proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παρακλητικός Κανών εις στον Άγιο Θεόδωρο τον Τήρων

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1164

ΔημοσίευσηΘέμα: Παρακλητικός Κανών εις στον Άγιο Θεόδωρο τον Τήρων   Κυρ Φεβ 17, 2013 1:43 am

Παρακλητικός Κανών εις στον Άγιο Θεόδωρο τον Τήρων


Ευλογητός Kύριε εΙσάκουσον... καί Θεός Κύριος....
Εἴτα τo Τροπάριo.


Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τόν γενναιότατον Χριστοῦ στρατιώτην, καί εὐσεβῶν Χριστιανῶν τόν προστάτην, ὑμνολογοῦντες κράζωμεν ἐκ βάθους ψυχῆς Ἅγιε Θεόδωρε, ταῖς ἐνθέρμοις λιταίς σου, δαιμονικοῦ τεχνάσματος, καί αἱρέσεως πάσης, τούς σούς οἰκέτας λύτρωσαι, Σεπτέ, καί νόσου πάσης ταχέως ἁπάλλαξον.

Δόξα Καί νῦν.Θεοτοκίον.Οὐ σιωπήσομεν...
Ψαλμός ν΄ (50) Ἐλέησον μέ, ὁ Θεός....και ο Κανών,έχων Ακροστιχίδα.
Θεού σε μέλπω δωρεών επώνυμε.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.


Θεόδωρε Μάρτυς ἐν Οὐρανοῖς, σύν Ἀγγέλοις χαίρων, τούς τιμώντας σέ εὐλαβῶς, καί προσκαλούμενους σέ κινδύνων, καί περιστάσεων καί νόσων διασωσον.

Εἰς ἄθεον δόγμα, Μάρτυς Χριστοῦ, σωτήρ στεφάνης καί ὑπέρμαχος κραταιός, πάσιν εὐσεβέσιν ἐκ βρωμάτων, θεοστυγῶν αὐτούς κολλύβοις ρυσάμενος.
Ὁ στέφος ἀμάραντον ἐκ Θεοῦ, λαβῶν Χριστοῦ Μάρτυς, καί τοῖς Μάρτυσι συσκηνῶν, φύλαττε λιταίς σου τούς ἐν πίστει, καί εὐλαβεία σήν Μνήμην γεραίροντας.

Θεοτόκιον
Σοφίαν καί Λόγον τόν τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τά χαλεπά, θεράπευσον πάθη, ὤ Παρθένε, καί αἰωνίου χαρᾶς μέ, ἀξίωσον.

Ὠδή γ΄. Σύ εἰ τό στερέωμα

Ὕμνους, ὤ Θεόδωρε, νῦν ἐτησίους προσάγω σοί, καί ἐκ ψυχῆς δέομαί σου, Μάκαρ, ἐκ κίνδυνων μέ λύτρωσαι.

Στήριγμα, Θεόδωρε, τῷ σῶ οἰκέτη γενήθητι, καί τήν ὀρθήν καί ἁγίαν Πίστιν, ταῖς πρεσβείαις σου κράτυνον.

Ἔχω τήν καρδίαν μου, προσηλωμένην, Θεόδωρε, ἐπί σοῖ νῦν, τῆς σῆς προστασίας, καί τῆς σκέπη; δεόμενος.

Θεοτόκιον
Ἔχων σέ βοήθειαν, οὐκ αἰσχυνθήσομαι, Παναγνέ, Μῆτερ Θεοῦ• ἔχων σέ προστάτιν, οὐ πτοοῦμαι τήν κόλασιν.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε

Μυσαρών ὡς διέσωσας, τῶν τοῦ Παραβάτου βρωμάτων, Ἅγιε, τούς πιστούς οὕτω τούς δούλους σου, τῆς αἱρετιζόντων λώβης φύλαξον.

Ἐκ κινδύνων καί θλίψεων, πάντας ἀδοκήτων, Μάρτυς Θεόδωρε, διαφύλαττε ἀπήμαντον, τόν πιστῶς τή σκέπη σου προστρέχοντα.

Λυτρωτής, ὤ Θεόδωρε, ὄντως εὐσεβούντων σύ ἀναδέδειξαι, διαλύσας διατάγματα, Ἰουλιανοῦ τή ἐπινοία σου.

Θεοτόκιον
Ρῶσιν δίδου μοί, Παναγνέ, καί τήν ζοφεράν ψυχήν μου καταύγασον, αἴγλη θεία• σύ γάρ ἔτεκες, φῶς τό ἐνυπόστατον, Παναμώμητε.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς

Πόθω καί χαρά, ὑμνωδίας σοί προσάγοντας, ἐκ τῶν τεχνασμάτων τοῦ πονηροῦ, ἀβλαβεῖς τηρεῖσθαι δεόμεθα, Θεόδωρε.

Ὡς τίς ἀριστεύς, τάς πλεκτάνας οὔν συνέτριψας, τοῦ Ἀποστάτου καί τούς εὐσεβεῖς, Μάρτυς Θεόδωρε, πανσόφως σύ διέσωσας.

Δέου τοῦ Θεοῦ, ὤ Θεόδωρε Πανεύφημε, ἐκ παντός κινδύνου καί χαλεπῶν, νόσων ρυσθῆναι, καί αἱρέσεων τούς δούλους σου.

Θεοτόκιον
Ἄχραντον Ἀμνόν, συλλαβοῦσα, Παναμώμητε, αἴροντα βροτῶν ἁμαρτήματα, λύσιν δυσώπει αὐτῶν, δοῦναι μοί τῷ δούλω σου.

Ὠδή στ΄. Ἰλασθητί μοί Σωτήρ

Ὡς μάταιον καί σαθρόν, τοῦ Ἀποστάτου τό πρόσταγμα, Θεόδωρε θαυμαστέ, ποτέ σύ κατήσχυνας, οὕτω νῦν ματαίωσον, δρακόντειους δόλους, καί ἠμᾶς ἄτρωτους φύλαξον.

Ρωσθεῖς δυνάμει Θεοῦ, τῆς εὐσεβείας ὑπέρμαχος, Θεόδωρε πεφυκῶς, τήν πλάνην ἐμείωσας• καί νῦν ἱκετεύω σέ, τῶν παθῶν εἰκόνας, τῆς ψυχῆς μου ἑξαφάνισον.

Ἐνθέω καί εὐσεβεῖ, ζήλω ὡς πάλαι διέσωσας, τούς Ὀρθοδόξους Σοφέ, βουλῆς τοῦ ἀλάστορος• οὕτω διαφύλαξον, ἠμᾶς ἀσαλεύτους, ἐν τή Πίστει σου δεόμεθα.
Θεοτόκιον
Φωτός νεφέλη σύ εἰ, καί τοῦ Θεοῦ θρόνος ἔνδοξος, Παρθενομῆτορ Ἁγνή• ψυχῆς οὔν τά ὄμματα, τῆς ἐμῆς νῦν φώτισον, καί παθῶν ἀχλύος, τήν καρδίαν μου καθάρισον.

Διασωσον ἐρεσχελείας ἁπάσης ἐχθρῶν ἐχθίστων, Θεόδωρε Ἀθλητά, ἠμᾶς τούς πόθω τιμώντας σέ, ὡς ἕτοιμος βοηθός Ὀρθοδόξων.

Ἄχραντε, ἡ διάλογου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς Μνημονεύει εἴτα τό Κοντάκιον Ἦχος β.

Προστάτα τῶν Πιστῶν ἀκαταίσχυντε, καί μεσίτα τῶν δεομένων ἐτοιμότατε, μή παρίδης ἠμῶν τῶν δεομένων σου, τάς οἰκτρᾶς φωνᾶς, ἀλλά προφθασον ὡς συμπαθής, καί ἁπάλλαξον ἠμᾶς, τῶν Μαρτύρων μέγιστε Θεόδωρε, πάσης κακουχίας καί περιστάσεως, καί σῶσον ἠμᾶς ταῖς ἐνθέρμοις σου, πρός τόν Κύριον δεήσεσι.

Καί εὐθύς τό Προκείμενον. Ἦχος. δ΄.

Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ• ὁ Θεός Ἰσραήλ, αὐτός δώσει δύναμιν καί κραταίωσιν τῷ λαῶ αὐτοῦ• εὐλογητός ὁ Θεός.

Στίχος. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τόν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (κά΄. 12-19).


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Προσέθετε ἀπό τῶν ἀνθρώπων ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φύλακας, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν μή προμελετᾶν ἀπολογηθῆναι ἐγώ γάρ δώσω ὑμίν στόμα καί σοφίαν, ἤ οὐ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί φίλων καί θανατώσουσιν ἐξ ὑμῶν καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτήσασθε τάς  ψυχᾶς ὑμῶν.

Δόξα Πατρί...
Τάίς του Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν ....
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός ....Καί τό παρόν Προσόμοιον

Ἦχος Πλ. β΄. Ὅλην ἀποθέμενοι


Λαμπρά καί χαρμόσυνος, ἡ Παναγία σου Μνήμη, Θεόδωρε ἔνδοξε, ἐφέστηκε σήμερον, ἠμίν ἄπασι Σύ γάρ θαυμάσιε, τόν λαόν ἄχραντον, τοῦ Κυρίου ποτέ ἔσωσας, ἐν ἐνί θαύματι, κολλύβοις κορέσας, Πανάγιε• καί νῦν σέ ἰκετεύομεν, ρύσαι φυλευσπλάγχνως ἐκ θλίψεως, καί λύμης παντοίας, αἱρέσεως καί πάσης ἀπειλῆς, ἐχθρῶν ἀπίστων, πρεσβείαις σου, ἐνθέοις τούς δούλους σου.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου.....

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας


Ὤ Θεόδωρε Μάρτυς, σέ συλλήπτορα ἔχων τῆς σωτηρίας μου, καί πίστεως τῆς θείας, προστάτην καί ζωῆς μου, ἀκαταίσχυντον φύλακα, οὐ πτοοῦμαι πότε, δαιμόνων ἐπηρείας.

Νηστείαν τήν ἁγίαν, ὡς ἐτήρησας πάλαι, Μάρτυς, ἀμόλυντον, καί νῦν οὕτω σούς δούλους, αὐτήν ταύτην λιταίς σου, διανύσαι ἀξίωσον, περιχαρῶς. καί ἀγνῶς, Θεόδωρε Παμμάκαρ.

Ἐπινοία ἐνθέω, ὡς διέλυσας Μάκαρ, Τυρράνου σόφισμα, καί νῦν οὕτω πρεσβείαις, ταῖς σαῖς τῆς ἐπινοίας, τοῦ ἐχθροῦ περισώζεσθαι, παρακαλοῦμεν θερμῶς, οἱ δοῦλοι
σου Τρισμάκαρ.

Θεοτόκιον
Ἐκ γαστρός σου προῆλθε, σαρκωθεῖς ὁ τῶν ὅλων, Παρθένε, Κύριος αὐτόν οὔν ἐκδυσώπει, ρυσθῆναι μέ πταισμάτων, καί κινδύνων καί θλίψεων. Σύ γάρ τῶν εὐσεβῶν,  πέφυκας ἡ προστάτις.


Ὠδή ἡ΄. Τόν Βασιλέα

Παρανόμησαντα, Ἀποστάτην ὡς πάλαι, σύ κατήσχυνας σοφή ἐπινοία, καί ἠμᾶς ἄσεμνων, φύλαξον μιασμάτων.

Ὡς νουνεχής, ὤ Θεόδωρε Μάρτυς, σύ κατέβαλες δεινόν Ἀποστάτην, καί τούς Ὀρθοδόξους, σοφία σου ἐρρύσω.

Νόμω τῷ θείω, πεφραγμένος, θεοφρον, ἀνομώτατον διήλεγξας νόμον, φυλάξας ἐκ τούτου, τούς εὐσεβεῖς ἀτρώτους.

Θεοτόκιον
Ἴνα ὑμνῶ σέ, μετά πόθου, Παρθένε, νοητῆς αἰχμαλωσίας μέ ρύσαι, λύτρον ἀντιδοῦσα, τό Πάθος τού σου Τόκου.

Ὠδή θ΄. Κυρίως Θεοτόκον

Ὑμνῶν σέ ἐκ καρδίας, Θεόδωρε Μάρτυς, δώρων τῶν θείων ἐμέ καταπλούτισον, ὡς δώρου θείου, φερώνυμος, Πανακήρατε.

Μαρτυρική τή αἴγλη, Θεόδωρε Μάκαρ, καταλαμπόμενος πάντας τους σέ γεραίροντας, φωτί ἀΰλω, πρεσβείαις σου καταλάμπρυνον.

Ἐκ τοῦ πυρός, ὤ Μάρτυς, σθένει ὡς ἐρρώσθης, τῷ θείκω παρανόμου οὕτως ἠμᾶς βουλῆς, τῶν τυραννούντων. Θεόδωρε, σύ διασωσον.

Θεοτόκιον
Μαρία Θεόν Λόγον, ὄν ἔτεκες δυσώπει, ὑπέρ τῶν πίστει καί πόθω τιμώντων σέ, τοῦ λυτρωθῆναι κινδύνων, καί περιστάσεων.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια


Τῶν καμνόντων πέφυκας ἰατρός, αἰχμαλώτων ρύστης, καί μεσίτης ἁμαρτωλῶν, εὐσεβῶν προστάτης, παράκλησις πενθούντων, καί κεραυνός Τυράννων, σοφέ Θεόδωρε.

Τόν ἀπό βρωμάτων τῶν μυσαρῶν, τῶν τοῦ Παραβάτου, λυτρωσάμενον τούς Πιστούς καί θρέψαντα τούτους, τροφή τή τῶν κολλύβων, Θεόδωρον τόν θεῖον, πάντες ὑμνήσωμεν.

Σήμερον μετέστρεψεν εἷς χαράν, Πιστῶν τάς καρδίας, τεθλιμμένας πάλαι δεινῶς, καί τήν παραβάτου, κατέστρεψεν ἀπάτην, Θεόδωρος ὁ Μάρτυς, ὄν εὐφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον και Τό τροπάριον. Ἦχος β΄.

Μεγάλα τά τῆς πίστεως κατορθώματα! Ἐν τή πηγή τῆς φλογός, ὡς ἐπί ὕδατος ἀναπαύσεως, ὁ ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο πυρί γάρ ὁλοκαυτωθεῖς, ὡς ἄρτος ἠδύς τή Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἰκεσίαις, Χριστέ ὁ Θεός, σῶσον τάς ψυχᾶς ἠμῶν.

Ὁ Ἱερεύς ὡς ἔθος μνημονεύει ως συνήθως.
Εἰς τήν ἀπόλυσιν ψάλλομεν τό παρόν Προσόμοιον
Ἦχος β΄.Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.


Πάντων εὐσεβῶν σύ ἀληθῶς, ἔνθερμος προστάτης ἐδείχθης, Μάρτυς Θεόδωρε• πάντες οὔν προσάγομεν σοί χαριστήρια, καί σωτήρα γινώσκοντες, ἐν πίστει βοῶμεν,ρύσαι ταῖς πρεσβείαις σου, τῆς προσβολῆς τῶν ἐχθρῶν, πάσης ἀπειλῆς, πάσης λύπης, καί αἱρετικῶν τυραννίας, τούς πιστῶς γεραίροντας τήν Μνήμην σου.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.


Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Παρακλητικός Κανών εις στον Άγιο Θεόδωρο τον Τήρων
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: