Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών στον Άγιο Ιερομάρτυρα Χαράλαμπο τον Θαυματουργό Empty Παρακλητικός Κανών στον Άγιο Ιερομάρτυρα Χαράλαμπο τον Θαυματουργό

Σαβ Φεβ 09, 2013 1:01 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών στον Άγιο Ιερομάρτυρα Χαράλαμπο τον Θαυματουργό

Παρακλητικός Κανών στον Άγιο Ιερομάρτυρα Χαράλαμπο τον Θαυματουργό Charal10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα το Τροπάριο.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῷ Ἀθλοφόρω οἱ πιστοί δεῦτε πάντες, εὐσεβοφρόνως προσπέσοντες βοῶμεν, Ἱερομάρτυς ἔνδοξε Χαράλαμπε ρύσαι τούς τιμώντας σέ, λοιμικής ἀσθενείας, πάσης περιστάσεως, καί δεινῶν καί κινδύνων, ταῖς πρός Χριστόν λιταίς σου,
ἀθλητά, σέ γάρ προστάτην κεκτήμεθα ἅπαντες

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.

Ταῖς πρός Χριστόν σου ἱεραῖς ἐντεύξεσι, Μάρτυς ἀοίδιμε, τῶν κινδύνων ρύσαι, καί δεινῆς κακώσεως, καί πάσης περιστάσεως, καί αἰσχρᾶς ἁμαρτίας, Ἱερομάρτυς Χαράλαμπες, καί τῶν δυσμενῶν κατακρίσεως.

Ὁ τῶν ἁπάντων Βασιλεύς καί Κύριος, ψυχῆς σου τό φαεινόν, προειδῶς παμμάκαρ, λαμπρῶς καθωράϊσεν, ἱερωσύνη, Ἅγιε, διαπρέψαντα λίαν, εἴτα ἀθλήσεως λάμψεσι σέ εἰς οὐρανούς προσελάβετο.

Δόξη ἐνθέως διαπρέπων, ἔνδοξε, ἐν οὐρανοῖς κατοικεῖς, σύν ἀγγέλοις μάκαρ, καί Ἁγίων τάγμασι, δυσώπησον τόν Κύριον, παρρησίαν ὡς ἔχων, ἠμᾶς ρυσθῆναι κολάσεως, νόσου τέ καί πάσης πωρώσεως.

Θεοτοκίον.
Ἡ ὑπέρ λόγον τόν Θεόν κυήσασα, Εὐλογημένη Ἁγνή, καί τῶν οὐρανίων, νοερά στρατεύματα, τῷ κάλλει σου λαμπρύνουσα, Παναγία Παρθένε, καταύγασον τούς οἰκέτας σου, πάσης ἐξελοῦσα σκαιότητος.


Ὠδή γ’. Οὐρανίας ἁψίδος.
Παναοίδιμε πόθω σέ ἀνυμνῶ Ἅγιε, τάχος τῶν κινδύνων καί σάλου, πάντας ἁπάλλαξον, ταῖς ἰκεσίαις σου, πρός τόν Θεόν καί εἰς ὅρμον, σωτηρίας εὔθυνόν τους σέ γεραίροντας.

Ὁ Θεός τῶν ἁπάντων, δημιουργός Κύριος, χάριν σοῖ παρέσχε Θεοφρον, τήν τῶν ἰάσεων ἤν σύ ἐζήτησας, ὑπεραθλῶν αὐτοῦ πόθω, καί λαβῶν τοῖς δούλοις σου παρασχου Ἅγιε.

Θειοτάτη προνοία, παρά Θεοῦ δέδοσαι πάσι τοῖς πιστῶς σέ τιμῶσι μάκαρ Χαράλαμπες, διο ἀπέλασον ἅπασαν νόσον καί βλάβην, χάριν παρεχόμενος τήν ἐπουράνιον.

Θεοτοκίον.
Ὡς Θεοῦ σέ Μητέρα, καί γηγενῶν καύχημα, πίστει ἀνυμνοῦμεν Παρθένε, καί μακαρίζομεν, ρύσαι Πανάχραντε, τῆς ἐνεστώσης ἀνάγκης, τούς πιστῶς ὑμνοῦντας σέ τήν Ὑπερύμνητον.


Ὠδή δ΄. Σύ μου ἰσχύς Κύριε
Σύ Ἀθλητά καταφυγή μου καί δύναμις, σύ προστάτης, σύ μου καί ἀντίληψις, πλουτῶν σοφέ ὄντως πρός Θεόν, παρρησίαν μάκαρ, ὡς στεφανίτης ἀήττητος, διο καί πάσαν νόσον, ἀπελαύνων παρασχου τοῖς πιστοῖς θείαν χάριν καί ἔλεος.

Ὁλοσχερῶς, πρός τούς ἀγώνας ἐχώρησας, ὡς ὑπάρχων, ἱερεύς θαυμάσιος, καί δυσμενῶν ὄπλα καί ἰσχύν, τή Θεία ἰσχύϊ, καταβαλῶν ἀξιΰμνητε, στεφάνων ἠξιώθης, οὐρανίων παμμάκαρ, διό ρύσαι ἠμᾶς πάσης θλίψεως.

Ἰλέως σύ, Ἱερομάρτυς Χαράλαμπες, τοῖς σοῖς δούλοις, εἴης Παμμακάριστε, διδούς αὐτοῖς χάριν δαψιλή, ταῖς σαῖς ἰκεσίαις, ἐλαύνων νόσους καί σκάνδαλα, καί χάριτος ἐνθέου, ἀξιῶν ὡς προστάτης, πάσαν νόσον καί βλάβην ἀπέλασον.

Θεοτοκίον.
Νοοῦντες σου, τό ὑπέρ λόγον μυστήριον, Θεοτόκε, Ἄχραντε Θεονυμφε, τῶν οὐρανῶν τάγματα Σεμνή, θάμβει γεἀσθενείας, καί κολάσεως ρύσαι Ὑπεραγνέ.γηθότως, συνέχονται ἐκπληττόμενα, διό ἠμᾶς Κυρία, λοιμικής


Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω.
Ὑπερύμνητον Μάκαρ, τόν Θεόν τῶν ἁπάντων σύ ἀνεκήρυξας, λαμπρῶς ἐν τῷ σταδίω, Χαράλαμπες Θεοφρον, ὄν ἀεί καθικέτευε, τῶν ἐνεστώτων κακῶν, ρύσαι ἠμᾶς καί νόσων.

Νῦν σέ Μάρτυς πλουτοῦντες, πρός Θεόν τῶν ἁπάντων πρέβυν θερμοτατον, καί ἀεί Παμμάκαρ ἰκετεύομεν ρύσαι τῶν θλίψεων, καί δεινῆς μανίας, τῆς ἐνεστώσης νόσου τάχους, καί κινδύνων καί πάσης κακώσεως.

Ἱλασμόν τῶν πταισμάτων, παρεχόμενος πάσι τοῖς εὐφημούσι σέ, ταῖς λιταίς σου Μάρτυς, τήν μανίαν ἐν τάχει ἀπέλασον, Μάκαρ πάσης νόσου, πάσης βλάβης καί κακίας, ἀξιῶν οὐρανίου λαμπρότητος.

Θεοτοκίον.
Ὡς Θεόν τετοκυΐα, Ὑπερύμνητε Κόρη Θεοχαρίτωτε, θαυμαστῶς ἰσχύεις, ὅσα βούλει Ὑπεραγνέ Δέσποινα, διό πάντας ρύσαι, νόσου παντοίας καί γεένης, καί κολάσεως πάσης ἑξάρπασον.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἁγίως τήν βιοτήν διήνυες, ἱερεύς διατελῶν Θεοκήρυξ, εἴτα Σοφέ, μαρτυρίου ἀγῶσιν, εἰς οὐρανούς ἀνελήλυθας ἄριστε, διό λιταίς σου πρός Χριστόν, πάσαν νόσον ἀπέλασον τάχιστα.

Ναόν σου τοῦ Παναγίου Πνεύματος, ἐγνωκότες οἱ πιστοί εὐφημοῦμεν, πάσης ὀργῆς, καί ἀνάγκης καί νόσων, καί τοῦ ἀώρου θανάτου ἁπάλλαξον, λιταίς σου πρός τόν Λυτρωτήν, Παναοίδιμε Μάρτυς Χαράλαμπες.

Νοοῦντες τήν παρρησίαν Ἅγιε, ἤν πλουτεῖς πρός τόν Χριστόν Ἀθλοφόρε, πίστει ἀεί, εὐφημοῦμεν σέ Μάκαρ, τήν λοιμικήν ἐξ ἀνθρώπων ἀπέλασον, μανίαν τήν λυμαντικήν, ταῖς λιταίς σου Χαράλαμπες ἔνδοξε.

Θεοτοκίον.
Ἡ μόνη τόν Λυτρωτήν κυήσασα, σύ ὑπάρχεις Παναγία Παρθένε, ὄν ἐκτενῶς, ὑπέρ πάντων δυσώπει, οἰκτειρηθῆναι τῷ Θείω ἐλέει σου, τυχεῖν τέ τῆς ἐν οὐρανῶ, ἀπολαύσεως δόξης καί χάριτος.


Διάσωζε Ἱερομάρτυς τούς πίστει σέ εὐφημούντας, ταῖς πρός Χριστόν λιταίς σου Χαράλαμπες, κινδύνων καί ἀσθενείας ἁπάσης.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις. καὶ τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν

Προστασία τή ἱερά σου Θεόπνευστε, ἱκεσία πρός τόν Χριστόν ἱερώτατε, οἰκτείρησον ἠμᾶς, Χαράλαμπες, Σοφέ, δωρούμενος ἠμίν τήν λύσιν τῶν δυσχερῶν ἔνδοξε, ἀποσοβῶν πάσαν νόσον καί λοιμικᾶς ἀσθενείας,
ὡς ἀντιλήπτωρ τῶν πιστῶν, Παναοίδιμε ὀξύτατος.


Καί εὐθύς τό Προκείμενον Ἦχος δ΄.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληνθυνθήσετε
Στίχος: Πεφυτευμένοι ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγελίον. Ἐκ τοῦ κατά Ἰωάννην (ἰέ΄. 17-27 καί ἰστ΄. 1-2)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• Ταῦτα ἐντέλλομαι ὑμίν, ἴνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλε  ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ,  ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμίν Οὐκ ἐστί δοῦλος μείζων του κυρίου αὐτοῦ Εἰ ἐμέ ἐδίωξαν καί ὑμᾶς διώξουσιν εἰ τόν λόγον μου ἐτήρησαν,καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμίν διά τό ὄνομά μου,  ὅτι οὐκ οἴδασι τόν πέμψαντα μέ. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον• νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν,  καί τόν πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα ἐν αὐτοῖς ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον• νῦν δέ καί ἐωράκασι, καί μεμισήκασι καί ἐμέ  καί τόν πατέρα μου. Ἀλλ’ ἴνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμω αὐτῶν, ὅτι ἐμίσησαν μέ δωρεάν. Ὅταν δέ ἔλθη ὁ πὁ παρά τοῦ Πατρός αράκλητος, ὄν ἐγώ πέμψω ὑμίν παρά τοῦ πατρός, τό Πνεῦμα τῆς ἀληθείας,   ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμίν ἴνα μή σκανδαλισθῆτε.  Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς ἀλλ’ ἔρχεται ὥρα ἴνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξη λατρείαν προσφέρειν τῷ Θεῶ.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μή ἐγκαταλείπης μέ, παραπτωμάτων εἰς χάος, Ἀθλητά Χαράλαμπες, ἀλλά τάχος ἔξελε τῆς πωρώσεως, ὧν μέ ἁπάλλαξον, τάχος Ἱερεῦ Παναοίδιμε,θλίψις γάρ Ἔνδοξε, καί ἀχλύς τήκει μέ, τῶν ἀπείρων παραπτώσεων,  πρός Κύριον πρεσβείαις σου, ὡς θερμός προστάτης τῶν δούλων σου, δέομαι Θεοφρον, ἐπάκουσον ἠμῶν τῶν ταπεινῶν, ἑξαγαγῶν πάντας Ἅγιε,  τῶν δεινῶν καί θλίψεων.


Ὠδή ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον Παμμάκαρ σούς οἰκέτας, περιστάσεως καί ζάλης ἐναντίας, ταῖς εὐχαίς σου Σοφέ, πρός Κύριον βοώντας, εὐλογητός εἰ Κύριε ὁ Θεός εἰς τούς αἰώνας. (Δίς)

Ἅγιον Πάτερ τῶν Ἁγίων, καθικέτευε ὑπέρ τῶν σέ τιμώντων, ἁπαλλάτων αὐτούς, κακώσεως καί σάλου, εὐλογητός εἰ κράζοντας ὁ Θεός εἰς τούς αἰώνας.

Θεοτοκίον.
Ἔτεκες Ἄχραντε Μαρία, τόν ἀχώρητον Δεσπότην τῶν ἁπάντων, ὄν ἀεί ὡς Υἱόν, ὑπέρ ἠμῶν δυσώπει, νόσου καί πάσης θλίψεως, ἁπαλλάξαι Παναγία.


Ὠδή ἡ΄. Τόν ἐν ὄρει ἁγίω.
Ἱκετεύει ὁ Θεῖος Χαραλάμπης, σέ τόν μόνον τῆς Δόξης Βασιλέα, ἀποσοβῆσαι λοιμικήν ἀσθένειαν, τῶν ὑμνολογούντων, καί δοξολογούντων, αὐτόν εἰς τούς αἰώνας.

Ὁ τῶν ὅλων Θεός τρισί προσώποις, προσκυνούμενος οἰκτείρησον τόν κόσμον, τοῦ Χαραλάμπτούς  Σῶτερ ταῖς δεήσεσι, δέει σέ ὑμνοῦντα, καί δοξολογοῦντα, εἰς πάντας τους αἰώνας.

Ἡ Θεότης Πατήρ Υἱός καί Πνεῦμα, ταῖς λιταῖς Χαραλάμπους πάντας ρύσαι, τῶν δυσχερῶν καί πάσης περιστάσεως, πίστει σέ ὑμνοῦντας, καί ὑπερυψούντας, εἰς πάντας τούς αἰώνας.

Θεοτοκίον.
Ἡ Παρθένος καί μόνη Θεοτόκος, τόν Παντάνακτα ἀλήκτως ἱκετεύει, ὑπέρ ἠμῶν ρυσθῆναι περιστάσεων, ἀνυμνολογούντων, ὡς Θεόν τῶν ὅλων, αὐτόν εἰς τούς αἰώνας.


Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω.
Ἐξίστανται οἱ τύραννοι Ἀθλητά, θεωροῦντες τήν χάριν τήν ἔνθεον, τήν ἐπί σοῖ, Μάρτυς ἐνεργοῦσαν ὑπερφυῶς, ἠνίκα ἐξηρτήθησαν, ἄνω εἰς ἀέρα καί ὁ τμηθεῖς, τάς χείρας ἀοράτως, καί ξύλον τό βλαστῆσαν, ταῦτα θεώμενοι ἐξέστησαν.

Τήν νόσον τήν λοιμώδη καί μιαρᾶν, ἀπελαύνων, Χαράλαμπες ἔνδοξε, ρύσαι ἠμᾶς, πάσης δυσχερείας τῶν δυσμενῶν, δαιμόνων τέ κακώσεως, πονηρῶν ἀνθρώπων καταδρομῆς, καί φθόνου καί μανίας, καί τῆς συκοφαντίας,
καί τῆς κολάσεως, Ἀοίδιμε.

Τριάδα Ὑπερούσιον προσκυνῶν, σύν ἀγγέλοις Χαράλαμπες ἔνδοξε, ταῖς σαῖς λιταῖς, οἴκτειρον ἰκέτας σου ἱερέ, καί τούς ὑμνολογοῦντας σέ, πάντων ἀδοκήτων καί συμφορῶν, ἁπάλλαξον Θεοφρον, παντοίας τέ κακίας,
καί τῆς γεένης παμμακάριστε.

Θεοτοκίον.
Κυρία τῶν ἀγγέλων καί τῶν βροτῶν, καί ἁπάσης της κτίσεως Δέσποινα, τῆς ἀπειλῆς, σάλου τέ κακίας τῆς μιαρᾶς, καί βασκανίας Ἄχραντε καί ζηλοτυπίας τῆς βδελυρᾶς, ἁπάλλαξον ταχέως, τούς σέ δοξολογοῦντας, καί αἰωνίου κατακρίσεως.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἀθλοφόρων κλέος τό ἱερόν, Μάρτυρα Κυρίου, Χαραλάμπην νῦν οἱ πιστοί, ἐλατήρα ὄντα, ἰσχυρόν πάσης νόσου, καί παθῶν μετά πόθου ὑμνολογήσωμεν.

Αἴτημα ὑπάρχει Θαυματουργέ, τοῦτο σόν Θεοφρον, ἀπελαύνει τήν λοιμικήν, νόσον ἐξ ἀνθρώπων διό αὐτήν ὀξέως, ἀπέλασον λιταίς σου, καί πάσαν κάκωσιν.

Θρόνω παριστάμενος τῷ φρικτῶ, τοῦ Θεοῦ τῶν ὅλων, ἐκδυσώπει ὑπέρ ἠμῶν, ρυσθῆναι κινδύνων, καί πάσης ἄλλης βλάβης, καί τῆς ἐπικειμένης ἠμίν κολάσεως.

Χαραλάμπην πάντες τόν θαυμαστόν, Ἱερομαρτύρων ἀγλάϊσμα τό φαιδρόν, πόθω εὐφημοῦντες, βοήσωμεν συντόνως, λιταίς σου πρός τόν Κτίστην, ἠμᾶς οἰκτείρησον.

Δεῦτε φιλομάρτυρες εὐλαβῶς, μνήμην Χαραλάμπους ἀνυμνήσωμεν τοῦ κλεινοῦ, πρός αὐτόν βοῶντες, σούς δούλους σκέπε Μάρτυς, λοιμικής τέ νόσου, καί πάσης θλίψεως.

Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς στύλος ἀκλόνητός της ἐκκλησίας Χριστοῦ, καί λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμω, διά τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων τήν σκοτόμαιναν μάκαρ,
διό ἐν παρρησία Χριστῷ πρέβευε σωθῆναι ἠμᾶς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Πάντας ἐλεεῖς, Μάρτυς Χριστοῦ, τούς σοί προσδραμόντας ἐν πίστει, ταῖς ἰκεσίαις ταῖς σαῖς, Ἀθλητά Χαράλαμπες ἀξιοθαύμαστε, διό οἴκτειρον ἅπαντας, καί νῦν τούς σούς δούλους, τάχιστα ρυόμενος, τῶν ἀδοκήτων δεινῶν,
θλίψεως καί νόσου βαρείας, πάντων δυσχερῶν καί κινδύνων καί τῆς ἐν γεένη κατακρίσεως.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης