proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παρακλητικός Κανών στην Αγία Κυριακή την Μεγαλομάρτυρα

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώτα
ΤeamOwner
ΤeamOwner
avatar

Αριθμός μηνυμάτων : 187

ΔημοσίευσηΘέμα: Παρακλητικός Κανών στην Αγία Κυριακή την Μεγαλομάρτυρα   Σαβ Φεβ 23, 2013 10:28 am

Παρακλητικός Κανών στην Αγία Κυριακή την Μεγαλομάρτυρα


Ευλογητός.....,Κύριε είσάκουαον... καί «Θεός Κύριος...Εἴτα το παρόν Τροπάριο.


Ψαλμός ρμβ΄ (142).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου...

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.


Τήν ἑξανθήσασαν ἁγνείας λαμπρότητι, ὡς ἐν κοιλάσιν εὐωδέστατον ἴον, Κυριακήν τήν ἔνδοξον, μαρτύρων καλλονήν, πάντες ἀνυμνήσωμεν, πρός αὐτήν ἐκβοῶντες, Ρύσαι τούς ὑμνουντάς σέ, τῶν δεινῶν σαῖς πρεσβείαις, ἴνα γεραίρωμεν εὐλαβῶς, τήν πανεύφημόν σου μνήμην, Ἀθληφόρε ἀξιάγαστε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν΄ (50).
Ἐλέησον μέ ὁ Θεός ....

Ὠδή ἅ΄ Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.


Ὑμνοῦμεν σέ πόθω, Κυριακή, Χριστοῦ Ἀθληφόρε, καί δεόμεθά σου θερμῶς, παρασχου λιταίς σου πρός τόν Κτίστην, πάσι τοῖς κάμνουσι τήν ἀνάρρωσιν.

Μαράνασα, μάρτυς, σῶμα τό σόν, Θεοῦ δί’ ἀγάπην, κακουχίαις τέ καί δεινοῖς, διό τά τοῦ σώματός μου πάθη, δί’ ἐγκρατείας μαράναι ἀξίωσον.

Νυκτός Χριστοῦ μάρτυς καί σκοτασμοῦ, τῆς πλάνης φυγοῦσα, ἠξιώθης θείου φωτός, καμέ φωτισθῆναι ταῖς λιταίς σου, θεοφεγγέσιν ἀκτίσι ἀξίωσον.

Θεοτοκίον.

Ἐκένωσε, Κόρη, ὁ ποιητής, ἐν τή σή κοιλία, ἑαυτόν δέ τούς πατρικούς, κόλπους τό καθόλου μή κενώσας, διά τό σῶσαι ὡς Θεός τό ἀνθρώπινον.

Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.

Ἴασαι τά πάθη μου, τά τῆς ψυχῆς καί τοῦ σώματος, ταῖς πρός Θεόν, ἐνθέρμοις λιταίς σου, Κυριακή μεγαλώνυμε.

Σύνεσιν μοί δώρησαι, τῷ ἀσυνέτω, πανθαύμαστε, Κυριακή, ἴνα πράττω πάντα, τοῦ Θεοῦ τά προστάγματα.

Ἔκ σού, παμμακάριστε, Κυριακή, τήν κατάπαυσιν, νόσων δεινῶν, πόθω ἀναμένω, ἀπολαῦσαι πρεσβείαις σου.

Θεοτοκίον.

Μαρία γενέσθαι μοί, τῷ μολυνθέντι τοῖς πταίσμασιν, ἴλεων νῦν, τόν ἔκ σού τεχθέντα, ἀσιγήτως δυσώπησον.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.

Ἀπαστράπτουσα θαύμασιν, ἐκ τῶν προσφευγόντων σοί, μάρτυς ἔνδοξε, τῶν παθῶν φρικτήν σκοτόμαιναν, ἀπελαύνεις ὄντως ταῖς πρεσβείαις σου.

Ρεῖθρα ὄντως, πανένδοξε, ἰαμάτων ἄφθονα ἀναβλύζουσα, τοῖς τιμῶσι σήν πανήγυριν, ρῶσιν ταῖς λιταίς σου νῦν χορήγησον.

Τῶν μαρτύρων τήν εὔκλειαν, τήν Κυριακήν ἀνυμνήσωμεν, οἱ πιστοί καί ἐπαινέσωμεν, ὡς τετυχηκότες ἀπαλλαγῆς τῶν δεινῶν.

Θεοτοκίον.

Ὕφαντον ἐκ τῆς ἄνωθεν, χάριτος χιτώνα, Παρθένε, ἔνδυσον, τόν σόν δοῦλον ταῖς πρεσβείαις σου, καί τή ἀφθαρσία μέ περίβαλε.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

Σόφισον μέ νῦν, τῆς σοφίας ταῖς ἑλλάμψεσι, ταῖς ὑπέρ νοῦν καί ὑπέρ ἔννοιαν, καί φωτί θείω, Κυριακή μέ φωταγώγησον.

Κύμασι δεινοῖς, ἁμαρτίας βυθιζόμενον, καί ταῖς τρικυμίαις τῶν θλίψεων, Κυριακή μέ, τοῦ κινδύνου ἐλευθέρωσον.

Ὕψιστον ἐκδυσώπει ὑπέρ τοῦ δούλου σου, παθῶν θλιβόντων, καί δεινῶν ἁπαλλαγῆναι μέ.

Θεοτοκίον.

Ρύπου μέ παθῶν, μεσιτεία σου καθάρισον, καί τήν σκοτισθεῖσαν ψυχήν μου φώτισον, ἴνα δοξάζω καί ὑμνῶ σέ, πολυύμνητε.

Ὠδή στ΄. Ἰλάσθητι μοί.

Ἰδεῖν τήν δόξαν Θεοῦ, ἐπιποθῶν ὁ ταλαίπωρος, Κυριακή, πρός τήν σήν, προσφεύγω βοήθειαν, θερμῶς σου δεόμενος, ὅπως ταῖς λιταίς σου, ταύτης γένωμαι νῦν μέτοχος.

Ἀγάπη πρός τόν Θεόν, πάντα ὡς φρούδα κατέλιπες, Κυριακή τά ἐν γῆ, σύ οὔν καί τόν δοῦλόν σου, παριδεῖν ἀξίωσον, πάντα τά ἠδέα, καί ἁγίως πολιτεύεσθαι.

Κρατήρα, Κυριακή, θανατηφόρον κεκέρακεν, ἡ Εὕα πάλαι ἐμοί, σύ δέ τοῖς σοῖς αἵμασιν, οἶνον μοί ἐνστάλαξον, τῆς ἀθανασίας, τήν καρδίαν μου εὐφραίνοντα.

Θεοτοκίον

Ἡ μόνη καταφυγή, χριστιανῶν σύ βοήθησον, τῷ κινδυνεύοντι νῦν, καί χεῖρα μοί ὄρεξον, καί πρός τόν λιμένα μέ, τόν τῆς σωτηρίας, καθοδήγησον, Πανάχραντε.

Διάσωζε, Κυριακή ἀθληφόρε, ταῖς πρός Θεόν σου πρεσβείαις, ἀπό ποικίλων κινδύνων τούς δούλους σου, καί ἴασαι τάς δεινάς ἠμῶν νόσους.

Θεοτοκίον

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ ἱερεύς μνημονεύει. Εἴτα τό Κοντάκιον. Ἦχος β΄.

Ἀνέτειλεν ἠμίν λαμπρά, ὥσπερ ἥλιος, ἡ μνήμη σου σεμνή Κυριακή ἀθληφόρε, νέφη τῶν παθῶν ἀποδιώκουσα, καί φωταγωγοῦσα τούς εὐσεβῶς, τή σή εἰκόνι προσπελάζοντας, καί σέ πόθω καί πίστει γεραίροντας.

Προκείμενον Ἦχος δ΄.

Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί, καί εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (Ἰ΄ 16-22).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσω λύκων, γίνεσθε οὔν φρόνιμοι ὡς οἱ ὄφεις, καί ἀκέραιοι ὡς αἵ περιστεραί. Προσέχετε δέ ἀπό τῶν ἀνθρώπων, παραδώσουσι γάρ ὑμᾶς εἰς συνέδρια, καί ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καί ἐπί ἡγεμόνας δέ καί βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καί τοῖς ἔθνεσιν. Ὅταν δέ παραδιδῶσιν ὑμᾶς, μή μεριμνήσητε πῶς ἤ τί λαλήσετε, δοθήσεται γάρ ὑμίν ἐν ἐκείνη τή ὥρα τί λαλήσετε, οὐ γάρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλά τό Πνεῦμα τοῦ Πατρός ὑμῶν τό λαλοῦν ἐν ὑμίν. Παραδώσει δέ ἀδελφός ἀδελφόν εἰς θάνατον καί πατήρ τέκνον, καί ἐπαναστήσονται τέκνα ἐπί γονεῖς καί θανατώσουσιν αὐτούς, καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου, ὁ δέ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος, Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Καί τό παρόν προσόμοιον. Ἦχος πλ. β΄.

Οὐδείς καταφεύγων ἐν τή σκέπη σου, κατησχυμένος ἐκπορεύεται, Κυριακή ἀθληφόρε, ἀλλ’ αἰτεῖται τήν ρῶσιν, καί λαμβάνει τήν ἴασιν, παρά Θεοῦ ταῖς ἰκεσίαις σου.

Τό, Σῶσον ὁ Θεός τόν λαόν σου... (ὑπό τοῦ ἱερέως)

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.

Πάντων δεινῶν ἀρρωστημάτων, τά ἰάματα λαμβάνομεν ἀφθόνως, οἱ πιστῶς τή θερμή, προστρέχοντες σοί σκέπη, Κυριακή πανένδοξε, ταῖς ἐνθέοις σου πρεσβείαις.Ὄμβρους παρέχεις ἰαμάτων, καταπαύσουσα τό πῦρ ἀρρωστημάτων, καί πιστούς σύ ποιεῖς, ὑμνεῖν ἀδιαλείπτωςευλογητος εἰ Κύριε, ὁ Θεός εἰς τούς αἰώνας.

Θέσει, ὤ μάρτυς, θεουμένη, ὡς ἐγγίζουσα τῷ θρόνω τοῦ Ὑψίστου, ὑπέρ πάντων ἠμῶν, τῶν σέ ἀνευφημούντων, ὑμνωδιῶν ἐν κάλλεσι, τόν Θεόν ἀεί δυσώπει.

Θεοτοκίον.

Ὡς πέρ ὁ ἄσωτος, Μαρία, νῦν προχέω τά δάκρυα ἀφθόνως, ὡς τελώνης ἀεί, ἰλάσθητι κραυγάζω, σῶσον μέ τοίνυν, Δέσποινα, μητρικαίς σου ἰκεσίαις.

Ὠδή ἡ΄. Τόν Βασιλέα.

Σύ τῶν αἱμάτων, τοῖς σταλαγμοίς σου, παρθένε, ἀποξήρανον βυθόν ἁμαρτίας, καί χορηγεῖ ρῶσιν, τοῖς κάμνουσι λιταίς σου.

Εὔχου Κυρίω, Κυριακή ἀθληφόρε, ὑπέρ πάντων τῶν σοί προσφευγόντων, καί ρύου κινδύνων, αὐτούς σαῖς ἰκεσίαις.

Ρύσαι σόν δοῦλον, Κυριακή ἀθληφόρε, τόν τή σκέπη τή σή προσελθόντα, νόσων ὀλέθριων, καί θλίψεων λιταίς σου.

Θεοτοκίον

Ἁγνή Παρθένε, ἐκ κατωτάτου βυθοῦ μέ, ἀπογνώσεως ρύσαι καί πρός ὅρμον, μετανοίας βίον, ἴθυνον τού σου δούλου.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.

Φωτί τῷ ἀπροσίτω, ἐντρυφώσα, θεοφρον, τῆς ἁμαρτίας ἀχλύν τήν κακοζόφον, ἐκ τῶν σῶν δούλων λιταίς σου, νῦν διασκέδασον.

Εὐφρόσυνον ἡμέραν, ἄγει νῦν ἡ κτίσις, Κυριακή, τήν σήν μνήμην γεραίρουσα, καί εἰρηναίαν ἐκ τῶν λιτῶν σου, κατάστασιν ἀναμένουσα.Ἴασιν ταχίστην, δώρησαι λιταίς σου, Κυριακή ἀθληφόρε, καί φώτισον, τόν σκοτεινόν ἁμαρτίαις, νοῦν μου, πανένδοξε.

Θεοτοκίον

Μετά Θεόν, Παρθένε, ἄμαχον προστάτιν, καί ἀντιλήπτορα μέγιστον ἔχων σέ, κράζω σοί σῶσον, τόν δοῦλόν σου Ἄχραντε.

Μεγαλυνάρια. Ἦχος πλ. β΄.

Ἔπιδε ἐξ ὕψους θείου Χριστοῦ, νύμφη στεφηφόρε, καί ἐπισκεψαι τούς πιστῶς, σέ ἀνευφημούντας, καί θείαις σου πρεσβείαις, νόσων παντοίων ρύσαι, καί πάσης θλίψεως.

Τόν Χριστόν ποθήσασα ἀληθῶς, ἔσπευσας τεθνάναι, καί θυσίαν προσενεγκεῖν, σεαυτήν ἁγία Κυριακή θεοφρον, τοῦτον οὔν ἐκδυσώπει, ὑπέρ τῶν δούλων σου.

Θεοτοκίον.

Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τρισάγιον καί τό Τροπάριον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ὡς βρύσις πολυκρουνός, παρθενομάρτυς Χριστοῦ, κατήρδευσας, πάνσοφε, τήν Ἐκκλησίαν αὐτοῦ, καί ἤθλησας ἄριστα, ἔσωσας τούς ἐν σκότει, τῆς εἰδωλομανίας, αἴγλη τῶν σῶν θαυμάτων, Κυριακή ἀθληφόρε, διό ἐν παρρησία Χριστῷ, πρέσβευε σωθῆναι ἠμᾶς.

Ἤ τό παρόν Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.


Καλλιέρημα ὤφθης καί θύμα ἅγιον, προσενεγκοῦσα τῷ Πλάστη τήν καθαράν σου ψυχήν, ἤν ἐδόξασε Χριστός, ὤ καρτερόψυχε. Ὅθεν καί βρύει διά σου, τοῖς τιμῶσι σέ πιστοῖς, τάς χάριτας ὑπέρ ψάμμον, Κυριακή ἀθληφόρε, ὡς ἐλεήμων καί φιλάνθρωπος.

Ὁ ἱερεύς ὡς ἔθος μνημονεύει.

Εἰς τήν ἀπόλυσιν ψάλλομεν τό παρόν.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν...


Κλάδος εὐκλεής, Κυριακή, ρίζης διασήμου ἐδείχθης, Χριστόν κηρύξασα, φέρων τῆς ἀθλήσεως, καρπόν σωτήριον, καί ξηραίνων ἐν χάριτι, φυτά ἀσεβείας, ὅθεν σέ δοξάζοντες, καθικετεύομεν, ρύσαι ταῖς πρεσβείαις σου πάσης, λύμης τῶν παθῶν ἀχλυώδους, τούς τή θεία σκέπη σου προστρέχοντας.



Αμήν.
Επιστροφή στην κορυφή Πήγαινε κάτω
 
Παρακλητικός Κανών στην Αγία Κυριακή την Μεγαλομάρτυρα
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: