημάς φύλαττε, άφεσιν πταισμάτων, άπασιν αιτούμενος, παρά Χριστού του Θεού, έχων προς αυτόν παρρησίαν˙ ώ μη διαλίπης πρεσβεύων, ίνα βίον ήσυχον διάγωμεν.

Πάντες οι εκ νόσων χαλεπών, και παντοίων άλλων κινδύνων δεινώς θλιβόμενοι, νύν ένθα ιάματα θαυματοβρύτου σορού, Παταπίου εκβλύζουσιν, ως ρείθρα Νειλώα, σπεύδοντες προσπέσωμεν, γονυκλινώς εν κλαυθμώ˙ ρύσαι εκβοώντες σους δούλους, εκ πειρατηρίων και νόσων, και παντοίων θλίψεων Πατάπιε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης